363
ἐφθέγξω τἀληθές. οἶδα γὰρ σαφῶς, ἐξ οἵας τύχης ἀνειλόμην, καὶ ὡς ἠξίωσα μειζόνων, ἢ προσῆκε. βασιλέως δὲ διὰ τὴν προσοῦσαν μοχθηρίαν καὶ τῶν τρόπων τὴν φαυλότητα δεσμωτηρίῳ κατακλείσαντος πρὸς ὀργὴν, αὐτὸς ἐξήγαγον παραιτησάμενος καὶ πρὸς τὴν προτέραν τύχην ἐπανήγαγον. καὶ οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις ὕστερον βουλομένου τοῦ βασιλέως τῆς πονηρίας κολάζεσθαι ἀξίως, αὐτὸς παρῃτούμην διαλύων τὴν ὀργὴν καὶ πολλῶν καὶ μεγάλων ἠξίουν ἀγαθῶν. καὶ πολλάκις καὶ βασιλέως περιόντος, καὶ μετὰ τὴν τελευτὴν προσκεκρουκότος, ὧν οὐδὲ σὲ οἴομαι ἐπιλελῆσθαι, οὐδένα τῶν προσκρούσεων λόγον ἐποιούμην, οἷόν τινι ζώῳ τῶν ἀχθοφόρων, πρὸς μὲν τὸ ἀχθοφορεῖν κεχρημένος μόνον, τῶν δ' ἄλλων εἴ τι πρόσεστι δυστροπίας ἀμελῶν. ὅτι δὲ εἰς τοσοῦτον ἔμελλες ἀτο 2.481 πίας ἐκπεσεῖσθαι, τοῦτο μόνον σαφῶς οὐκ ᾔδειν. ᾤμην γάρ σε οὐδὲ σαρκῶν φείσεσθαι, καιροῦ καλοῦντος, ὑπὲρ ἐμοῦ, τὸ πλῆθος μεμνημένον καὶ τὸ μέγεθος τῶν εὐεργεσιῶν. σὺ δ' ἀντὶ τούτων ἐχρήσω τοῖς ἐναντιωτάτοις, καὶ μοχθηροὺς ἀνθρώπους καὶ τὰς γνώμας διεστραμμένους ἀπατηλοῖς καὶ περιέργοις λόγοις ὑπελθὼν καὶ ταῖς τῶν μεγίστων ἐπαγγελίαις ἐξαπατήσας, τουτονὶ τὸν πόλεμον οὐδὲν ἧττον κοινῇ κατὰ Ῥωμαίων, ἢ κατ' ἐμοῦ κεκίνηκας· οὓς ἀξιώτατα ἠμείψω τῆς τε ἐκείνων ἀβελτηρίας καὶ τῆς σοὶ προσούσης πρὸς τοὺς φίλους ἀπιστίας ζόφον πάντων καταψηφισάμενος, ὥσπερ ἦσαν ἄξιοι. σὲ μὲν οὖν, ὥσπερ ἔφης, πάντων μάλιστα ἐγὼ γινώσκω· σὺ δ' ἐμὲ πάνυ μοι δοκεῖς ἠγνοηκέναι. εἰ γὰρ ὅστις ᾔδεις ἐγὼ, οὐκ ἂν οὕτως ἠγνωμόνεις· ἐπεὶ δὲ μετὰ τῶν ἄλλων καὶ οἴκαδε παραινεῖς ἐπανελθεῖν, δοκῶ μοι διὰ τὴν ἀρχαίαν φιλίαν σοὶ πεισθήσεσθαι καὶ μὴ πρὶν παύσεσθαι πρὶν ἐντὸς γενέσθαι τῆς οἰκίας. Ῥωμαίων δὲ ὄντι βασιλεῖ κελεύσματι θεοῦ οὐδεμία μᾶλλον ἑτέρα, ἢ ἡ Ῥωμαίων ἡγεμονία οἰκία πρεπωδεστέρα, ἣν εἰσελθεῖν πᾶσαν ἐπιδείξομαι σπουδὴν, ᾗ αὐτὸς τῶν φίλων ὢν παραινεῖς. πολλὰ δὲ μεταμεληθεὶς, ὅτι σε ὄντα γέροντα παρεσκεύακα τοσοῦτον πόνον ὑπομεῖναι καὶ πρὸς Ἡράκλειαν ἐλθεῖν, ἔγνων δεῖν σε τῶν πόνων ἀναπαύειν, καὶ εἰς τετάρτην ἡμέραν αὐτὸς ἀφίξομαι πρὸς σὲ, καὶ εἴ σοι βέλτιον δοκεῖ δια 2.482 γωνίσασθαι πολλῆς ἀναπαύλης ἀπολαύσαντι, οὐδὲ ταύτην σοι τὴν χάριν ἀποκνήσω καταθεῖναι.» τοιαῦτα μὲν ἀντέγραφε καὶ βασιλεύς· μετὰ δὲ τετάρτην ἐξ ἐκείνης ἦλθεν εἰς Ἡράκλειαν καὶ περιέμεινε πρὸ τῶν πυλῶν ἑστὼς ἐφ' ἱκανόν· ἐπεὶ δὲ οὐδεὶς ἀντεπεξῄει, τὸ λοιπὸν ὁδεύσας τῆς ἡμέρας, ηὐλίσατο τὴν νύκτα παρὰ ποταμὸν προσαγορευόμενον Ἁλμυρὸν, μεταξὺ Σηλυβρίας καὶ Ἡρακλείας. εἰς τὴν ὑστεραίαν δὲ ἐστρατοπέδευσαν παρὰ τὸ ∆αφνίδιον λεγόμενον, ἔνθα βασιλεὺς μὲν ἔμεινε παρὰ τὸ στρατόπεδον ἅμα ὀλίγοις τῶν Ῥωμαίων· ἡ λοιπὴ δὲ στρατιὰ μετὰ τῆς Περσικῆς τὰ περὶ Βυζάντιον κατέδραμον πάντα ἄχρι Προποντίδος καὶ ἐκάκωσαν ἐς τὰ μάλιστα. ἀπέκτεινάν τε γὰρ οἱ βάρβαροι πλείστους καὶ ἠνδραποδίσαντο, φεύγοντές τε πρὸς τὴν θάλασσαν καὶ πλείους ἐμπίπτοντες ἐν τοῖς λέμβοις, ἢ ὅσους φέρειν ἦσαν δυνατοὶ, ἄλλως τε καὶ ὑπὸ τοῦ θορύβου ἀτακτοῦντες, ἀπεπνίγοντο ἀνατρεπόμενοι. καὶ παντοῖος ἦν ὁ ὄλεθρος κατὰ τὴν ἔφοδον ἐκείνην· βοσκημάτων τε γὰρ ἤλασαν πλῆθος οὐκ ὀλίγον καὶ ἀνθρώπους αἰχμαλώτους τὸ βαρβαρικὸν, καὶ τὰς πλείστας τῶν κωμῶν ἐνέπρησαν. αἰτία δὲ μάλιστα τῆς τοσαύτης φθορᾶς ἐγένετο ὁ μέγας δούξ. πολλὰ γὰρ μεγαλαυχήσας καὶ φυσήσας ὅτε ἐξήλαυνε Βυζαντίου, καὶ θαῤῥεῖν κελεύσας, ὡς οὐδεὶς ἀντιστήσεται τῶν πολεμίων, ἀλλὰ πάντας ἄρδην ἐπιφανεὶς διαφθερεῖ, ἐπεὶ ἐναντίως, ἢ αὐτὸς ἐπηγγέλλετο, ἀπέβαινε, καὶ τειχήρης κατὰ τὴν Ἡράκλειαν 2.483 ἐγένετο, καίτοι δυνάμενος τὴν προσήκουσαν περὶ τὴν χώραν πρόνοιαν ποιεῖσθαι τὴν ἔφοδον ἀπαγγέλλων, ὁ δ' οὐδὲν ἐποίει τῶν δεόντων, ὥσπερ δεδοικὼς μὴ τῶν πολεμίων ἥττων γεγονέναι ὑποπτεύοιτο· καὶ διὰ τὴν τοιαύτην ἄνοιαν πολλοῖς αἴτιος ἐγένετο μεγάλων συμφορῶν. ἐκεῖνος δὲ τὴν μὲν εἰς Βυζάντιον αὐτοῦ ἐπάνοδον νομίζων ἀναγκαίαν εἶναι, ὑποπτεύων δὲ τὴν ἤπειρον, ὡς