366
ὅτι οὐδεμία ἐντεῦθεν ὑπεροχή. Καὶ γὰρ κἂν πόλεμος καταλάβῃ, κἂν λιμὸς, κἂν ἕτερον ὁτιοῦν, πάντα ἐλέγχεται ταῦτα τὰ τῆς εὐγενείας φυσήματα· κἂν νόσος ἐπέλθῃ, κἂν λοιμὸς, οὐκ οἶδε διαγνῶναι τὸν πλούσιον καὶ τὸν πένητα, τὸν ἔνδοξον καὶ τὸν ἄδοξον, τὸν εὐγενῆ καὶ τὸν οὐ τοιοῦτον· οὔτε ὁ θάνατος, οὔτε αἱ λοιπαὶ τῶν πραγμάτων μεταβολαὶ, ἀλλ' ὁμοίως πᾶσι πάντα ἐπανίσταται· καὶ εἰ δεῖ τι καὶ θαυμαστὸν εἰπεῖν, τοῖς πλουτοῦσι μᾶλλον. Ὅσῳ γὰρ ἀμελέτητοι 58.571 τούτων εἰσὶ, τοσούτῳ μᾶλλον ἁλόντες ἀπόλλυνται. Καὶ ὁ φόβος δὲ παρὰ τοῖς πλουτοῦσι μείζων. Καὶ γὰρ ἄρχοντας οὗτοι μάλιστα τρέμουσι, καὶ τοὺς δήμους τῶν ἀρχόντων οὐκ ἔλαττον, ἀλλὰ καὶ πολλῷ πλέον· πολλὰς γοῦν οἰκίας τοιαύτας ὁμοίως καὶ δήμων θυμὸς καὶ ἀρχόντων ἀνέτρεψεν ἀπειλή. Ὁ δὲ πένης ἑκατέρων τούτων τῶν κυμάτων ἀπήλλακται. Ὥστε ταύτην ἀφεὶς τὴν εὐγένειαν, εἰ βούλει μοι δεῖξαι ὅτι εὐγενὴς εἶ, δεῖξον τῆς ψυχῆς τὴν ἐλευθερίαν, οἵαν εἶχεν ὁ μακάριος ἐκεῖνος, καὶ ταῦτα πένης ὢν, ὁ λέγων τῷ Ἡρώδῃ· Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου· οἵαν ἐκέκτητο ὁ πρὸ ἐκείνου τοιοῦτος καὶ μετ' ἐκεῖνον τοιοῦτος, ὁ λέγων τῷ Ἀχαάβ· Οὐ διαστρέφω ἐγὼ τὸν Ἰσραὴλ, ἀλλ' ἢ σὺ καὶ ὁ οἶκος τοῦ πατρός σου· οἵαν εἶχον οἱ προφῆται, οἵαν οἱ ἀπόστολοι πάντες. Ἀλλ' οὐχ αἱ τῶν πλούτῳ δουλευόντων ψυχαὶ τοιαῦται, ἀλλ' ὥσπερ οἱ ὑπὸ μυρίους ὄντες παιδαγωγοὺς καὶ δημίους, οὕτως οὐδὲ ἐπᾶραι τὸ ὄμμα τολμῶσι, καὶ ὑπὲρ ἀρετῆς παῤῥησιάσασθαι. Ὁ γὰρ τῶν χρημάτων ἔρως, καὶ ὁ τῆς δόξης, καὶ ὁ τῶν ἄλλων πραγμάτων, φοβερὸν εἰς αὐτοὺς βλέποντες, δουλοπρεπεῖς ποιοῦσι καὶ κόλακας. Οὐδὲν γὰρ οὕτως ἐλευθερίαν ἀναιρεῖ, ὡς τὸ βιωτικοῖς ἐμπεπλέχθαι πράγμασι, καὶ τὰ δοκοῦντα εἶναι λαμπρὰ περιβεβλῆσθαι. Οὐδὲ γὰρ ἕνα δεσπότην καὶ δύο καὶ τρεῖς, ἀλλὰ μυρίους ὁ τοιοῦτος ἔχει. Καὶ εἰ βούλεσθε καὶ ἀριθμῆσαι τούτους, παραγάγωμεν ἕνα τινὰ τῶν εὐδοκιμούντων ἐν βασιλείοις, καὶ ἔστω αὐτῷ καὶ χρήματα πάμπολλα, καὶ δυναστεία μεγάλη, καὶ πατρὶς ὑπερέχουσα, καὶ προγόνων περιφάνεια, καὶ ἀποβλεπέσθω παρὰ πάντων. Ἴδωμεν τοίνυν εἰ μὴ οὗτός ἐστιν ὁ πάντων δουλικώτερος· καὶ ἀντιστήσωμεν αὐτῷ, μὴ δοῦλον ἁπλῶς, ἀλλὰ δοῦλον δούλου· πολλοὶ γὰρ καὶ οἰκέται δούλους ἔχουσιν. Οὗτος μὲν οὖν ὁ δοῦλος τοῦ δούλου ἕνα ἔχει δεσπότην. Τί γὰρ, εἰ καὶ μὴ ἐλεύθερον; ἀλλ' ἕνα, καὶ πρὸς τὸ ἐκείνῳ δοκοῦν μόνον ὁρᾷ. Κἂν γὰρ ὁ τούτου δεσπότης αὐτοῦ δοκῇ κρατεῖν, ἀλλὰ τέως ἑνὶ μόνῳ πείθεται· κἂν τὰ πρὸς ἐκεῖνον αὐτῷ καλῶς ἔχῃ, ἐν ἀδείᾳ τὸν ἅπαντα καθεδεῖται βίον. Οὗτος δὲ οὐχ ἕνα καὶ δύο μόνον, ἀλλὰ πολλοὺς καὶ χαλεπωτέρους ἔχει δεσπότας. Καὶ πρῶτον αὐτὸν τὸν βασιλεύοντα μεριμνᾷ. Οὐκ ἔστι δὲ ἴσον εὐτελῆ δεσπότην ἔχειν, καὶ βασιλέα ὑπὸ πολλῶν τὰ ὦτα διαθρυλλούμενον, καὶ νῦν μὲν τούτων, νῦν δὲ ἐκείνων γινόμενον. Οὗτος κἂν μηδὲν ἑαυτῷ συνειδὼς ᾖ, πάντας ὑποπτεύει, καὶ τοὺς μετ' αὐτοῦ στρατευομένους, καὶ τοὺς ὑπ' αὐτῷ ταττομένους, καὶ τοὺς φίλους, καὶ τοὺς ἐχθρούς. Ἀλλὰ καὶ οὗτος, φησὶ, τὸν δεσπότην. Καὶ ποῦ ἴσον ἕνα καὶ πολλοὺς ἔχειν τοὺς δεδιττομένους αὐτόν; Μᾶλλον δὲ εἴ τις ἀκριβῶς ἐξετάσειεν, οὐδὲ ἕνα εὑρήσει. Πῶς καὶ τίνι τρόπῳ; Ἐκεῖνος μὲν οὐδένα ἔχει τὸν ἐπιθυμοῦντα αὐτὸν ἐκβαλεῖν τῆς δουλείας ταύτης, καὶ εἰσαγαγεῖν ἑαυτὸν, ὅθεν οὐδὲ τὸν ἐπιβουλεύοντα ἐν τούτοις ἔχει· οὗτοι δὲ οὐδὲ ἑτέραν σπουδὴν ἔχουσιν, ἀλλ' ἢ τὸ διασαλεῦσαι τὸν εὐδοκιμώτερον καὶ μᾶλλον ἀγαπώμενον παρὰ τῷ κρατοῦντι. ∆ιὸ καὶ πάντας ἀνάγκη κολακεύειν, τοὺς μείζους, τοὺς ὁμοτίμους, τοὺς φίλους. Ἔνθα γὰρ βασκανία καὶ δόξης ἔρως, οὐδὲ φιλίας εἰλικρινοῦς ἐστιν ἰσχύς. Ὥσπερ γὰρ οἱ ὁμότεχνοι φιλεῖν ἀλλήλους οὐκ ἂν δύναιντο ἀκριβῶς καὶ γνησίως, οὕτω καὶ οἱ ὁμότιμοι καὶ τῶν αὐτῶν ἐρῶντες ἐν τοῖς βιωτικοῖς. Ὅθεν καὶ ὁ πόλεμος ἔνδον πολύς. Εἶδες δεσποτῶν ἐσμὸν, 58.572 καὶ δεσποτῶν χαλεπῶν; Βούλει καὶ ἕτερον ἐπιδείξω τούτου χαλεπώτερον; Οἱ μετ' αὐτὸν ἅπαντες πρὸ αὐτοῦ γενέσθαι σπεύδουσιν, οἱ πρὸ αὐτοῦ κωλῦσαι γενέσθαι πλησίον καὶ παραδραμεῖν. εʹ. Ἀλλ' ὢ τοῦ θαύματος! ἐγὼ μὲν