369
Υἱοὺς δὲ ἀλλοτρίους ἐνταῦθά μοι δοκεῖ λέγειν τοὺς τῆς ἀληθείας ἀπεξενωμένους. Ὥσπερ γὰρ τοὺς πιστοὺς οἰκείους ἡγούμεθα καὶ ἀδελφοὺς, οὕτω τοὺς ἀπίστους ἀλλοτρίους· καὶ τούτῳ μάλιστα τὸν οἰκεῖον καὶ τὸν ἀλλότριον ἐπιγινώσκομεν. Οἰκεῖος γὰρ οὗτος ὁ τὸν αὐτόν μοι πατέρα ἐπιγραφόμενος, καὶ τῆς αὐτῆς κοινωνῶν τραπέζης, μᾶλλον ἢ ὁ γένει προσήκων· καὶ γὰρ ἀκριβέστερος οὗτος τῆς συγγενείας ὁ νόμος, ὥσπερ οὖν καὶ ἀλλοτριότης ἡ ἀπὸ τῶν ἐναντίων τρανοτέρα τῆς κατὰ γένος. Μὴ τοίνυν τοῦτο ἴδῃς, ὅτι ὑπὸ τὸν αὐτόν ἐσμεν οὐρανὸν καὶ τὴν αὐτὴν οἰκουμένην· ἄλλην γὰρ ἐγὼ κοινωνίαν ἐπιζητῶ, καὶ ὑπὲρ τὸν οὐρανόν. Ἐκεῖ ἡμῶν τὸ πολίτευμα καὶ ἡ ζωή· Ζωὴ γὰρ ἡμῶν, φησὶ, κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Οὐδὲ γὰρ γῆν οἰκοῦμεν, ἀλλὰ μετέστημεν πρὸς τὴν ἄνω μητρόπολιν. Ἕτερον φῶς ἀληθινὸν ἔχομεν, ἑτέραν πατρίδα, καὶ πολίτας ἄλλους καὶ συγγενεῖς. ∆ιὸ καὶ Παῦλος ἔλεγεν· Ἄρα οὐκ ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων. Πῶς οὖν, φησὶ, τὸν Σαμαρείτην πλησίον ἔφησεν εἶναι ὁ Χριστὸς, καίτοι πολὺ τὸ μέσον ὄν; Ἀλλ' οὐ κατὰ τὸν τῆς φύσεως λόγον. Ὅταν οὖν εὐποιεῖν δέῃ, πᾶς ἄνθρωπός σοι ἐγγὺς ἔστω· ὅταν δὲ ὁ τῆς ἀληθείας γυμνάζηται λόγος, ἐπιγίνωσκε τὸν οἰκεῖον καὶ τὸν ἀλλότριον. Κἂν ἀδελφὸν ἔχῃς ὁμοπάτριον καὶ ὁμομήτριον, καὶ μὴ κοινωνήσῃ σοι κατὰ τὸν τῆς ἀληθείας νόμον, ἔστω σοι τοῦ Σκύθου βαρβαρικώτερος· κἂν Σκύθης, κἂν Σαυρομάτης ᾖ, τῶν δογμάτων δὲ εἰδῇ τὴν ἀκρίβειαν, καὶ πιστεύῃ τοῦτο ὃ καὶ αὐτὸς σὺ, αὐτοῦ τοῦ τὰς αὐτὰς ὠδῖνας σοὶ λύσαντος οἰκειότερος ἔστω καὶ ἐγγύτερος· καὶ τὸν βάρβαρον καὶ τὸν οὐ τοιοῦτον ἐντεῦθεν διακρίνωμεν, μὴ ἀπὸ τῆς γλώττης, μηδὲ ἀπὸ τοῦ γένους, ἀλλ' ἀπὸ τῆς γνώμης καὶ τῆς ψυχῆς. 55.462 Τοῦτο γὰρ μάλιστα ἄνθρωπος, ὅταν δογμάτων ἀκρίβειαν ἔχῃ καὶ πολιτείαν φιλόσοφον. δʹ. Ἀλλ' ἴδωμεν λοιπὸν τοὺς ἀλλοτρίους, πῶς αὐτοὺς ὑπέγραψε καὶ ὁ προφήτης, εἰπών· Ἐξελοῦ με ἐκ χειρὸς υἱῶν ἀλλοτρίων, ὧν τὸ στόμα ἐλάλησε ματαιότητα, καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας. Εἶδες τίνας φησὶν ἀλλοτρίους; Τοὺς ἐν πονηρίᾳ ζῶντας, τοὺς ἀδικίας ἐρῶντας, τοὺς τὰ ἀνόητα φθεγγομένους, τοὺς οὐδὲν χρήσιμον λέγοντας. Ἐπιγίνωσκε τοίνυν τοὺς ἀλλοτρίους ἀπὸ τοῦ στόματος, ἀπὸ τῶν ἔργων· ὥσπερ καὶ ὁ Χριστός φησιν· Ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Καθάπερ γὰρ ἐν τοῖς στρατοπέδοις πολλά τινα δίδονται συνθήματα καὶ σημεῖα, ἵν' εἴποτε ἡ νυκτομαχία γένοιτο, ἢ κόνις ἀρθεῖσα τὰ τῆς νυκτὸς ἐπιδείξαιτο, ἢ καὶ ἑτέρα τις γένοιτο σύγχυσις καὶ ταραχὴ, μὴ τὸν οἰκεῖον ὡς τὸν πολέμιόν τις ἴδῃ, μηδὲ τὸν ἐναντίον ὡς οἰκεῖον· οὕτω καὶ ἐνταῦθα δίδωσί σοι συνθήματα ὁ προφήτης, δι' ὧν δυνήσῃ τὸν οἰκεῖον καὶ τὸν ἀλλότριον γνωρίζειν, οἷον ἀφ' ὧν φθέγγεται, ἀφ' ὧν ποιεῖ, λέγων· Ὧν τὸ στόμα ἐλάλησε ματαιότητα, καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας. Καὶ γὰρ καὶ νῦν πόλεμός ἐστι καὶ μάχη, καὶ νυκτομαχία χαλεπωτάτη, δαιμόνων βαλλόντων, ἐπιθυμιῶν ἐπιβουλευουσῶν, λογισμῶν ἐπανισταμένων. Ἔστι καὶ ἐν τοῖς μεμυημένοις συνθήματα καὶ σύμβολα· κἂν βουληθῶμέν τινα, ἀμφιβάλλοντες εἴτε ἀμύητός ἐστιν, εἴτε μεμυημένος, ἐπιγνῶναι, ταῦτα ἐρωτῶντες μανθάνωμεν. Ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας. Τί τοίνυν τούτου χαλεπώτερον γένοιτ' ἂν, ὅταν τὴν εἰς βοήθειαν δεδομένην, εἰς ἐπιβουλὴν τρέπωμεν; ∆ιὰ γὰρ τοῦτο ἔχομεν δεξιὰς, ἵνα καὶ ἑαυτοῖς καὶ ἑτέροις ἀδικουμένοις ἀμύνωμεν, ἵνα ἀναιρῶμεν παρανομίας, ἵνα λιμὴν γενώμεθα καὶ καταφυγὴ τοῖς ἐπηρεαζομένοις. Τίνα οὖν ἂν ἔχοιεν συγγνώμην οἱ μὴ πρὸς σωτηρίαν ἑτέρων χρώμενοι τῷ ὅπλῳ τούτῳ, ἀλλὰ πρὸς ἀπώλειαν τὴν ἑαυτῶν; Ὁ Θεὸς, ᾠδὴν καινὴν ᾄσομαί σοι. Ποία αὕτη πάλιν ἡ ἀκολουθία; Πολλὴ μὲν οὖν καὶ ἐνταῦθα. Ἐπειδὴ γὰρ εἶπεν, Ἐξαπόστειλον τὴν χεῖρά σου, καὶ, Ἐξελοῦ με, καὶ σκόρπισον ἐκείνους, ἐπαγγέλλεται καὶ ἀμείβεσθαι τῆς συμμαχίας