382
20ἀλλ' εἰ τοῦ γεννη τοῦ πρὸς τὸ ἀγέννητον ἐναντίως ἔχοντος κατ' ἴσον ὑποβαίνοι τὸ γεννητὸν φῶς πρὸς τὸ ἀγέν νητον φῶς, τὸ μὲν γενήσεται φῶς, τὸ δὲ σκότος20. τὸ μὲν οὖν ὀξὺ καὶ εὔστοχον τῆς πρὸς τὴν ἀντίθεσιν ἀπαν τήσεως, ὅτῳ σχολή, διὰ τῶν ἐκείνου μαθέτω λόγων. ἐγὼ δὲ τὸν τῶν ἡμετέρων ὑποκριτὴν ἀξιώσαιμ' ἂν ἢ τὰ ἡμέτερα λέγειν (ἢ ὡς ἐγγυτάτω προσάγειν τοῦ λόγου τὴν μίμησιν), ἢ καθὼς πεπαίδευται καὶ δύναται κεχρημένον τῷ λόγῳ ἐκ τοῦ ἰδίου προσώπου καὶ μὴ ἐξ ἡμῶν διαλέγεσθαι. μήποτε γὰρ οὕτω παραχθείη τῶν ἡμετέρων μηδείς, ὥστε τοῦ γεν νητοῦ πρὸς τὸ ἀγέννητον ἐναντίως κατὰ τὸ σημαινόμενον 3.10.52 ἔχοντος ὑπόβασιν τοῦ ἑτέρου τὸ ἕτερον οἴεσθαι. πᾶν γὰρ τὸ ἀντικείμενον οὐκ ἐν ὑφέσει τὴν διαφοράν, ἀλλ' ἐν παντελεῖ τῇ κατὰ τὸ σημαινόμενον ἀλλοτριώσει τὴν ἀντι διαστολὴν ἔχει, οἷον καθεύδειν τινὰ λέγομεν ἢ μὴ καθεύ δειν, καθῆσθαι ἢ μὴ καθῆσθαι, γεγεννῆσθαι ἢ μὴ γεγεν νῆσθαι, τἆλλα πάντα κατὰ τὸν αὐτὸν τύπον· ὧν ἡ τοῦ ἑνὸς ἄρσις θέσις τοῦ ἀντικειμένου γίνεται. ὥσπερ οὖν τὸ ζῆν οὐχὶ ὕφεσίς ἐστι τοῦ μὴ ζῆν, ἀλλὰ παντελὴς ἐναν τίωσις, οὕτω τὸ γεγεννῆσθαι οὐχ ὕφεσιν τοῦ μὴ γεννη θέντος ἐνοήσαμεν, ἀλλ' ἀντίθεσίν τινα καὶ ἀντιδιαστολὴν ἀμεσίτευτον, ὡς τὸ ἐν ἑκατέρῳ σημαινόμενον μηδενὶ τρόπῳ κοινωνεῖν πρὸς τὸ ἕτερον μήτε ἐν ὀλίγῳ μήτε ἐν πλείονι. ὁ τοίνυν τὸ ἐξ ἐναντίου νοούμενον ὑποβαίνειν πρὸς τὸ ἀντι κείμενον λέγων ἐκ τοῦ ἰδίου προαγέτω προσώπου τὸν λόγον. 3.10.53 ὁ γὰρ ἡμέτερος ἰδιωτισμὸς τὰ τοῖς ἀντικειμένοις ἀναλο γοῦντα κατὰ τὸ ἴσον τοῖς πρωτοτύποις καὶ πρὸς ἑαυτὰ λέγει διΐστασθαι. ὥστε εἰ καὶ τῷ φωτὶ τὴν αὐτὴν παραλ λαγὴν ἣν τῷ γεννητῷ πρὸς τὸ ἀγέννητον ἐνορᾷ ὁ Εὐνόμιος, τὸν ἡμέτερον ἐπαναλήψομαι λόγον, ὅτι ὡς ἐκεῖ τὸ ἕτερον τῆς ἀντιφάσεως μέρος ἀκοινώνητον πρὸς τὸ ἀντικείμενον μένει, οὕτως εἴπερ τῷ ἑνὶ μέρει τῶν ἀντιθέτων τὸ φῶς συναρμοσθείη, τὸ λειπόμενον συζυγὲς τῷ σκότῳ πάντως ἀναδειχθήσεται, τῆς ἀντιθετικῆς ἀνάγκης ἀναλόγως τοῖς προάγουσι καὶ τὸν τοῦ φωτὸς λόγον πρὸς τὸ ἀντι-3.10.54 κείμενον διαστελλούσης. ταῦτα ἡμεῖς οἱ 20δίχα λογικῆς ἐντρεχείας ἐπιχειροῦντες τῷ γράφειν20, καθώς φησιν ὁ διαβάλλων ἡμᾶς, πρὸς τὸν νέον Παιανιέα διὰ τῆς ἐπιχωρίου γλώττης ὑπαγροικίζομεν. πῶς δὲ πρὸς τὴν ἀντίθεσιν ταύτην διηγωνίσατο τοὺς θερμοὺς ἐκείνους καὶ πῦρ πνέοντας λόγους κατὰ τὴν ∆ημοσθενικὴν εὐτονίαν καθ' ἡμῶν προβαλλόμενος, ὅσοις καθ' ἡδονήν ἐστι τὸ γελᾶν, αὐτοῖς ἐπερχέσθωσαν τοῖς γεγραμμένοις τῷ ῥήτορι. τὸ γὰρ ἡμέτερον πρὸς μὲν ἔλεγχον τῶν τῆς ἀσεβείας δογμάτων οὐ λίαν δυσκίνητον, πρὸς δὲ τὸ κωμῳδεῖν τὴν ἀμαθίαν τῶν ἀπαιδεύτων παντελῶς ἐστιν ἀνεπιτήδειον.