453
πείσαντες. αὐτίκα τε ἐφαίνετο καὶ βασιλεῖ βέλτιστα τοὺς ὁπλίτας παραινεῖν καὶ ἐπένευε πρὸς τὴν τειχομαχίαν, ἐκέλευέ τε τοῖς μὲν ὁπλίταις κλίμακας κατασκευάζειν, τοῖς δὲ ἡγεμόσι τῆς στρατιᾶς ἅμα ἕῳ ἐφοπλίζειν, ὡς τειχομαχήσοντας, τὴν στρατιάν. ἐπεὶ δὲ ἡμέρα ἤδη ἦν, διέταττε τὴν στρατιὰν, καὶ τὸ μὲν βαρβαρικὸν τοῖς κατὰ τὴν λίμνην τείχεσιν ἐφίστη, ὅθεν ἦν ἀδύνατον ἑλεῖν, ἵν', εἰ καὶ ἁλῶναι Ἔδεσσαν συμβαίη, μὴ ἔχοιεν οἱ βάρβαροι, ὅθεν εἰσελθόντες ἀποκτείνοιέν τινας· αὐτὸς δὲ τὸ κράτιστον ἔχων τῶν ὁπλιτῶν μετὰ τῶν εὐπατριδῶν, πρὸς τὴν ἀκρόπολιν ἀντικαθίστατο, ὅθεν τείχη τε ἦσαν καρτερώτατα, καὶ Τριβαλῶν καὶ τῶν Ἐδεσσηνῶν τὸ κράτιστον ἐφρούρει· τοὺς δὲ ἄλλους ἡγεμόνας μετὰ τῶν ταγμάτων τοῖς λοιποῖς τείχεσιν, ὡς ἕκα 3.129 στος ἔτυχεν, ἀντικαθίστη, καὶ ἤρχοντο τειχομαχίας ἀρχομένης εὐθὺς ἡμέρας· ἐγένετο δὲ καρτερωτάτη ἄχρι μέσης ἀνενδότως. οἵ τε γὰρ ἔνδοθεν ἀπὸ τῶν τειχῶν ἠμύνοντο καρτερῶς, καὶ οἱ ἔξωθεν τόλμης ἔργα καὶ ἀνδρίας ἐπεδείκνυντο θαυμαστὰ, μάλιστα δὲ οἱ ὁπλῖται καὶ οἱ ἀπὸ τῶν τριηρέων ψιλοὶ ἠφείδουν ἑαυτῶν. ὁ βασιλεὺς γὰρ ἐκήρυξε τῷ πρώτως ἀναθέντι τοῖς τείχεσι σημαίαν τέτταρας μνᾶς ἀριστεῖον ἔσεσθαι χρυσίου, τρεῖς δὲ τῷ μετ' ἐκεῖνον ἀναβάντι, καὶ τῷ τρίτῳ δύο μετ' αὐτούς. κατὰ μέσην δὲ ἡμέραν, πολλῶν ἀπὸ τῶν ἔνδοθεν ἀμυνομένων τραυματιῶν γενομένων, ἐνίων δὲ καὶ ἀποθανόντων, τάς τε κλίμακας προσήρεισαν τοῖς τείχεσιν, ἀδρανῶς ἤδη τῶν ἔνδοθεν ἀμυνομένων, καὶ τῇ πύλῃ τῆς ἀκροπόλεως πῦρ ὑφῆπτον· δαπανηθείσης δὲ, ἐκεῖθέν τε καὶ ἀπὸ τῶν κλιμάκων εἰσεχέοντο, καὶ εἴχετο ἡ πόλις τοῦτο δὴ τὸ λεγόμενον κατάκρας. καὶ ὁ βασιλεὺς, ἐπεὶ κατ' αὐτὸν ἐγένετο ἡ ἅλωσις, ἔνδον γενόμενος, οὐκ εἴα ἀτακτεῖν τοὺς στρατιώτας, πλὴν τῶν πρώτως εἰσελθόντων τινὰ μικρὰ ὠφεληθέντων· ἀπέθανε μέντοι ἐκ τῶν μετὰ βασιλέως Ῥωμαίων ἢ βαρβάρων οὐδὲ εἷς· τραυματίαι δὲ ἐγένοντο πολλοί. μετὰ δὲ τὴν ἅλωσιν ὁ βασιλεὺς τοὺς στρατιώτας, ὅσοι ἦσαν Τριβαλοὶ, ἀπέλυσε πρὸς τὴν οἰκίαν ἄνευ ἵππων. τέτταρας δὲ τοὺς ἡγεμόνας εἶχεν ἐν φρουρᾷ, καὶ τῶν πολιτῶν τοὺς τὰ Κράλη ᾑρημένους ἐξήλασε τῆς πόλεως· φρουράν τε πρὸς τὴν ἄκραν διακοσίους ὁπλίτας καὶ ψιλοὺς καταλιπὼν καὶ ἡγεμόνα τῇ 3.130 πόλει Λυζικὸν Γεώργιον, κράτιστον δοκοῦντα τὰ πολέμια καὶ συνετὸν, εἰς Βέῤῥοιαν ἐπανῄει. προσεχώρουν δὲ καὶ ἀμαχεὶ τὰ περὶ Ἔδεσσαν καὶ Βέῤῥοιαν φρούρια καὶ αἱ πολίχναι, τά τε Σταρίδολα λεγόμενον καὶ ἡ Πέτρα καὶ ὁ Σωσκὸς καὶ ἡ ∆εύρη, ἔτι τε ὁ Ὀστροβὸς καὶ τὰ Νότια· καὶ ἐκ τῶν Θετταλίας πολιχνίων τὸ Λυκοστόμιον λεγόμενον καὶ τὸ Καστρίον. ἀναπαύλης δὲ μικρᾶς τινος ὁ βασιλεὺς ἀξιώσας τὴν στρατιὰν, ἐξεστράτευσεν αὖθις κατὰ Σερβίων. πόλις δὲ ταῦτα οὐ μικρὰ, ἐν μεθορίοις Βοττιαίας κειμένη καὶ Θετταλίας· ἧς ἦρχε μετὰ τῆς ἄλλης Θετταλίας Πρεάλιμπος τῶν παρὰ Κράλῃ δυνατῶν, ὃς μάλιστα ἐδόκει συνέσει καὶ εὐτολμίᾳ καὶ τῇ περὶ τὰ πολέμια τῶν ἄλλων προέχειν ἐμπειρίᾳ. κεῖται δὲ ἡ πόλις ἐκείνη ἐπί τινος ἀνάντους τοῦ ὄρους προβολῆς εὐθὺς ἐξαρχῆς αὐτὴ ἑαυτῆς μετεωροτέρα φαινομένη καὶ οὖσα προϊόντι. ἐπ' αὐτήν τε τὴν ἀκρώρειαν καταλήγει τρισὶ διατειχίσμασι διῃρημένη, ὡς δοκεῖν ἔξωθεν τρεῖς εἶναι πόλεις κειμένας ἐπαλλήλους. ἑκατέρωθέν τε φάραγγας περιβέβληται βαθείας. τὸ δ' ἀπὸ τῆς πόλεως ἄχρι τοῦ ἐπιπέδου καὶ τῶν φαράγγων, ὅσον μάλιστα οἰκεῖσθαι ἐπιδέχεται, οἰκιῶν πεπλήρωται καὶ ἀνθρώπων οὐ τῶν πολλῶν μόνον, ἀλλὰ καὶ τῶν ἀρίστων ἐκ τῶν πολιτῶν καὶ ἐκ τῶν στρατιωτῶν, οἳ ἦσαν ἐγχώριοι πολλοί τε καὶ ἀγαθοί· ἥ τε πόλις, ἐπαλλήλους τὰς οἰκίας ἔχουσα διὰ τὴν ἀπὸ τοῦ τόπου θέσιν, ὀλίγας ἔχειν δοκεῖ οἰκίας πολυορόφους. οἰκεῖται δὲ τὰ μὲν δύο τμήματα ὑπὸ τῶν πολι 3.131 τῶν· τὸ δὲ τρίτον, ἄκρα ὂν, τῷ ἄρχοντι ἀνεῖται. ἔστι δὲ δυσπρόσοδος πανταχόθεν, καὶ οὐ πάνυ ῥᾳδία πρὸς τειχομαχίαν. ᾗ ὁ Πρεάλιμπος ἐνδιατρίβων, τάφρων μὲν οὐκ ἐδεήθη, οὐδέ τινος πρὸς ὀχυρότητα σπουδῆς· ἤρκει γὰρ ἡ προσοῦσα φύσει· τοῖς πολίταις δὲ καὶ πάνυ ἀπιστῶν, τῶν μὲν τὴν πόλιν οἰκούντων παῖδας καὶ χρήματα καὶ γυναῖκας εἰς τὸ δεύτερον διατείχισμα