454
ἀνελάμβανε, τοὺς ἄνδρας δὲ πάντας ἐξήλαυνεν ἐπὶ τὸ τρίτον, καὶ ἐκέλευεν ἀμύνεσθαι βασιλέα ἐπιόντα ὑπὲρ σφῶν αὐτῶν καὶ τέκνων· αὐτὸς δὲ τὴν ἄκραν κατεῖχε, καὶ τῷ δευτέρῳ διατειχίσματι, ἐν ᾧ αἱ γυναῖκες καὶ οἱ παῖδες ἦσαν, φρουρὰν ἐπέστησε Τριβαλικήν. συνῆσαν γὰρ αὐτῷ ὑπὲρ πεντακοσίους, ὡς ἐλέγετο. τοὺς μέντοι τῶν τειχῶν οἰκοῦντας ἔξω οὔτ' αὐτοὺς εἴα εἰς τὴν πόλιν εἰσιέναι, οὔτε παῖδας εἰσεδέχετο καὶ γυναῖκας, ἀλλ' ἐκέλευε πρὸ τῶν οἰκιῶν ἑστῶτας μάχεσθαι, δυσπροσόδου ὄντος τοῦ χωρίου καὶ χαλεπωτάτου τοῖς ἐπιοῦσιν. οὕτω μὲν οὖν ἐκεῖνος παρεσκεύαστο πρὸς τὴν πολιορκίαν. ἐλέγετο δὲ καὶ ὡς ἄκων κατασχεθείη πρὸς τῇ πόλει. μᾶλλον γὰρ ἐβούλετο φυγομαχεῖν ἐπὶ τὰς τῆς Θετταλίας πόλεις. οἱ συνόντες δὲ παρῄνουν μὴ τὴν πόλιν ἐκλιπεῖν, ὡς, εἰ ταύτης περιγένοιτο, καὶ Θετταλίαν πᾶσαν καθέξοντος βασιλέως ἀσφαλῶς. οἷς πειθόμενος ὑπέμεινε τὴν πολιορκίαν. βασιλεὺς δὲ ἐπεὶ ἐγγὺς τῆς πόλεως ἐστρατοπεδεύετο, πρῶτα μὲν ἐπὶ λεηλασίαν ἔπεμπε 3.132 τὴν στρατιὰν, ὀλίγους ἐν τῷ στρατοπέδῳ κατασχών· καὶ ἔκ τε αὐτῶν Σερβίων καὶ τῶν περικειμένων κωμῶν πολλὴν λείαν ἄγοντες ἐπανῆκον Ῥωμαῖοί τε καὶ βάρβαροι ὁμοίως. ἔπειτα ἐγγύτερον γενόμενοι παρεσκευάζοντο πρὸς τὴν τειχομαχίαν. οἱ ἐπὶ τῆς ἔξω δὲ Σερβίων συνοικίας, τήν τε βασιλέως δεδοικότες ἔφοδον, καὶ τῶν Τριβαλῶν εἰς τὴν πόλιν οὐ προσδεχομένων, ἄλλως τε καὶ τὰ βασιλέως μᾶλλον ᾑρημένοι, κοινῇ τε πάντες ἐκ συνθήματος προσεχώρουν βασιλεῖ, καὶ τὴν στρατιὰν ἐδέχοντο καὶ ἐξένιζον ἐπὶ τῶν οἰκιῶν. οἱ δὲ ἔνδον καὶ αὐτοὶ μὲν τὰ βασιλέως μάλιστα ᾑροῦντο, ἐχομένων δὲ τῶν παίδων καὶ τῶν γυναικῶν, ἀναγκαίως προσεῖχον Τριβαλοῖς. εἰς τρίτην δὲ ἡμέραν παρασκευασάμενοι ἐτειχομάχουν, καὶ τῶν ἐγχωρίων μάλιστα ἐφελκομένων καὶ οὐκ ἀδύνατον ἐπαγγελλομένων τὴν παράληψιν. ἐπεὶ δὲ οὐ πανταχόθεν ἐξῆν προσβάλλειν ἀποκρότων ὡς ἐπιπλεῖστον καὶ σκληρῶν τῶν τόπων ὄντων, ἔνθα μάλιστα ἐξῆν προσβαίνειν τὸ κράτιστον τῶν τοξοτῶν ἐπιστήσας ὁ βασιλεὺς, ἐκέλευε τοῖς τόξοις χρῆσθαι καὶ ἀνείργειν τοὺς ἀμυνομένους. ἄλλοι δὲ ἀσπίδας ὑποδύντες προσέβαλλόν τε τοῖς τείχεσι καὶ διώρυττον. ἔτυχε δὲ τὸ διόρυγμα ἐντὸς οἰκίας εἶναι κενῆς ἀνθρώπων· ἐπεὶ δὲ ἤδη διορώρυκτο, καὶ ἔμελλον εἰσιέναι, ἡ τῆς οἰκίας δεσπόζουσα ἐκείνης κατὰ τύχην εἰσελθοῦσα καὶ ἁλισκομένην τὴν πόλιν αἰσθομένη, βοῇ τε ἐχρῆτο καὶ συνεκάλει τοὺς ἀμυνομένους. οἱ δὲ παρῆσαν ἅμα τῷ αἰσθέσθαι, καὶ τοὺς διορύττοντας βάλλοντες, ἀφίστων τῶν τει 3.133 χῶν. ἅμα δὲ καὶ ὄμβρων ῥαγδαίων ἐπενηνεγμένων ἐν αὐτῇ μάλιστα τῆς μάχης τῇ ἀκμῇ, ἥ τε ἄλλη στρατιὰ ἐπέπαυτο καὶ ἀνεχώρει πρὸς τὸ στρατόπεδον, οὐ δυναμένη πρός τε ὄμβρους ὁμοῦ καὶ πολεμίους μάχεσθαι ἀσφαλῶς ἑστῶτας ἐπὶ τῶν τειχῶν, αὐτοὶ διολισθαίνοντες τὰ πολλὰ πρὸς τὸν πηλόν. καὶ ὁ βασιλεὺς ἐπεὶ διημάρτανε τῆς πόλεως πρὸς τὴν πρώτην ἐπιχείρησιν, τό,τε βιάζεσθαι τοῖς ὅπλοις ἀπογνοὺς, καὶ πρὸς τὸ πολιορκεῖν διὰ τοὺς ὄμβρους καὶ τὸν χειμῶνα ἀδυνάτως ἔχων, αὖθις ἀνέστρεφεν εἰς Βέῤῥοιαν· εἵποντο δὲ καὶ οἱ ἐκ τῆς ἔξω Σερβίων συνοικίας πλὴν ὀλίγων πάντες, ὅσοι μάλιστα ἐν λόγῳ ἦσαν, ἅμα γυναιξὶ καὶ τέκνοις, ὀλίγα ἔχοντες ἐκ τῆς οὐσίας, ὅσα φέρειν ἦσαν δυνατοὶ, οὐ μόνον διὰ τὴν πρὸς βασιλέα εὔνοιαν, ἀλλ' ὅτι καὶ ἐκ Τριβαλῶν οὐδὲν διὰ τὴν ἀποστασίαν ἤλπισαν ἐπιεικὲς, εἰ γένοιντο ἐπ' αὐτοῖς. ἔτι δὲ ἐν Βεῤῥοίᾳ βασιλέως διατρίβοντος, ἐκ τῶν μάλιστα ἐπισήμων πόλεων αἳ Ῥωμαίων μὲν ἦσαν ὑπήκοοι τὸ ἀρχαῖον, χρόνον δὲ ἐδούλευσαν οὐκ ὀλίγον Τριβαλοῖς, ἧκον διαλεγόμενοι κρύφα καὶ δεόμενοι ἥκειν παρ' αὐτοὺς, ὡς εἰσδεξόμενοι ἐκβαλόντες Τριβαλούς. οὐ μόνον δὲ ἐκ τῶν ἄλλων, ἀλλὰ καὶ ἐξ αὐτῆς Σκοπιᾶς, ἣ δοκεῖ βασίλεια Κράλη εἶναι ἀπὸ τοῦ βασιλέως τοῦ πρώτου τῶν Παλαιολόγων Μιχαὴλ τῆς Ῥωμαίων ἀρχῆς ἐκτετμημένη, πρέσβεις ἧκον ἀναφανδὸν ἀπὸ τῆς πόλεως κοινῇ βασιλέα καλοῦντες ἥκειν ἐπ' αὐτοὺς, ὡς 3.134 παραδώσοντες τὴν πόλιν. ὁ Κράλης γὰρ ἐπὶ Παίονας ἐστρατευμένος τότε, ὡς ἐπύθετο βασιλέα ἐπιόντα, καίτοι στρατιὰν πλείστην