456
μου ὑγρότητος ἐκ τῆς ἐπελθούσης κακώσεως. Αὕτη γὰρ ἡ ὑγρότης ὅτε μοι παρῆν, πιαίνουσα τὸ ὀστοῦν, διῄρει αὐτὸ ἀπὸ τῆς σαρκὸς, τὴν μέσην σάρκα καὶ ὀστέων ἔχουσα χώραν. Ὡμοιώθην πελεκᾶνι ἐρημικῷ· φεύγων δηλονότι τὰς ἐν ὄχλῳ διατριβὰς ἐμονούμην καὶ ἐξηνθρώπιζον. Ἐπεὶ καὶ τὸ ζῶον τοῦτο φιλέρημον εἶναι λέγεται ὁ πελεκάν. Παρίστησι δὲ καὶ τὴν ἐρημίαν τοῦ ἔθνους, καὶ τοῦτό που καθ' ἣν μόνος εὕρηται εἷς που καὶ δεύτερος καὶ βραχεῖς τινες· οἷον Ἱερεμίας ἢ Βαροὺχ, ἢ ἕτερος τῶν τότε ἀπολειφθέντων, ὧν ἐκ προσώπου λέγεται τὰ προκείμενα. Ὁμοιοῦται δὲ καὶ ὁ Κύριος ἐρημικῷ πελεκᾶνι κατὰ τὴν τοῦ ὀρνέου τούτου πρὸς τὰ ἔγγονα θαυμασιωτάτην συμπάθειαν. Τοῦτο γὰρ τὸ ζῶον τὰς νοσσιὰς παρὰ πέτραις ἀποτόμοις πηγνύμενον τοῖς νεοσσοῖς, τὸ μὴ ῥᾷστα παρά τινος τῶν ἐπιβούλων διαφθείρεσθαι, κατεργάζεται. Ἀλλ' ὅ γε ὄφις, ἀποπτάντος αὐτῶν τοῦ πατρὸς, ἐπειδὴ καὶ μὴ προσεγγίζειν τῇ καλιᾷ δύναται, ἐπιχέει αὐτοῖς πόῤῥωθεν 23.1256 τὸν ἰόν· περισκοπεῖ γὰρ ὅθεν πνεῖ ὁ ἄνεμος, κἀκεῖθεν ἐμφυσᾷ τοῖς νεοττοῖς τὸν ἰὸν αὐτοῦ, καὶ τελευτῶσιν. Ἀλλ' ὁ γεννήσας, αὐτοῖς ἐπιπτὰς αὖθις, καὶ τὴν ἐπιβουλὴν φυσικοῖς λόγοις εἰδὼς, οἶδε πάλιν ὁμοίως ὅπως ἀναβιώσονται. Σκοπεῖ γὰρ νεφέλην καὶ πέτεται εἰς ὕψος, καὶ κατὰ κορυφὴν ἠρέμα ἐπ' αὐτοῖς πτερύσσεται, καὶ τὰ πλευρὰ τοῖς πτεροῖς ἑκατέρωθεν πλήσσων σφοδρότερον, αἵματος αὐτοῖς ῥανίδας ἀφίησιν· αἱ δὲ διὰ τῆς νεφέλης ἐπιστάζουσαι ζωογόνον τοῖς νεκρωθεῖσιν ἐντιθέασι δύναμιν, καὶ ἐγείρονται. Λαμβάνεται οὖν ὁ πελεκὰν εἰς τὸν Κύριον, οἱ δὲ νεοττοὶ εἰς τοὺς πρωτοπλάστους, ἡ δὲ καλιὰ εἰς τὸν παράδεισον, ὁ δὲ ὄφις εἰς τὸν ἀποστάτην διάβολον. Ἐνεφύσησεν οὖν οὗτος διὰ τῆς παρακοῆς τοῖς ἐν τῷ παραδείσῳ τεθεῖσι πρωτοπλάστοις, καὶ νέκρωσιν αὐτοῖς ἐντέθεικεν· ὁ δὲ Χριστὸς διὰ τὴν πρὸς ἡμᾶς ἀγάπην ὑψοῦ γενόμενος ἐπὶ τοῦ σταυροῦ, καὶ νυγεὶς τὴν πλευρὰν, ἐκεῖθεν τὸ ζωήῤῥυτον ἐστάλαξεν αἷμα, καὶ διὰ τῆς νεφέλης τοῦ ἁγίου Πνεύματος νεκρωθέντας ἡμᾶς ἀνεζώωσεν· Ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ. ∆ειλὸν ὁ νυκτικόραξ· διὸ φεύγων πανταχόθεν τοῖς ἐρειπίοις τῶν οἰκημάτων ἐναυλίζεται, καὶ ἐν νυκτὶ κράζει ὑπὸ δειλίας. ∆ιὰ μὲν οὖν τοῦ πελεκᾶνος τὴν παντελῆ ἐρημίαν τοῦ λαοῦ ἐσήμανε· διὰ δὲ τοῦ νυκτικόρακος τὸ κατειληφὸς σκότος τὸν λαὸν δηλοῖ· καὶ ὅτι, τοῦ καταυγάζοντος αὐτοὺς φωτὸς ἀποσβεσθέντος, οἷα ἐν σκοτίᾳ εἰσὶ καὶ νυκτὶ ἀγνωσίαν Θεοῦ ἔχοντες. Τάχα δὲ ὁ ἅγιος, ἐπειδὴ παννύχεις ἐβόα προσευχόμενος, ἀναγκαίως ἑαυτὸν παραβάλλει νυκτικόρακι. Ἠγρύπνησα, καὶ ἐγενήθην ὡσεὶ στρουθίον μονάζον ἐπὶ δώματι. Ὅλην τὴν ἡμέραν ὠνείδιζόν με οἱ ἐχθροί μου, καὶ οἱ ἐπαινοῦντές με κατ' ἐμοῦ ὤμνυον. Καταγέλαστος ἐγενόμην τοῖς δυσμενέσι, καὶ ὁ πάλαι ζηλωτὸς καὶ περίβλεπτος, νῦν ὅρκος γέγονα τοῖς πάλαι θαυμάζουσι· κατὰ γὰρ τῶν ἐμῶν ὀμνύουσι συμφορῶν· Μὴ πάθοιμι ἃ οἱ δεῖνες πεπόνθασι. Καὶ οἱ ἐπαινοῦντές με κατ' ἐμοῦ ὤμνυον· ὡς μὴ ἔχοντα βοηθὸν τὸν Θεόν. Καὶ οὐ μόνον οἱ ἐχθροὶ τοῦ Θεοῦ ταῦτ' ἔπραττον, ἀλλὰ καὶ οἱ ἀγαπῶντές με κατ' ἐμοῦ ὤμνυον, τουτέστιν οἱ ἀπὸ τοῦ αὐτοῦ ἔθνους καὶ γένους. Καὶ οὗτοι γοῦν ἠπίστουν ταῖς αὐταῖς προφητείαις, τάς τε παρακλήσεις καὶ τὰς τῶν μελλόντων ἐπαγγελίας διασύροντες κατ' ἐμοῦ ὤμνυον, τὸ μὴ πιστεύειν τοῖς ὑπ' ἐμοῦ προφητευομένοις. Ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον, καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων. Τούτοις παραπλήσια τὰ ἐν τῷ οθʹ ψαλμῷ· Ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων, καὶ ποτιεῖς ἡμᾶς ἐν δάκρυσιν ἐν μέτρῳ. Τὴν δὲ τῆς ὀδύνης ὑπερβολὴν διὰ τούτων δηλοῖ. Εἰ γὰρ ὁ τῆς τροφῆς καιρὸς ὀδύνης ὑπῆρχε μεστὸς, τίς ἂν ἄλλος καιρὸς ταύτης ἐλεύθερος ἦν; Τούτοις δὲ, φησὶ, περικλύζομαι τοῖς κακοῖς· ἐπειδὴ σὺ, ∆έσποτα, κεκίνηκας κατ' ἐμοῦ τὴν ὀργήν. Ταῦτα δέ φησιν ὁ Προφήτης, οἰκειούμενος τὴν τοῦ λαοῦ συμφορὰν, καὶ ὀλοφυρόμενος τὴν ἀπώλειαν τοῦ τοσούτου πλήθους, Ἀπὸ προσώπου τῆς ὀργῆς καὶ τοῦ