1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

17

ὁμοῦ Πέτρος καὶ Θωμᾶς ὁ λεγόμενος ∆ίδυμος καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανὰ τῆς Γαλιλαίας, περὶ οὗ ὁ κύριος ἐμαρτύρησεν· Ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστιν· ἦσαν δὲ καὶ οἱ υἱοὶ Ζεβεδαίου, Ἰωάννης καὶ Ἰάκωβος, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. Λέγει αὐτοῖς Σίμων Πέτρος· ὑπάγω ἁλιεύειν. Λέγουσιν αὐτῷ· ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. Ἐξῆλθον οὖν καὶ ἀνέβησαν εἰς τὸ πλοῖον εὐθύς, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. Πρωΐας δὲ γενομένης ἔστη ὁ Ἰησοῦς ἐπὶ τοῦ αἰγιαλοῦ· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστιν. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· παιδία, μή τι προσφάγιον ἔχετε; Ἀπεκρίθησαν αὐτῷ· οὔ. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον καὶ εὑρήσετε. Ἔβαλον οὖν καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυσαν ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. Λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς, τουτέστιν αὐτὸς ὁ Ἰωάννης· ὁ κύριός ἐστιν. Σίμων οὖν Πέτρος ἀκούσας ὅτι ὁ κύριός ἐστιν, ἔλαβε τὸν ἐπενδύτην καὶ ἐζώσατο, ἦν γὰρ γυμνός, καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν· οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον, οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς ἀλλ' ὡς ἀπὸ πηχῶν διακοσίων, σύροντες τὸ δίκτυον τῶν ἰχθύων. Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. Ἀνέβη Σίμων Πέτρος καὶ εἵλκυσε τὸ δίκτυον ἐπὶ τῆς γῆς μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· δεῦτε ἀριστήσατε. Οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν· σὺ τίς εἶ; εἰδότες ὅτι ὁ κύριός ἐστιν. Ἔρχεται ὁ Ἰησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς καὶ τὸ ὀψάριον ὁμοίως. Καὶ ὅτε ἠρίστησαν, τότε ἀκολούθως ἐντέλλεται τῷ Πέτρῳ καὶ τοῖς λοι ποῖς ἀποστόλοις, πῶς ποιμανοῦσι τὴν ἀνθρωπότητα. Ὁρᾷς ἀγαθότητα θεοῦ; Ὁρᾷς φιλανθρωπίαν δεσπότου; Οὐ κατέγνω τῶν ἀποστόλων οὐδὲ ᾐτιάσατο τούτους οὐδὲ ἔπληξεν αὐτοὺς λέγων· «∆ιὰ τί κατελίπετε τὸ κήρυγμα καὶ ἐπὶ τὴν ἄγραν τῶν ἰχθύων ἐτράπητε «; Ἀλλὰ καὶ ἐπισκέπτεται τούτους καὶ παρακα λεῖ αὐτοῖς καὶ συνεργεῖ αὐτοῖς πρὸς τὴν θήραν καὶ ἄριστον αὐτοῖς εὐτρεπίζει ἑτοιμάσας ἄρτον καὶ τὸ ὀψάριον, ἵνα καὶ ἐν τούτῳ δείξῃ ὅτι γῆς καὶ θαλάσσης αὐτός ἐστι δημιουργός. Τί δὲ καὶ ὁ μακάριος Λουκᾶς ὁ εὐαγγελιστὴς καὶ μετὰ τὴν ἀνάστασιν λέγει; Πρῶτον γὰρ τὰς ἁγίας γυναῖκάς φησιν ἑωρακέ ναι τὸ μνημεῖον ἀνεῳγμένον καὶ ἀκοῦσαι παρὰ τῶν ἀγγέλων· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; Οὐκ ἔστιν ὧδε, ἀλλὰ καθὼς εἶπεν ἠγέρθη ἀπὸ τῶν νεκρῶν. Ταῦτα μαθοῦσαι παρὰ τῶν ἀγγέλων ἀπήγγειλαν τοῖς ἕνδεκα μαθηταῖς, ὅτι ἠγέρθη ὁ κύριος ἀπὸ τῶν νεκρῶν. Ὁ δὲ ἅγιος Πέτρος ἀκούσας ἔδραμεν ἐπὶ τὸ μνημεῖον καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα καὶ ἀπῆλθε πρὸς ἑαυτὸν θαυμάζων. ∆ύο δέ τινες ἐξ αὐτῶν ἦσαν πορευόμενοι εἰς κώμην τινά, οἷς καὶ ὀφθεὶς ὁ κύριος ἐξελέγξας τὴν ἀπιστίαν αὐτῶν ἐδίδασκεν αὐτούς, ὅτι δεῖ παθεῖν τὸν Χριστὸν κύριον καὶ ἀναστῆναι. Καὶ ὑποστρεψάντων αὐτῶν εἰς Ἱερουσαλὴμ καὶ διηγουμένων τοῖς ἕνδεκα μαθηταῖς πῶς ὤφθη αὐτοῖς ὁ κύριος ἐν τῇ ὁδῷ, καὶ τῶν μαθητῶν ἔτι ταρασσομένων καὶ διαλογιζομένων περὶ τούτου, αὐτὸς ὁ κύριος ἔστη ἐν μέσῳ αὐτῶν, εἰρήνη ὑμῖν λέγων, ἐγώ εἰμι, μὴ φοβεῖσθε. Πτοηθέντες δὲ καὶ ἔντρομοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. Καὶ εἶπεν αὐτοῖς· Τί τεταραγμένοι ἐστέ, καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; Ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. Καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. Ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· ἔχετέ τι βρώσιμον ἐνθάδε; Οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίου· καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν, ἵνα πείσῃ αὐτοὺς καὶ διὰ τοῦ βρώματος, ὅτι αὐτός ἐστιν ὁ καὶ πρὸ τοῦ πάθους συνὼν αὐτοῖς καὶ συνδιαιτώμενος.