In Lazarum

 ἀδελφοῦ σου μαθήσῃ. Ἀναστήσεται γὰρ ὁ ἀδελφός σου. Συγγινώσκω σοι, Μάρθα· μεθύεις γὰρ τῇ λύπῃ-ὥσπερ αὐτῇ εἶπεν· καλῶν μεθύων τις σφάλλεται-, ὅτε ἐκνήψ

 Τῶν δὲ ἀποκυλισάντων μετὰ γογγυσμοῦ- ἐδρίμυττεν γὰρ αὐτοὺς ἡ νεκροφόρος δυσήνιος ἀποφορά-, ἀποκυλισάντων δὲ τῶν παρόντων τὸν λίθον, εὐθέως ἐβόησεν ὁ κ

Τῶν δὲ ἀποκυλισάντων μετὰ γογγυσμοῦ- ἐδρίμυττεν γὰρ αὐτοὺς ἡ νεκροφόρος δυσήνιος ἀποφορά-, ἀποκυλισάντων δὲ τῶν παρόντων τὸν λίθον, εὐθέως ἐβόησεν ὁ κύριος λέγων· Λάζαρε δεῦρο ἔξω. ∆εσπότης ὁ καλῶν, οὐδεὶς ὁ ἀντιλέγων. Λάζαρε, δεῦρο ἔξω· πληροφόρησον Μάρθαν τὴν ἀδελφήν σου ὡς κελεύω καὶ οὐχ ἱκετεύω. Λάζαρε, δεῦρο ἔξω. Πρὸ τοῦ κατέλθω, ἔξελθε· ἐν σοὶ τὸν ἀρραβῶνα, ἐν ἐμοὶ δὲ τὸ τέλειον. Λάζαρε, δεῦρο ἔξω. Σὺ δὲ ἀκούων, ὦ φίλε, Λάζαρε, δεῦρο ἔξω, μὴ οἴου τὸν κύριον πολλὰς φωνὰς βεβληκέναι. Ἅπαξ ἐλάλησε καὶ ὃν ἔπλασεν ἤγειρεν· οὔτε γὰρ ὡς Ἠλίας ἔκλαυσεν οὔτε ὡς Ἐλισσαῖος ἠπόρησε. Μονοφθόγγῳ φωνῇ διύπνισε τὸν παρ' αὐτῷ καθεύδοντα εἰπών· Λάζαρε, δεῦρο ἔξω. Εἷς ὁ λόγος καὶ διάφορα τὰ θαύματα. Μόνον ὁ κύριος ἐφώνησε· Λάζαρε, δεῦρο ἔξω, καὶ εὐθέως αἱ σάρκες ἀπεπληροῦντο, αἱ τρίχες ἀντεφυτεύοντο, αἱ ἁρμονίαι συνεδεσ μοῦντο, αἱ φλέβες καθαρῷ αἵματι ἀντεγεμίζοντο. Ὁ ᾅδης κάτωθεν κοπτόμενος τὸν Λάζαρον προέπεμπεν. Ἡ ψυχὴ Λαζάρου παρακρατουμένη καὶ ὑπὸ τῶν ἁγίων ἀγγέλων παρακαλουμένη τὸ ἴδιον εἰς τὸ ἴδιον μετεχωνεύετο. Καὶ τὸ πάντων ἐνδοξότερον ἦν ὅτι πανταχόθεν δεδεμένος ἦν τοὺς πόδας καὶ τὴν ὄψιν κηρίαις καὶ ἀνεμποδίστως ἐβάδιζεν. ∆ιὸ καὶ ὁ κύριος δραστικώτερον πρὸς τοὺς παρόντας ὄχλους παρεκελεύετο λέγων· Λύσατε αὐτὸν καὶ ἄφετε ὑπάγειν. Βλέπε τὴν τοῦ κυρίου πραγματείαν καὶ πῶς τὰ πάντα σοφῶς οἰκονομεῖ. Πρὸς πληροφορίαν τῶν παρόντων ἔλεγε· Λύσατε αὐτὸν καὶ ἄφετε ὑπάγειν· ὡς τὸν λίθον ἀπεκυλίσατε καὶ τὸν τάφον ὑπεδείξατε καὶ τῆς ὀσφρήσεως μετήσχετε, καὶ τὰ νεκροτάφια λύσατε· τὸ μὲν ὡς εὐλογίαν τηροῦντες, τὸ δὲ ὡς μάρτυρες φυλάττοντες. Ἐὰν ἀπιστήσωσιν οἱ ἀρχιερεῖς καὶ οἱ φαρισαῖοι ὡς οὐκ ἀνέστη Λάζαρος, δείξατε τὰ νεκροτάφια· ἐμφανίσατε τὰ σουδάρια ὡς ὁ παράλυτος τὸν κράβαττον. Ἡμεῖς δὲ τὰ βαΐα τῶν φοινίκων βαστάζοντες εἴπωμεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ παναγίῳ καὶ ζωοποιῷ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

3