In Zacchaeum

 ἀληθινὸν Ἰησοῦν ὑπεδέξατο τὸν τὸν λῃστὴν εἰς τὸν παράδεισον εἰσαγαγόνταου διὰσλω 16 οι lacuna quinque linearumἩ πηγὴ τῆς Ἰεριχὼ ἦν πρότερον ἀγονίας μή

 τοὺς πόνους ληΐζονται ἀργίᾳ σχολάζοντες καὶ ταῖς τριόδοις παρακαθήμενοι. Ἔπλεέν τις τὴν θάλασσαν, τρικυμίαις ἐμάχετο, πνεύ μασιν ἐπολέμει, μακρὸν καὶ

 διεγείρει «.Ταῦτα δὲ ἐνθυμουμένου αὐτοῦ ἦλθεν ἐπὶ τὸν τόπον ὁ Ἰησοῦς· ἀναβλέψας λέγει αὐτῷ· Ζακχαῖε, σπεύσας κατάβηθι. Ἀνέβης εἰς τὸ δένδρον ὡς τελώνη

 ἀρεταῖς πλουτοῦντι πατρὶ τὸν λόγον καταλείψωμεν· ἀκόλουθον γὰρ τὸν φιλόξενον τοῦ φιλοξένου διηγήσασθαι τὰς ἀρετὰς πρὸς αἴνεσιν μὲν αὐτοῦ, στηριγμὸν δὲ

ἀληθινὸν Ἰησοῦν ὑπεδέξατο τὸν τὸν λῃστὴν εἰς τὸν παράδεισον εἰσαγαγόνταου διὰσλω 16 οι lacuna quinque linearumἩ πηγὴ τῆς Ἰεριχὼ ἦν πρότερον ἀγονίας μήτηρ, ἀκαρπίας τροφός, ἀτελὲς τὸ ὕδωρ ἔχουσα. Τὸ μὲν γὰρ ῥεῖθρον ἀχανὲς εἶχεν, οἷον ἔλαιον ἀψοφητὶ ῥέουσα, ἡ δὲ τῶν ὑδάτων θέα διψῶν τας τοὺς θεωμένους ἀπέλυεν· οὐ γὰρ ἀκίνδυνος ἦν τοῖς δεομέ νοις ἡ πόσις· ὀλέθριον γὰρ εἶχε τὸ νᾶμα. Τὸ μὲν γὰρ κάλλος τῆς πηγῆς πρὸς δρόμον ἐκίνει τοὺς παριόντας, ὁ δὲ φόβος τῆς βλάβης τὴν προθυμίαν ἀνέκοπτεν.

Ὅθεν ἐπειδὴ μάτην τὸ ὕδωρ κατὰ τὴν πηγὴν ἔρρει, πολλάκις οἱ πρόσοικοι παρεστῶτες ἔστε νον οὐχ ὑπὸ τῆς ἀνυδρίας ἀλλ' ὑπὸ τῆς θέας τῶν ἀνωφελῶν ὑδάτων εἰς δίψαν παρελκόμενοι. Οὐκ εἶχον θεραπεῦσαι τῆς δίψης τὸ πάθος ὡς σχετλιάζοντας αὐτοὺς πρὸς αὐτὴν λέγειν·«Τί μάτην ῥεῖς, ὦ πηγή; Βελτίων ἦσθα μὴ φαινομένη, ἀλλ' ἐν ὄρεσι καὶ ψάμμοις καὶ ἐν ἐρημίαις ῥέουσα ἔνθα μὴ πολλοὺς μάρτυρας τοῦ κακοῦ εἶχες «. ∆ιὰ τί δὲ ἄποτον ἦν τὸ ὕδωρ; Ἐπειδὴ ἐνέκρου τῶν πινόντων τὰ σώματα· ἄν τε γὰρ ἀνὴρ ἐξ αὐτοῦ ἔπιεν, οὐκ ἐγίνετο πατὴρ οὔτε γυνὴ ἐγίνετο μήτηρ τὴν τῶν μητέρων ἀπολέσασα χάριν. Καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ γῆ δεξαμένη τὸ ῥεῖθρον ἠρνεῖτο τὴν συνήθη τῶν σταχύων φορὰν καὶ φοινίκων εὔσκιοι χάριτες τὴν τῶν φύλλων ἀπεδύοντο τὴν στολὴν καὶ συλλήβδην εἰπεῖν ἔρημα πάντα ἐγίνετο ὡς ἀδίκως περιπεσόντα τῷ νάματι.Τοιαύτη ἡ πηγὴ τὸ παλαιὸν τὴν Ἰεριχὼ περιήρχετο, ἕως ἐλθὼν Ἐλισσαῖος ὁ προφήτης καὶ λαβὼν ἅλας καὶ ἐπιβαλὼν τῇ πηγῇ ἐζώωσε τὰ νάματα. Τάδε γάρ, φησί, λέγει κύριος· ἴαμαι τὰ ὕδατα ταῦτα. Τάδε λέγει ὁ ἀεὶ λέγων καὶ τὸν λόγον εἰς ἔργον ἄγων· Μηκέτι ἐξ ὑμῶν ἄγονος ἔστω καὶ στεῖρα. Εἶπεν καὶ τὸ ὕδωρ μετεβλήθη καὶ γαστέρες ὤδινον καὶ ἡ γῆ στάχυας ἐξεδίδου καὶ οἱ βότρυες ἀνέθαλλον καὶ ἡ ἐλαία τὴν οἰκείαν ἐπεδείκνυε χάριν. Καὶ οἱ πρόσοικοι τῇ συνήθει διηλλάσσοντο πηγῇ, πάλαι μὲν πολε μοῦντες καὶ πολεμούμενοι, ὕστερον δὲ ποθοῦντες καὶ γειτνιά ζοντες.

Τί δὲ βούλεται τὸ αἴνιγμα τῆς πηγῆς ἀναγκαῖον εἰπεῖν; Ἡ πηγὴ αὕτη ἡ ἀφθόνως ῥέουσα, ἄχρηστον δὲ καὶ ἄγονον προχέου σα ῥεῖθρον τὸ παλαιὸν τὸν τῆς ἐκκλησίας ἀποσῴζει λόγον.Πρὸ γὰρ τοῦ Χριστοῦ οὕτως ἦν ἀσε βὴς ὅτι κἀνὴρ πιὼν ἐκ τῆς τοῦ νάματος πηγῆς αὐτὸ τὸ εἶναι ἄνθρωπος ἀπόλωλεν καὶ τῇ συμπλοκῇ τῶν εἰδώλων τῆς λογικῆς ψυχῆς τὴν φύσιν ἀρνούμενος καὶ γυνὴ μήτηρ ἀρετῶν οὐκ ἐγίνετο οὐδὲ ἔτικτεν σωφροσύνης βλαστήματα ἢ τὸ λευκὸν τῆς εὐσεβείας ἔβλυζε γάλα. Ἀλλ' οὕτως αὐτῆς διακειμένης ἐλθὼν ὁ κύριος τοὺς ἀποστόλους ὡς ἅλας ἐμβαλὼν ἤρτυσεν αὐτὴν καὶ πότιμον ἐποίησεν. Καὶ ὅτι ἅλας ἦσαν οἱ ἀπόστολοι, ἄκουσον τοῦ Χριστοῦ λέγοντος πρὸς αὐτούς· Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· ὅτι δὲ ἡ στεῖρα καὶ ἄγονος πολύγονος γέγονεν τῶν ἀποστολικῶν μεταλαβοῦσα ἁλῶν, ὁ προφήτης λέγει· Εὐφράνθητι, φησίν, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.Πρὸς οὖν τὴν Ἰεριχὼ ἦλθεν ὁ Ἰησοῦς, ἡ πηγὴ παρὰ τοὺς τῆς πηγῆς πολυτρόφους, ἡ πολυδύναμος χάρις πρὸς τὴν πολύδενδρον καὶ πολύρυτον πόλιν. Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος καὶ αὐτὸς ἦν ἀρχιτελώνης. ∆ιπλοῦν τὸ κακόν, ὅτι καὶ ἄδικον μετῄει τέχνην καὶ τῶν κακῶς αὐτὴν μετιόντων ἦρχεν· οὐ μόνον ἁμαρτάνων ἀλλὰ καὶ τὰ ἑτέρων ὑποδεχόμενος κακά. Ξένην γὰρ ἀνέτεμνεν ἀδικίας ὁδὸν τὰς λεωφόρους τοῖς ὁδοιποροῦσιν ἐπιτειχίζων· οὔτε γὰρ τοὺς λῃστὰς μιμούμενος ἐλόχα τοὺς παριόντας οὔτε ζήλῳ φιλοξενίας τοὺς ὁδοιπόρους ἀνέμενεν, ἀλλ' ὡς νόμον τὸ ἀδικεῖν ἔχων τοὺς ἀλλοτρίους ἐτελώνει πόνους τὴν ἀνελεῆ τῶν κηφήνων ἀδηφαγίαν μιμούμενος. Ὥσπερ γὰρ οἱ κηφῆνες τῶν μελισσῶν τρυγῶσι τὸν κάματον μὴ συνεφαπτόμενοι τῶν πόνων, οὕτω καὶ οἱ τελῶναι τῶν ξένων τῶν ὁδοιπόρων

2