In Zacchaeum

 ἀληθινὸν Ἰησοῦν ὑπεδέξατο τὸν τὸν λῃστὴν εἰς τὸν παράδεισον εἰσαγαγόνταου διὰσλω 16 οι lacuna quinque linearumἩ πηγὴ τῆς Ἰεριχὼ ἦν πρότερον ἀγονίας μή

 τοὺς πόνους ληΐζονται ἀργίᾳ σχολάζοντες καὶ ταῖς τριόδοις παρακαθήμενοι. Ἔπλεέν τις τὴν θάλασσαν, τρικυμίαις ἐμάχετο, πνεύ μασιν ἐπολέμει, μακρὸν καὶ

 διεγείρει «.Ταῦτα δὲ ἐνθυμουμένου αὐτοῦ ἦλθεν ἐπὶ τὸν τόπον ὁ Ἰησοῦς· ἀναβλέψας λέγει αὐτῷ· Ζακχαῖε, σπεύσας κατάβηθι. Ἀνέβης εἰς τὸ δένδρον ὡς τελώνη

 ἀρεταῖς πλουτοῦντι πατρὶ τὸν λόγον καταλείψωμεν· ἀκόλουθον γὰρ τὸν φιλόξενον τοῦ φιλοξένου διηγήσασθαι τὰς ἀρετὰς πρὸς αἴνεσιν μὲν αὐτοῦ, στηριγμὸν δὲ

διεγείρει «.Ταῦτα δὲ ἐνθυμουμένου αὐτοῦ ἦλθεν ἐπὶ τὸν τόπον ὁ Ἰησοῦς· ἀναβλέψας λέγει αὐτῷ· Ζακχαῖε, σπεύσας κατάβηθι. Ἀνέβης εἰς τὸ δένδρον ὡς τελώνης, κατάβηθι ἐκ τοῦ δένδρου ὡς φιλόθεος. Κατάβα ἐκ τοῦ ξύλου ἐπὶ τῆς γῆς, ἵνα ἀναβῇς διὰ τοῦ σταυροῦ πρὸς οὐρανόν. Ἀνῆλθες ἐπὶ δένδρον ἀνθρώπους κρυπτόμενος, ἀνέρχῃ διὰ τοῦ σταυροῦ ἀγγέλοις χαριζόμενος. Σπεύσας οὖν κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳσου δεῖ με μεῖναι. Ὢ χάριτος ἀφράστου! Ὢ φιλανθρωπίας ἀρρήτου!κάθαρτνου ὁ οἶκμεν ἡ τῶlumbh ει. Ὅπου γὰρ ξενίζεται ὁ Ἰησοῦς, πάντα πρὸς ἄμεινον μεταβάλλεται τρόπον. Ζακχαῖε, φησίν, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι. Τί εἴπω; Ἡ οἰκία τοῦ τελώνου παράδεισος γέγονε. Ὃ γὰρ ἐπὶ τοῦ λῃστοῦ, τοῦτο καὶ ἐπὶ τοῦ Ζακχαίου βλέπω· εἶπεν τῷ λῃστῇ· Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ καὶ λαβὼν αὐτὸν ἐκ τοῦ ξύλου εἰς τὸν παράδεισον εἰσήγαγεν· εἶπεν Ζακχαίῳ· Σήμερον ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι καὶ λαβὼν αὐτὸν εἰσῆλθεν πρὸ παραδείσου παράδεισον αὐτοῦ τὸν οἶκον ἐργασάμενος. Ὁ δὲ σπεύσας κατέβη καὶ προέδραμενωξεν ἀπηνω ἐκάλεσεν υἱὸς Ἀβραάμ . Ἀλλ' οἱ λαμοι οἱ ἐπὶ πού μεγογγύζειν ἐν ἑαυτοῖς λέγοντες ὅτι Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι. Ὦ καταφρονήσεως ἐργάται καὶ γεωργοὶ τῆς ῥᾳθυμίας! Ὑμεῖς τί ἐστε, δίκαιοι ἢ ἁμαρτωλοί; Οὐ πάντων ἀνθρώπων ἐστὲ μοχθηρότεροι; Πῶς οὖν παρ' ὑμῖν ἐσκήνωσεν Ἰησοῦς· πῶς παρ' ὑμῖν ἐτέχθη, ἐτράφη, ἠνδρειώθη, ἔπιεν, ἔφαγεν; Τί τὰ οἰκεῖα οὖν παρορῶντες τραύματα τὰ τοῦ πλησίον ἀνιχνεύετε πταίσματα; Ἄλλως δέ, διὰ τί ποτὲ μὲν ἁμαρτωλόν, ποτὲ δὲ δίκαιον τὸν Χριστὸν λέγετε;

Ὅτε γὰρ τὸν ἐκ γεννητῆς ἐθεράπευσεν τυφλόν, ἁμαρτωλὸν αὐτὸν εἴπατε λέγοντες· ∆ὸς δόξαν τῷ θεῷ· ἡμεῖς γὰρ οἴδαμεν ὅτι ἁμαρτωλός ἐστιν, ὅτι λύει τὸ σάββατον. Νῦν ὅτε τὴν τοῦ τελώνου ὑπῆλθεν στέγην ὡς δίκαιον καὶ ἀναξίως ἁμαρτωλοῖς συνεσθίοντα διασύρετε ἁπλῶς. Ηὐλήσαμεν καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν ὑμῖν καὶ οὐκ ἐκόψασθε. Ἄν τε γὰρ θεραπεύσῃ τυφλόν, ἁμαρτωλὸν αὐτὸν λέγετε· ἄν τε ἁμαρτωλοῖς συμφάγῃ, διασύρετε ὡς ἀναξίως τοῖς ἁμαρτωλοῖς συνεσθίοντα. Τί οὖν; Μὴ θεραπεύσῃ ἐν σαββάτῳ τυφλόν, ἵνα μὴ ἁμαρτωλὸς νομισθῇ; μὴ φάγῃ μετὰ τελωνῶν, ἵνα δίκαιος ὑποπτευθῇ; Τί δὲ αἰτιᾶσθε αὐτόν, ὅτι παρὰ ἀνδρὶ ἁμαρτωλῷ εἰσῆλθεν καταλῦσαι; Καὶ ποῦ ἐχρῆν τεθῆναι τὸ φῶς ἢ ἐν τῇ σκοτίᾳ; Τὸ γὰρ φῶς ἐν τῇ σκοτίᾳ φαίνει καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ποῦ τὸνἰατρὸν ἐλθεῖν ἔδει; Οὐ προστρεχέτω κάμνοντας; Οὐ χρείαν γὰρ ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες. Ποῦ τὸν ἀμνὸν τοῦ θεοῦ ἐχρῆν φανῆναι; Οὐ πρὸς τοὺς τελώνας καὶ ἁμαρτωλούς, ἵνα τὸ φορτίον αὐτῶν ἀναλαβὼνκαταστήσειτίας; Μάτην λοιδορεῖτε· πεπλήρωται γὰρ ἐφ' ὑμῖν τὸ εἰρημένον ὅτι Πόρναι καὶ τελῶναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶνφαρισαῖοι οἱlacuna sex linearumΣταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν κύριον· ἰδοὺ τὰ ἡμίση τῶν ὑπαρχόντων μου δίδωμι τοῖς πτωχοῖς καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν.

Οὐκέτι γὰρ πένητας ἀδικεῖν ἀνέχομαί σε τῶν πενήτων σκεπαστὴν οἴκοι δεξάμενος. Οὐκέτι ἐπτόημαι περὶ τὴν τῶν χρημάτων συλλογήν,πλοῦτον . Οὐκέτι πε πύλαις ἐπι ων ὁδοιπόρων ἐν ἀνθρώπου μορφῇ ρονησάμενοςτῶν προλαβόν 5ν ἀμνηστείαν οὐον ὡςτὸν ἴδιον ετονδιερράγηγραφατῶν lacuna sex linearum τηlacuna unius lineae θέλωπλούσιος ὢν πτωχεύσας διέμενε. Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, σὺ δὲ οὐκ ἔχεις ὅπου τὴν κεφαλὴν κλίνῃς. Οἰχέσθωσαν αὐλαὶ καὶ προαύλια, οἰκοδομῶν μεγαλουργίαι, λαμπροὶ καὶ περιφανεῖς οἶκοι. Ἀντὶ πάντων γὰρ τούτων ἀκένωτόν σου τῆς πενίας πλοῦτον ζητῶ. Ἀλλ' ἐπειδὴ ἐπὶ πλεῖον οὐ δύναμαι τῆς ψυχῆς Ζακχαίου διηγήσασθαι τὸν πλοῦτον, τῷ ἐν

4