In diem sabbati sancti

 ἔπηξας τὸν σταυρόν· εἰ ψιλὸς ἄνθρωπος, οὐκ ἀληθεύει Λύσατε τὸν ναὸν τοῦτον εἰπὼν καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· εἰ ψιλὸς ἄνθρωπος, τῷ θανάτῳ κατέχ

ἔπηξας τὸν σταυρόν· εἰ ψιλὸς ἄνθρωπος, οὐκ ἀληθεύει Λύσατε τὸν ναὸν τοῦτον εἰπὼν καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· εἰ ψιλὸς ἄνθρωπος, τῷ θανάτῳ κατέχεται· εἰ ψιλὸς ἄνθρωπος, τί τὸν τάφον σφραγίζεις, ἀνόητε; Περίμεινον τὴν τρίτην ἡμέραν καὶ ὄψῃ τῆς ἑαυτοῦ μανίας τὸν ἔλεγχον. Παῦσαι περιεργαζόμενος καὶ θεάσῃ τῶν πραγμάτων τὴν ἔκβασιν· παῦσαι λυττῶν κατὰ τῆς ἀληθείας· παῦσαι θεῷ πολεμῶν καὶ τῷ πολεμεῖν κατατιτρώσκων ἑαυτόν· παῦσαι τὸν ἥλιον τῆς δικαιοσύνης ὑβρίζων καὶ νομίζων τὰς ἀκτῖνας ἐκείνας σβεννύειν· παῦσαι τὴν πηγὴν τῆς ζωῆς προσχῶσαι φιλονεικῶν· παῦσαι τοῖς ἄρχουσι ἐνοχλῶν καὶ περὶ φρουρᾶς διαλεγόμενος· παῦσαι τὸ ψεῦδος ὠνούμενος καὶ τοὺς ὁπλίτας κινῶν. Μὴ κάμῃς ἀνόνητα, μὴ εἰς ἀσέβειαν ἀναλώσῃς τὰ σά, μὴ κατὰ θεοῦ φαντάζου τὴν νίκην, μὴ δῷς μισθὸν στρατιώταις ἕτερα ἀνθ' ἑτέρων εἰπεῖν, μὴ παρακοιμίσῃς τὸν ὄχλον τῷ μνήματι, μὴ θαρρήσῃς τοῖς ὅπλοις. Ὅπλοις ἀνάστασις οὐ κωλύεται, οὐκ ἐμποδίζεται ταῖς σφραγίσιν, οὐκ εἴργεται στρατιώταις, οὐ κλέπτεται χρήμασιν. Ἀλλ' ἀπιστεῖς; Μὴ οὐκ εἶδες τὸν Λάζαρον πάλαι καθάπερ ὕπνον τὸν θάνατον ἀποσεισάμενον; Εἶδες πῶς ἠκολούθησε τῷ προστάγματι ὁ νεκρὸς καὶ ὁ δεσμὸς οὐκ ἐκώλυσε; Εἶδες πῶς σὺν αὐταῖς κηρίαις ἐβάδιζε τὸ ∆εῦρο ἔξω ἀκούσας; Εἶδες πῶς ἥρμοσεν ἡ φωνὴ τὸν διαλυθέντα θανάτῳ; Ὁ ἐκεῖνα δυνηθεὶς καὶ ταῦτα δυνήσεται, ὁ τὸν δοῦλον ἀναστήσας αὐτὸς πολλῷ πλέον ἐγείρεται, ὁ ζωογονήσας τὸν σεσηπότα οὐκ ἐάσει νεκρὸν ἑαυτόν. Ἀλλὰ γὰρ ἡ τυφλότης τῶν Ἰουδαίων πολλὴ καὶ ὁρῶσα τὰ θαύματα οὐχ ὁρᾷ· ὀφθαλμοὺς ἔχουσιν καὶ οὐ βλέπουσιν, ὦτα ἔχουσι καὶ οὐκ ἀκούουσιν. Ὁ θεὸς γὰρ τοῦ αἰῶνος τούτου ἐτύφλωσε αὐτῶν τὰς καρδίας πρὸς τὸ μὴ καταυγάσαι αὐτοῖς τὸ εὐαγγέλιον τῆς δικαιοσύνης. Ἀλλ' ἐκείνους μὲν τέως ἐάσωμεν τῇ ἀπιστίᾳ, ἡμεῖς δὲ λέγωμεν μετὰ τῶν περὶ Μαριὰν τὴν πιστὴν κατὰ διάνοιαν ἀναπλάττοντες ἑαυτοῖς τοῦ σωτῆρος τὸν τάφον· Ἦραν ἡμῶν τὸν κύριον καὶ οὐκ οἴδαμεν τί ἐποίησαν αὐτόν. Αὐτῷ ἡ δόξα σὺν τῷ ἀχράντῳ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

2