In illud: Pater si possibile est

 ἵνα τῆς οἰκείας προαιρέσεως τὴν βλασφημίαν ἐπικαλύψωσιν. Εἰπὲ οὖν, δέσποτα, τίνος ἕνεκεν ἐπὶ τὸ πάθος ἐλθὼν παραιτῇ τὸ παθεῖν, διὰ τί δὲ φοβῇ τὴν τῶν

 Εἰ γὰρ μὴ ἤθελον διὰ θανάτου ζωὴν χαρίσασθαι τῷ γένει τῶν ἀνθρώπων, οὐκ ἄν, λόγος ὢν ἀπαθής, παθητὴν ὑπεισῆλθον σάρκα. Ἐπειδὴ δὲ εἶδον τὸ γένος τῶν ἀν

 τοῦ ὕδατος φυλάττεται ἢ τὸ κρυσταλλωθὲν στερέωμα πῶς ὑπὸ τῆς θέρμης τοῦ πυρὸς οὐ διαλύεται καὶ διαρρεῖ; Καὶ ἵνα σου τὴν ψυχὴν μὴ περὶ τὴν ὁρωμένην δια

 τὸν ἀπατεῶνα ἐξαπατήσας τὴν ἀπάτην λύσω. Ῥήμασιν ἐκεῖνος δολεροῖς ἠπάτησεν τὸν Ἀδάμ, ῥήμασιν ἐγὼ δειλοῖς ἀπατῶ τὸν δολερόν. Ἀλλ' ἐκεῖνος μὲν ἀπατηλοὺς

 δὲ ἑαυτοῦ κέντρα συνέθλα σεν τῆς ἀντιτυπίας τὸ στερρὸν ὑπομεῖναι μὴ δυνάμενος. Μηδεὶς οὖν μου δι' ἄγνοιαν δειλίαν καταψηφιζέσθω μηδὲ τα πεινὰ ῥήματα τ

 πατὴρ ἢ ἀφειδῶν ἢ ἀδυναμῶν οὐκ ἠλευθέρωσέν με τοῦ πάθους, οὔτε ἐγὼ παραιτού μενος τὸ πάθος ᾔτησα παρελθεῖν τὸ ποτήριον. Εἰ μὲν γὰρ ἀκού σιον τὸ πάθος,

τοῦ ὕδατος φυλάττεται ἢ τὸ κρυσταλλωθὲν στερέωμα πῶς ὑπὸ τῆς θέρμης τοῦ πυρὸς οὐ διαλύεται καὶ διαρρεῖ; Καὶ ἵνα σου τὴν ψυχὴν μὴ περὶ τὴν ὁρωμένην διακόσμησιν ἀσχολήσω, ἐπ' αὐτήν σε τὴν οἰκονομίαν χειραγωγήσας πείθω ὡς οὐ χρὴ ἐπὶ ταῖς παραδόξοις θαυματουργίαις φύσεως ἐπιζητεῖν δρόμον. Ἀναλόγισαι γὰρ ὅτι θεὸς ὢν ἀνθρώπινον ὑπεδύην σῶμα. Τοῦτο δὲ πρῶτον παρὰ φύσιν. Ἐπεὶ πῶς τὸ τριχῇ διάστατον σῶμα τὸ ἀνθρώπινον τὸν ἀχώρητον, τὸν ἀμέτρητον, τὸν πανταχοῦ ὄντα, τὸν πᾶσαν τὴν οἰκουμένην περιγράφοντα, τὸν μετροῦντα τὸν οὐρανὸν σπιθαμῇ καὶ τὴν γῆν δρακὶ καὶ τὴν θάλατταν κοτύλῃ χωρῆσαι ἠδύνατο, εἰπέ. Ὅτι γὰρ ἐχώρησεν δῆλον, ἐπειδὴ καὶ πᾶν τὸ πλήρωμα τῆς θεότητος ἐνῴκησεν ἐν τῇ σαρκὶ σωματικῶς. Τὸ δὲ πῶς ἐγὼ μὲν οἶδα, φησίν. Οἶδα γὰρ ἃ οἰκονομῶ, σὺ δὲ ἀκοῦσαι οὐ δύνῃ· ὑπερβαίνει γὰρ ἀκοὴν θνητὴν ἡ τῶν ἀπορρήτων εἴδησις οὕτως, ὅτι κἂν ποτὲ διὰ πλῆθος οἰκτιρμῶν ἑρμηνεῦσαί τι θέλω, οὕτως ἑρμηνεύω, οὐχ ὡς ἡ φύσις ἔχει, ἀλλ' ὡς σὺ μαθεῖν δύνῃ· διὰ τοῦτο γὰρ καὶ τῶν δοκήσει σοφῶν τὸν τῦφον καταστέλλων ἔλεγον· Ὁ δοκῶν εἰδέναι τι, οὐδέπω οὐδὲν ἔγνωκεν, καθὼς δεῖ γνῶναι. Ἐπεὶ ὅτι λόγος ὢν σὰρξ γέγονα, ἤκουσας, τὸ δὲ πῶς ἀγνοεῖς. Πῶς γὰρ ἤμην ἐν τῇ σαρκί, ὡς σῶμα ἐν σώματι ἢ ὡς ψυχὴ ἐν σώματι; Οὐκοῦν συνέπαθον τῷ παθητῷ σώματι, ἀλλ' οὐκ ἔπαθον. Θεοῦ γὰρ φύσις οὐ περιπίπτει πάθει. Ὥσπερ οὖν σὰρξ γέγονα οὐκ ἐκπεσὼν τοῦ εἶναι θεός, οὕτως καὶ πάθος ὑπέμεινα οὐ περιπεσὼν πάθει. Ἐγεννήθην δι' οἰκονομίαν, ἀπέθα νον διὰ τὴν τῶν ἀνθρώπων σωτηρίαν· μᾶλλον δὲ διὰ τοῦτο ἀπέθανον, ἐπειδὴ ἐγεννήθην. Μὴ ζητήσῃς οὖν ἐπ' ἐμοῦ ἢ γεννήσεως τάξιν ἢ θανάτου τρόπον. Ἃ γὰρ ἡ φύσις οὐ ποιεῖ, ταῦτα ἡ δύναμις ἀποτελεῖ. Θεὸς οὖν ὢν ἀνθρώπινον ὑπῆλθον σῶμα. Τοῦτο πρῶτον παρὰ φύσιν· ἀλλ' οὐ γέγονεν διὰ τὴν φύσιν ἀδύνα τον, ἐπειδὴ ἐν τῇ ἐμῇ ἐξουσίᾳ ἔκειτο, τοῦ πεποιηκότος τὴν φύσιν. Συνεχώρησα δὲ πάλιν καὶ αὐτὸ τὸ σῶμα τῷ γενικῷ περιπεσεῖν θανάτῳ, ἵνα ἡ ζωὴ ἡ τοῦ θανάτου δεσπόζουσα καὶ ἐν αὐτῷ τῷ θανάτῳ τὴν τῆς ζωῆς ἐνέργειαν ἐπιδείξηται. Τὸ μὲν ζῶν ζῆν οὐ δὲν θαυμαστόν, τὸ δὲ ἀποθανὸν ζωῶσαι τοῦτο μέγα καὶ παράδο ξον. ∆ιὸ καὶ λυθῆναι αὐτὸ συνεχώρησα καὶ μετὰ τὸ λυθῆναι ἀνέστησα, ἵνα δείξω ὅτι καὶ τοῦ σώματος ὑποβληθέντος θανάτῳ οὕτως ἀπαθὴς ἔμεινα, ὅτι οὐ μόνον τὸ ἑαυτοῦ σῶμα ἤγειρα, ἀλλὰ καὶ τὰ τῶν προκεκοιμημένων δικαίων σώματα συνανέστησα. Ἑκὼν οὖν φιλανθρωπίᾳ τὸν θάνατον ὑπομένω, ἑκὼν δὲ πάλιν κατά τινα οἰκονομίαν τὸν θάνατον δειλιῶ. ∆ειλιῶ γὰρ τὸν θάνα τον, ἵνα ἀπατήσω τὸν θάνατον. Ὥσπερ ἐν τῇ ἐρήμῳ, εἰ μὴ ἐπείνασα, οὐ προσήρχετο ὁ διάβολος. ∆ιὰ τοῦτο δὲ ἐπείνασα, ἵνα μὴ νομίσας ἄλλον εἶναι Ἀδὰμ προσενέγκῃ τὸ θήρατρον. Οὕτως καὶ ὧδε διὰ τοῦτο τῆς δειλίας προφέρω ῥῆμα, ὡς δέλεαρ, ἵνα ἑαυτῷ ἀγκιστρεύσω τὸν θάνατον. Ἐπειδὴ γὰρ εἶδεν ὁ διάβολος πολλὰ σημεῖα πεποιηκότα, παραλυτικὸν νευρώσαντα, ἀλάλων τὰς γλώσσας ἀρθρώσαντα, κωφῶν τὰ ὦτα ἀνοίξαντα, τυφλοὺς ὀμματώσαντα, τῆς θαλάσσης τὸν φλυσμὸν εἰς γαλήνην μεταβα λόντα, τῆς αἱμορροούσης τὰς πηγὰς διὰ τῆς ἁφῆς τοῦ κρασπέδου ξηράναντα, τὸν Λάζαρον λόγῳ ἐγείραντα, τὴν τοῦ Ἰαείρου θυγατέρα ἀναστήσαντα, τὸν τῆς χήρας υἱὸν ἐκ νεκρῶν ἀνακαλε σάμενον, πάντα οὖν ταῦτα θεασάμενος καὶ ἐξ αὐτῶν τῶν πραγ μάτων πεισθείς, ὅτι ἐγώ εἰμι ὁ υἱὸς τοῦ θεοῦ ὁ ἐν μορφῇ τοῦ ἀνθρώπου φανεὶς κατὰ τὴν τῶν προφητῶν πρόρρησιν, φοβεῖται καὶ δέδιεν σταυρῷ με προσηλῶσαι καὶ θανάτῳ παραδοῦναι, ἵνα μὴ νεκροῦ ὑπεισελθὼν σχῆμα τοὺς νεκροὺς ἐλευθερώσω. Τί οὖν ποιῶ, ἵνα καὶ τοῦ διαβόλου τὴν δειλίαν εἰς ἀπόνοιαν μεταβάλω καὶ τὸν θάνατον ἐπιδραμεῖν ποιήσω; Φεύγω ἵνα διώξῃ, δειλιῶ ἵνα θαρρήσῃ, ταπεινοῖς κέχρημαι ῥήμασιν ἵνα με ἕνα τῶν πολλῶν νομίσας προσδράμῃ καὶ καταπίῃ. Ἐὰν γὰρ ἐμὲ μὴ καταπίῃ, τοὺς καταποθέντας ἐμέσαι οὐκ ἔχει. Ὅθεν δειλίας φθέγγομαι ῥήματα, ἵνα

4