In mulierem peccatricem

 κράσπεδον παραχωρεῖ. Ναί, ἰατρὸς γάρ ἐστι πάντων ἐφαπτόμενος τῶν παθῶν, ἵνα πάν τας ὠφελήσῃ, πονηροὺς ἅμα καὶ ἀγαθούς, ἀχαρίστους καὶ εὐγνώ μονας. Ὅθε

 βαφαῖς τὰς παρειὰς φοινίσ σουσα καὶ τέχνῃ βιαζομένη φανῆναι καλή, τοὺς νέους πρὸς ἀκολασίαν ὑπέσυρεν, ἀπροόπτως αὐτοὺς εἰς τὸ τῆς πορνείας ἀποκλίνουσα

 δάκρυσιν. Ἀλλ' εἰ καὶ μὴ τῇ γλώσσῃ ἐλάλει, ἀλλὰ στεναγμοῖς ἀλαλήτοις ἐφθέγγετο τὸν συντριμμὸν τῆς καρδίας ἐκκαλύπτουσα, τὸ πλῆθος τῶν ἁμαρτιῶν θριαμ β

 ἀλλὰ τὰ μέλλοντα δοκιμάζων, ἀμνηστίᾳ παρελθὼν τὰ προλαβόντα αὐτῆς κακὰ τιμᾷ τὴν γυναῖκα καὶ ἐπαινεῖ τὴν μετά νοιαν, δικαιοῖ τὰ δάκρυα καὶ στεφανοῖ τὴν

 ἐλύπησεν αὐτῆς ἡ σωτηρία. Εἶδεν γὰρ δι' αὐτῆς λοιπὸν τὸ γένος πρὸς μετάνοιαν μεταβαλλόμενον καὶ δάκνεται καὶ ἀνιᾶται οὐκ ἔχων λοιπὸν δίκτυον δι' οὗ θη

 ἀποσιωπᾷ τὴν γυναῖκα, ἵνα μὴ κακουργήσῃ τὴν ἀπόκρισιν. Ὁ εἷς, φησίν, ὤφειλε δηνάρια πεντακόσια καὶ ὁ ἕτερος πεντήκοντα. Φοβερὸς τοῦ διηγήματος ὁ τρόπο

 ἡδονήν, ἀλλὰ τὸν θρῆνον μιμήσασθε. Ἡ ἡδονὴ μὲν γὰρ τὸν θρῆνον ἐγέννησεν, ὁ θρῆνος δὲ τῶν κακῶν τὴν λύσιν προεξένη σε. Λούσατε οὖν ὑμῶν μὴ ὕδασιν, ἀλλὰ

ἐλύπησεν αὐτῆς ἡ σωτηρία. Εἶδεν γὰρ δι' αὐτῆς λοιπὸν τὸ γένος πρὸς μετάνοιαν μεταβαλλόμενον καὶ δάκνεται καὶ ἀνιᾶται οὐκ ἔχων λοιπὸν δίκτυον δι' οὗ θηράσει τὸν ἄνθρωπον· ὅθεν καί σε εἰς τὸ γογγύσαι παρώρμησεν. Εἰς τί, φησίν, ἡ ἀπώλεια αὕτη; Ἠδύνατο γὰρ πραθῆναι πολλοῦ. Ἤδη πρᾶσις, Ἰούδα; Ἤδη προδοσίας μελέτη, κακῶναἰνιγμάτων ἀρχή; Ἀλλ' ὁ Ἰησοῦς οὐκ ἐλέγχει αὐτοῦ τὴν νόσον, οὐ γυμνοῖ τὸ φιλάργυρον, ἵνα μὴ τὴν μέλλουσαν προδοσίαν ἀνακρούσηται. Χριστὸς δὲ ἐπιπλήττων λέγει· Τί κόπους παρέχετε τῇ γυναικί; Τί πρὸς τοῖς προλαβοῦσι κακοῖς κακίζετε τὴν ἄνθρω πον; Αὐτάρκως ἔκαμε τὸ τῶν γυναικῶν γένος· μηδεὶς αὐτῶν τὴν σωτηρίαν ἐμποδιζέτω, μηδεὶς κοπούτω τὴν λούσασαν μύρῳ τοὺς πόδας τοὺς ὑπὲρ αὐτῆς βαδίσαντας ἐπὶ γῆς. Τοὺς πτωχοὺς γὰρ ἔχετε μεθ' ἑαυτῶν, λάβετε δὲ κἀμὲ μετὰ τῶν πτωχῶν· δι' ὑμᾶς γὰρ ἐπτώχευσα πλούσιος ὤν, ἵνα ὑμεῖς τῇ ἐμῇ πτωχείᾳ πλουτήσητε. Ἀναιρεῖτέ με καὶ οὐκ ἐγκαλῶ· ἐνταφιάζει με αὕτη καὶ γογγύζετε; Βαλοῦσα γὰρ αὕτη τὸ μύρον ἐπὶ τοῦ σώματός μου πρὸς τὸ ἐνταφιάσαι με πεποίηκεν. Οὐκ αἰδῇ οὖν, Ἰούδα, ὅτι αὕτη μὲν ἁμαρτωλὸς οὖσα μύροις με τιμᾷ, σὺ δὲ ἀπόστολος ὢν πράσει με καθυβρίζεις; Καὶ ἡ μὲν γυνὴ τὰ πρὸς τάφον ἑτοιμάζει, ὁ δὲ μαθητὴς τῷ θανάτῳ προδίδωσιν. Ἁμαρτωλός ἐστιν ἡ γυνή, οἶδα· ἀλλ' οὐδὲν εἶχέ μοι χαρίσασθαι ἢ πηγὴν δακρύων, πηγῇ τὴν πηγὴν ἐξευμενίζουσα, ἀκτήμονι διδασκάλῳ ἄϋλον ἱλαστήριον προσκο μίζουσα. Ἀλλὰ καὶ δοκιμάζεις, ἄθλιε, τὸ μύρον τριακοσίων δηναρίων ἄξιον λέγων· δοκιμάζεις δὲ οὐχ ἵνα αὐτῆς τὴν μεγα λοψυχίαν ἐπαινέσῃς, ὅτι ὅλον τὸν ἐκ κακῶν συναχθέντα πλοῦτον εἰς τιμὴν μύρου κατανάλωσεν, ἀλλ' ἵνα γογγύζων δείξῃς ὡς ἀπεύκτῳ περιέπεσας κακῷ τοσοῦτον ζημιωθείς. Ἀλλ' οὐ μέγα, εἰ τριακοσίων δηναρίων στέρησιν δυσχεραίνεις, ὅπου τριάκοντα λαβὼν ἀπέδου με τὸν κύριον. Τί γάρ, φησί, θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν. Ἄθλιε, δοῦλος δεσπότην πωλεῖ; Ἀντέστραπται ἡ τάξις· καὶ ἐγὼ μὲν σὲ τῆς ἁμαρτίας τῷ οἰκείῳ ὠνοῦμαι αἵματι, σὺ δὲ μὲ τριάκοντα ἀπεμπολεῖς ὀβολῶν; Εἶτα δὲ ἄνθρωπος θεὸν πωλεῖ; ∆εδόσθω δὲ ὅτι πωλεῖ, τίς ὁ ὠνούμενος; Πόσου δέ τις ἀγοράσει θεόν; Τί δὲ καὶ εὔωνον ποιεῖς τὸ πρᾶγμα; Τριάκοντά τις ὀβολῶν θεὸν πωλεῖ ἐν ἀνθρώπου μορφῇ, ὡς οἰκέτην, ὡς βάρβαρον; Κἂν διάκρινον, πόσου μὲν τὸν ἐνοικοῦντα θεόν, πόσου δὲ τὸν φαινόμενον ἄνθρωπον; Τί μοι, φησί, θέλετε δοῦναι; Σὺ τί θέλεις λαβεῖν; Ἐκεῖνοι γὰρ οὐδὲν ἔχουσι δοῦναι ἀντάξιον θεοῦ. Καὶ ἔστησαν αὐτῷ, φησί, τριάκοντα ἀργύρια. Τριάκοντα ὀβολῶν ἄμισθόν τις ἰατρὸν πωλεῖ, ἰατρὸν τυφλοὺς ὀμματοῦντα, χωλοὺς πρὸς δρόμον ἐγείροντα; Ταῦτα λέγω, ἵνα σου κατηχήσω τὴν διάνοιαν, ὅτι κόπους παρέχετε τῇ γυναικί, ὅτι τὸν ἐν νεκροῖς ἐλεύθερον καὶ πρὸ τοῦ θανάτου ὡς νεκρὸν ἐτίμησεν, ὅτι διὰ τοῦ μύρου τῆς ταφῆς καὶ τῆς ἀναστάσεως τὴν χάριν προεσήμανεν. Ἀλλὰ σὺ μὲν καρπὸν τῆς προδοσίας τὸν σχοῖνον ἕξεις, ταύτης δὲ ἡ μνήμη, ὅπου ἂν κηρυχθῇ τὸ εὐαγγέλιον, ἀνεξάλειπτος ἔσται. Εἶπε καὶ γέγονε τὸ ἔργον οὕτως· ὅτι τὸ τοῦ Ἀαρών, τὸ τοῦ Ἐλεάζαρ πέπαυται μύρον καὶ τὸ κέρας ἤργησε, τὸ δὲ ἀλάβαστρον ταύτης παντὶ τῷ αἰῶνι συνεπεκτείνεται ἀκένωτον ἔχον τῆς μνήμης τὴν εὐωδίαν. Ἀλλὰ πρὸς μὲν τὸν Ἰούδαν οὕτως, πρὸς δὲ τὸν φαρισαῖον γογγύζοντα Χριστὸς οὕτως λέγει· Σίμων, ἔχω σοί τι εἰπεῖν. Ὢ χάριτος ἀφράστου! Ὢ φιλανθρωπίας ἀρρήτου! Θεὸς καὶ ἄνθρωπος κοινολογοῦνται καὶ προτίθησι πρόβλημα καὶ κανόνα φιλανθρωπίας ἐκλύων αὐτοῦ τὴν πονηρίαν. Σίμων γάρ, φησίν, ἔχω σοί τι εἰπεῖν· ἔχω εἰπεῖν ὃ μηδενὶ τῶν παλαιῶν εἶπον, οὐ πατριάρχῃ, οὐ προφήτῃ, οὐ νομοθέτῃ. Τότε μὲν γὰρ ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, ὀδόντα ἀντὶ ὀδόντος ἐζήτουν τὸ δίκαιον ἀπαιτῶν· ἀλλ' ἐπειδὴ οὐ δύνασθε φέρειν τὸ δίκαιον, χάριν ἀντεισάγω τῷ νόμῳ, ἀλάλητόν σοι μυστήριον ἐρῶ. Ὁ δέ φησι· διδάσκαλε εἰπέ. ∆ύο χρεωφειλέται ἦσαν ἑνὶ ἀνδρί. Ὅρα θεοῦ σοφίαν·

6