In occursum domini

 κληθήσεται, εἰς τὸν κύριον μόνον ἀναφέρεται. Μὴ ἆρα ὁ Κάϊν ἅγιος, ὁ ἐν βεβηλότητι τὸ ζῆν ἀπορρήξας, ἐπειδὴ πρὸ πάντων οὗτος τῆς μητρικῆς μήτρας ἔξαρχο

 ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν. Ὑπερέ βαλεν αὕτη τὴν ὑπὸ τοῦ ἀποστόλου μακαρισθεῖσαν καὶ τοῖς ἔτεσι καὶ τοῖς πολιτεύμασιν. Ἡ γὰρ προφητε

 οὐκ ἐρύπωσε τὴν νυμφικὴν σινδόνα, οὐχ ἥψατο αὐτῆς ὁ ἔλεγχος Παύλου λέγοντος· Ὅταν δὲ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν, ἔχουσαι κρίμα ὅτι τ

 διαλογισμοὺς ῥομφαίαν προσηγόρευσεν ὡς νύττοντας τὰ ἐνδόσθια, ὡς ἁπτομένους νεφρῶν καὶ μυελῶν; Τούτοις δὲ περιέπεσεν ἡ παρθένος μηδέπω τὴν δύναμιν τῆς

ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν. Ὑπερέ βαλεν αὕτη τὴν ὑπὸ τοῦ ἀποστόλου μακαρισθεῖσαν καὶ τοῖς ἔτεσι καὶ τοῖς πολιτεύμασιν. Ἡ γὰρ προφητείας ἀξιωθεῖσα καὶ πνεύματος ἁγίου δοχεῖον ὑπάρξασα καὶ πᾶσι τοῖς προσδεχομέ νοις τὴν τοῦ κυρίου ἔνσαρκον παρουσίαν τὰ σύμβολα τῆς παρουσίας μηνύσασα, πῶς οὐχ ὑπερηκόντισε πάσας τοῦ εὐαγγελιστοῦ περὶ αὐτῆς εἰρηκότος, καθὼς ἀρτίως ἤκουες· Καὶ αὕτη, φησίν, ἡ Ἄννα αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ κυρίῳ καὶ ἐλάλει πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν ἐν Ἱερουσαλήμ.

Εἶδες τῆς Ἄννης τὴν μεγαλειότητα; Ὑπὲρ τοῦ κυρίου συνηγόρει ἐπὶ αὐτοῦ τὰ αὐτοῦ κατενώπιον αὐτοῦ λαλοῦσα. Ὢ τῶν παραδόξων πραγμάτων! Χήρα, ἀλλὰ τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς ἐδρίμυττε καὶ δριμύττουσα πάντα τὸν λαὸν ἐψυχαγώγει μηνύουσα τὴν μέλλουσαν ἔσεσθαι λύτρωσιν ἐν Ἱερουσαλὴμ τῇ τοῦ κυρίου ἐπιστασίᾳ, λέγουσα πρὸς τοὺς παρόντας καὶ τὰ σύμβολα τοῦ κυρίου μηνύουσα. Βρέφος ἑώρα ἡ Ἄννα τὸν κύριον, δῶρα καὶ καθάρσια ὑπὲρ αὐτοῦ καὶ μετ' αὐτοῦ προσφερόμενα, καὶ οὐ προσέκοψε τῇ ἐλαχιστότητι τῆς ἡλικίας· θεὸν ὡμολόγησεν τὸ βρέφος ἡ Ἄννα, ἰατρόν, λυτρωτὴν ἰσχυρόν, ἁμαρτιῶν ἀναιρέτην. Μὴ ἁπλῶς παραδράμῃς τῆς Ἄννης τὰ ῥήματα. Πᾶσι τοῖς παροῦσι μηνύουσα τὴν τοῦ κυρίου ἐνέργειαν ἔλεγεν πρὸς τοὺς συνηθροισμένους· Οὐχ ὁρᾶτε τὸ παιδίον τοῦτο τὸ μαζὸν ἕλκον, τὸ θηλὴν δανειζόμενον, τὸ μητρῴοις κόλποις προσαναπαυόμε νον, τὸ ποσὶ τὴν γῆν βηματίσαι τέως μὴ καταδεχόμενον, τὸ ὀκταήμερον περιτεμνόμενον; Οὐχ ὁρᾶτε τὸ παιδίον τοῦτο; Τοῦτο τοὺς αἰῶνας ἐθεμελίωσεν, τοῦτο τοὺς οὐρανοὺς ἐκαμάρωσε, τοῦτο τὴν γῆν ἐπλάτυνε, τοῦτο τὴν θάλασσαν ἐχαράκωσε ψάμμῳ. Τοῦτο τὸ παιδίον ἐκβάλλει ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ, τοῦτο τὸ παιδίον ἐπὶ Νῶε τοὺς καταράκτας ἀνέῳξεν τοῦ κατακλυσμοῦ, τοῦτο τὸ παιδίον βροχῆς στήμονας κατεργάζεται, τοῦτο τὸ παιδίον ὡσεὶ ἔριον χιόνα τινάσσει, τοῦτο τὸ παιδίον τοὺς προπάτορας ἡμῶν ἐκ γῆς Αἰγύπτου διὰ τῆς Μωσαϊκῆς βακτηρίας ἠλευθέρωσεν, τοῦτο τὸ παιδίον τὴν Ἐρυθρὰν θάλασσαν ἀνέτεμε καὶ ὡς διὰ χλοηφόρου πεδίου διήγαγεν καὶ ἐν τῇ ἐρήμῳ ἐπομβρίσαν τὸ μάννα γῆν ῥέουσαν γάλα καὶ μέλι ἐκληροδότησεν· τοῦτο τὸ παιδίον τὸν ναὸν τοῦτον διὰ τῶν πατέρων εἰς ὕψος ἐπαρθῆναι παρεσκεύασεν, τοῦτο τὸ παιδίον ὅρκους πρὸς Ἀβραὰμ τιθέμενον ἔλεγε· Πληθύνων πληθυνῶ τὸ σπέρμα σου ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης.

Περὶ τούτου τοῦ παιδίου ὁ προφητικὸς χορὸς παράκλησιν προσφέρων ἔλεγεν· Ἐξέγειρον τὴν δυναστείαν σου καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. Μή, ὅτι παιδίον, τῷ παιδίῳ προσκόψητε. Τὸ αὐτὸ καὶ παιδίον καὶ τῷ πατρὶ συνάναρχον, τὸ αὐτὸ καὶ χρόνοις συναριθμούμενον, τὸ αὐτὸ καὶ ἀγενεαλόγητον, τὸ αὐτὸ καὶ παιδίον ψελλίζον, τὸ αὐτὸ καὶ στόμα καὶ σοφίαν χαριζόμενον· τὸ μὲν γὰρ διὰ τὴν ἐκ παρθένου γέννησιν, τὸ δὲ διὰ τὸ ἀκατάληπτον τῆς ὑπάρξεως. Ἐπειδὴ καὶ τοῦτο Ἠσαΐας παρέστη σεν φάσκων· Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν. Τὸ μὲν ἐγεννήθη, τὸ δὲ ἐδόθη· τὸ μὲν διὰ τὸ ὁρώμενον, τὸ δὲ διὰ τὸ νοούμενον. Ταῦτα τῆς Ἄννης τὰ προφητεύματα, ταῦτα τῆς γυναικὸς τὰ ἀριστολογήματα, ταῦτα τῆς χήρας τὰ κατορθώματα, τῆς ὄντως χήρας, τῆς καλῶς τὸν βίον ἀνταλλαξάσης, τῆς τὸν ἄνδρα προπεμψάσης καὶ τὸν κύριον ὑποδεξαμένης. Ἑπτὰ ἔτη τῷ ἀνδρὶ συνέζησε ἀπὸ τῆς παρθενίας ἐτῶν ἑβδομάδα πληρώσασα καὶ ἐν τῷ ἑβδόμῳ ἔτει τὴν ἀνδρικὴν ὁμιλίαν καταπαύσασα. Καλῶς ἐσαββά τισε, καλῶς τὴν κυριακὴν τῆς χάριτος κατέλαβε. Τρυγόνος τάξιν ἡ Ἄννα μετῆλθεν· οὐκ ἐποιήσατο λήθην τοῦ συζύγου, οὐκ ἠθέτησε τὴν πρώτην πίστιν, οὐκ ἀνήγαγεν ὑβριστὴν τῇ κλίνῃ, οὐκ ἐπέθηκεν ἄλλῳ τὸ τῆς μονογαμίας ξύλον. Εἶχεν ἐν τῇ κλίνῃ τὴν μνήμην, ὡς ζῶντα τὸν τεθνεῶτα·

3