In occursum domini

 κληθήσεται, εἰς τὸν κύριον μόνον ἀναφέρεται. Μὴ ἆρα ὁ Κάϊν ἅγιος, ὁ ἐν βεβηλότητι τὸ ζῆν ἀπορρήξας, ἐπειδὴ πρὸ πάντων οὗτος τῆς μητρικῆς μήτρας ἔξαρχο

 ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν. Ὑπερέ βαλεν αὕτη τὴν ὑπὸ τοῦ ἀποστόλου μακαρισθεῖσαν καὶ τοῖς ἔτεσι καὶ τοῖς πολιτεύμασιν. Ἡ γὰρ προφητε

 οὐκ ἐρύπωσε τὴν νυμφικὴν σινδόνα, οὐχ ἥψατο αὐτῆς ὁ ἔλεγχος Παύλου λέγοντος· Ὅταν δὲ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν, ἔχουσαι κρίμα ὅτι τ

 διαλογισμοὺς ῥομφαίαν προσηγόρευσεν ὡς νύττοντας τὰ ἐνδόσθια, ὡς ἁπτομένους νεφρῶν καὶ μυελῶν; Τούτοις δὲ περιέπεσεν ἡ παρθένος μηδέπω τὴν δύναμιν τῆς

διαλογισμοὺς ῥομφαίαν προσηγόρευσεν ὡς νύττοντας τὰ ἐνδόσθια, ὡς ἁπτομένους νεφρῶν καὶ μυελῶν; Τούτοις δὲ περιέπεσεν ἡ παρθένος μηδέπω τὴν δύναμιν τῆς ἀναστάσεως εἰδυῖα καὶ ὅτι ἐκ γειτόνων ἡ ἀνάστασις οὐδέπω ἐγίνωσκεν. Ὅθεν μετὰ τὴν ἀνάστασιν οὐκέτι ῥομφαία δίστομος, ἀλλ' εὐφροσύνη καὶ ἀγαλλίασις. Σημεῖον τοίνυν ἀντιλογίας τὸ σταυρικὸν σημεῖον ὁ Συμεὼν προσηγόρευσεν, ἐν ᾧ καιρῷ ῥομφαία λογισμῶν τὴν ψυχὴν τῆς παρθένου διῆλθεν. Ἔστι δὲ πάντως εἰπεῖν τινα· Καὶ πόθεν ἡμῖν ἡ ἀπόδειξις; Ἐξ αὐτῶν τῶν τοῦ κυρίου διδαγμάτων. Ἄκουε αὐτοῦ λέγοντος· Ἡ γενεὰ αὕτη γενεὰ πονηρά ἐστιν· σημεῖον ἐπιζητεῖ καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. Ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.

Ὁρᾷς πῶς τὸ σταυρικὸν πάθος σημεῖον προσηγορεύθη, οὐ μόνον ἐν τῇ καινῇ διαθήκῃ, ἀλλὰ καὶ ἐν τῇ παλαιᾷ; Σφόδρα γὰρ τὰ παλαιὰ συμφωνεῖ τῇ νέᾳ. Ἐπειδὴ εἷς καὶ ὁ αὐτὸς θεὸς ὁ κἀκεῖ νομοθετήσας καὶ ὧδε βραβεύσας. Καὶ τίς τούτου μάρτυς; Αὐτὸς ὁ κύριος. Ἄκουε αὐτοῦ λέγοντος ἐν τῷ προφήτῃ Ἰεζεκιὴλ πρὸς τοὺς θεριστὰς ἀγγέλους, τὴν καθολικὴν συντέλειαν μηνύοντος· Μὴ φείσησθε τοῖς ὀφθαλμοῖς ὑμῶν καὶ μὴ ἐλεήσητε πρεσβύτην μηδὲ νεανίσκον καὶ παρθένον καὶ παιδίον καὶ γυναῖκας θανατώσατε εἰς ἐξάλειψιν, τοῖς δὲ ἐπιφερομένοις ἐπὶ τῶν μετώπων τὸ σημεῖον μὴ ἅψησθε. Ἴδετε τὸ σημεῖον τῆς παλαιᾶς καὶ τῆς νέας. Αὐτὸ γάρ ἐστιν ὁ σταυρὸς ὁ τὸν κόσμον σῴζων, διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

5