Fragmenta in Matthaeum

 τροφὴν ἀπωλωλέκει, οὕτως ὁ νέος Ἀδὰμ καὶ ὧν μὴ προσετάχθη ἀποσχό μενος καθ' ὑπερβολὴν ἀρετῆς εἰς τὸ ἐξ ἀρχῆς καλὸν ἀποκαταστῇ.

 φείσασθαι μηδὲ τῶν ἀναγκαιοτάτων, εἰ δι' αὐτῶν τις ἐνέργεια φαύλη κινδυ νεύσαι γίνεσθαι. Οὐ δεῖ τὰ μέλη ἐκκόψαι , ἀλλ' οἷον νεκρῶσαι ταῦτα καὶ ἀν ενέρ

 φέρειν αὐτοῦ τὸ ἐπαχθὲς ἀναγ κάζεται. ἀσκοὶ δὲ παλαιοὶ καὶ οἱ παλαιοὶ ἄνθρωποι· οἶνος δὲ νέος ὁ καινὸς λόγος, ὃν οὐ χωροῦσιν· ῥήγνυται γὰρ αὐτῶν τὸ σα

 ὑμεῖς ὑποχωροῦντες τοῖς διώκουσι διαρκήσετε τὸν τοῦ εὐαγγε λισμοῦ χρόνον μὴ

 πνεῦμα τοῦ Ἠλίου. καὶ ἐπεὶ ἦν τὸ λεγόμενον ἀσαφές, τοῖς δυναμένοις συνιέναι τὴν γνῶσιν κατέλιπεν. 63 Mt 11, 14 Τοῦτο δὲ καὶ ὁ ἄγγελος εἶπεν περὶ αὐτοῦ

 τοιούτῳ μὴ διδούς. παρα σεσιωπημένη δὲ ἐν τοῖς τοιούτοις ἡ διὰ βαπτίσματος ἄφεσις εἴη, ἐπεὶ μηδὲ καιρὸς ἦν πω περὶ ταύτης Ἰουδαίοις διαλέγεσθαι· μεταξ

 76 Mt 13, 18-23 Ἐν τούτοις ἐπιζητεῖται, πῶς οὐ τὸν λόγον εἴρηκεν σπείρεσθαι κατ' ἀρχὴν οὐδὲ εἶπεν τὸ παρὰ τὴν ὁδὸν σπέρμα σπαρέν, ἀλλ' οὗτός ἐστιν ὁ π

 82 Mt 16, 1-4 Ἀλλὰ γὰρ οὔτε ἰατρὸς ἀκαί ρους ἐπιθυμίας τῶν νοσούντων ἐμ πίπλησι τὸ τῆς νόσου λυτικὸν ζητῶν, οὐ τὸ τῆς ἡδονῆς πληρωτικόν, οὔτε ὁ σωτὴρ

 ἡμίσεως ἐξὸν μηδενὶ καταβάλλειν μηδὲ εἰ πλουτοίη· τὸ δὲ μυστήριον ἦν εἰς τὸ μήτε μετὰ πατρὸς σεσαρ κῶσθαι τὸν υἱὸν μήτε ἐνδεές τι τῆς τελειότητος ἐννο

 ἀλλὰ τοσοῦτον ἴσχυσεν ἡ κακία ὡς τοῦτον ἀνα τρέψαι τὸν λόγον. δύο οὖν ἡμᾶς ἀπαιτεῖ ὁ λόγος καὶ μεμνῆσθαί τινα τῶν ἑαυτοῦ ἁμαρτημάτων καὶ ἀμνησικακεῖν

 τελειότης δὲ παρ' αὐτοῦ. 98 Mt 19, 23-26 Καλὸν τὸ ἀποστολικὸν ἐνταῦθα ἁρμόζει τὸν «ὄγκον ἀποθέμενοι πάντα »· τὸν γὰρ ὄγκον ἐδήλωσεν ἡ πρὸς κάμηλον ὁμο

 102 Mt 20, 10-12 Τὸ ἐνόμιζον οἱ πρῶτοι, ὅτι πλείονα λήψονται τὴν τοῦ πράγ ματος ἐνδείκνυται φύσιν, οὐ τὴν τῶν ἁγίων ἀνδρῶν διάνοιαν· οὐδὲ γὰρ ἐκεῖνοι

 αὐτῷ, καθ' ἣν τῶν ἀλλοτρίων ἀπαλλαγεὶς τῆς ἐπιβουλῆς ἔμεινεν ἐπὶ τῆς οἰκείας γῆς. πύργον δὲ τὸν ναόν, ἐν ᾧ συνιόντας ἐχρῆν τοὺς τῆς εὐσεβείας καρποὺς

 » τοῦ θεοῦ ὁ ∆αβὶδ καὶ οὐδέπω τῷ πνεύματι τοῦτο ἁρμόζει, ἀλλ' εἰς τὸ ἴδιον πνεῦμα εἴρηται αὐτό. ἐν πνεύματι γοῦν ἐλάλει καὶ ὅτε ἔλεγεν «τὸ πνεῦμά σου

 ἑαυτὴν διὰ τοῦ ἁμαρτάνειν ἔξω ποιοῦσα ἑαυτὴν τοῦ θεοῦ· ἡ δὲ ὄρνις πολύτεκνος καὶ θερμὴ περὶ τὴν ἀγάπην καὶ κηδομένη τῶν τέκνων καὶ ἑαυτὴν παραδιδοῦσα

 ζητεῖν παρὰ τῶν ἀνθρώπων ὑπακοήν, οἷς οὐ δέδωκας διὰ τοῦ λόγου σου τὸ εὐ ήκοον. καὶ διὰ τοῦτο φοβηθεὶς μὴ ἄπρακτος γένωμαι τὸ κατ' ἐμὲ ἐφύ λαξα μόνον

 πάντων λέγει διὰ τοῦ ἑνὸς δικαίου κατασταθήσεσθαι τοὺς πολλούς. τοῦτο δὴ καὶ ἐνταῦθα δηλοῖ, ὅτι εἷς ὑπὲρ πολλῶν πάσχει. τύπον δὲ ποιεῖ Ἀπολινάριος τῆς

 σαρκὸς αὐτοῦ καὶ ἐπὶ γῆς ἔκρυσις ἐχώρη σεν. 137 Mt 27, 11-14 Καλὴ ἡ ἀποσκόπησις πρὸς τοὺς συκοφαντοῦντας· οὐ γὰρ οἱ ἀκούον τες ἐζήτουν τὸ ἀληθὲς καὶ κ

 προστίθεσθαι τῶν ἀποθνῃσκόντων ἕκαστον «πρὸς τὸν λαὸν αὐτοῦ »· κάτω γὰρ ἦν ἡ χώρησις καὶ ἡ κατοχὴ τῶν ψυχῶν καὶ ταύτην τὴν κάτω πορείαν ὁ κύριος εἰς τ

τοιούτῳ μὴ διδούς. παρα σεσιωπημένη δὲ ἐν τοῖς τοιούτοις ἡ διὰ βαπτίσματος ἄφεσις εἴη, ἐπεὶ μηδὲ καιρὸς ἦν πω περὶ ταύτης Ἰουδαίοις διαλέγεσθαι· μεταξὺ γάρ πως εὑρίσκεται τῆς ἐν τῷ αἰῶνι τούτῳ καὶ τῆς μελλούσης κατακρίσεως, ὅτι ὁ βαπτιζόμενος ἔξεισιν ἀπὸ τοῦ αἰῶνος τούτου· καὶ μεταξύ πως τῆς παρούσης καὶ τῆς μελλούσης ζωῆς ἐξετάζεται καὶ οὕτως παραίτησιν τῆς ἐκ νόμου ἐξετάσεως ἴσχει κατὰ τὸν λέγοντα Παῦλον «θεὸς ὁ δικαιῶν· τίς ὁ κατακρινῶν ». οὐκοῦν τὸ τὰ θαύματα καὶ τὴν τῶν δαιμόνων κατά λυσιν, ἃ μόνου τοῦ πνεύματος ποιεῖν, ταῦτα τῷ δαίμονι περιτιθέναι οὐδεμίαν ὑμῖν συγγνώμην τῆς βλασφημίας καταλιμπάνει. ταῦτα λέγει οὔτε τὴν εἰς ἑαυτὸν βλασφημίαν ἀφεθήσεσθαι ἀποφαινόμενος οὔτε τοῖς βλασφημοῦσι κατὰ τοῦ πνεύματος χώραν μετανοίας, εἰ βούλοιντο, μὴ ἀφιείς, ἀλλ' ἐν παραθέσει τὴν εἰς αὐτὸν βλασφημίαν ὡς εἰς ἄνθρωπον τότε γίνεσθαι μόνον δοκοῦσαν ἐλάττονα φάσκων εἶναι, ὅταν τῇ βλασφημίᾳ τοῦ ἁγίου συγκρίνηται πνεύματος, μετὰ δὲ τὴν ἐκ νεκρῶν ἀνάστασιν καὶ τὴν εἰς οὐρανὸν ἄνοδον καὶ σαφῶς ἀποδειχθῆναι, ὅτι ἐστὶν ἀληθῶς υἱὸς θεοῦ καὶ θεός. εἰ καὶ ἀτρέπτως γέγονεν ἄνθρωπος, οὐδὲ ἡ εἰς αὐτὸν ἀφε θήσεται βλασφημία , εἰ μὴ διὰ πταίσματός τε

εἰλικρινοῦς μετανοίας. 74 Mt 12,43-45 Ἐκ τούτου μανθάνομεν, ὅτι μὴ κρατήσει δαίμων ἀνθρώπου τὰ καλλίω προαιρουμένου, ἀλλ' ἀνεπίβατος ὁ τοιοῦτος ἔσται αὐτῷ ἔμφραγμα τῆς εἰσόδου τὴν ἀρετὴν προϊσχόμενος καὶ τόπον αὐτοῦ μηδένα ἀφιείς, ὡς ὁ Ἐκκλησιαστὴς παραινεῖ. τοὐναντίον δὲ ὁ κακὸς καὶ ῥᾴθυμος περὶ τὸ ἀγαθὸν ἱππήλατός ἐστι τῷ πονηρῷ πνεύματι. μανθάνομεν δέ, ὅτι καὶ παραμυθίαν τινὰ τὴν εἰς τοὺς ἑαυτοῖς ἐπιτηδείους ἐνοίκησιν οἱ δαίμονες ἴσχουσιν, εἴ γε ὅτε μὴ δύνανται τοῦτο ποιεῖν οὐκ ἀναπαύονται, ὥσπερ ἐκ τῶν ἐναντίων λέγεται καὶ τοῦ θείου πνεύματος ἀνάπαυσις ἡ πρὸς αὐτὸ τῶν ἀνθρώπων ἐπιτηδειότης· «ἅγιος » γὰρ «ἐν ἁγίοις ἀναπαυόμενος » ὁ θεός. τὸ δὲ μετὰ πλειόνων ἐπεισιέναι τὸ ἅπαξ ἐξελθὸν αἰτίαν ἔχει τὴν τοῦ ἀνθρώπου ἀμετάβλητον πονηρίαν. ἑπτὰ δὲ πνεύματα λογιστέον τὰ πολλά· ἐπὶ γὰρ πλήθους πολλάκις τὰ ἑπτὰ παρὰ τῇ θείᾳ γραφῇ. κατ' ἀρχὴν μὲν ἐν τοῖς Ἰουδαίοις ἐνῴκησε τὸ πνεῦμα τὸ πονηρόν, ὅτε κατ' Αἴγυπτον εἰδωλολάτρουν, ἐξῆλθε δὲ ὅτε προσεκλήθησαν ὑπὸ θεοῦ· μετὰ ταῦτα δὲ ὅτε ἐξήμαρτον εἰς τὸν προσκαλεσάμενον, τότε μετέβαινεν ἡ χάρις ἐπὶ τὰ ἔθνη, οἱ δὲ ἐξεδίδοντο. καὶ ἡ μὲν ἐν τοῖς ἔθνεσιν ὥσπερ ἐν ἀνύδροις τισὶ τόποις κατοίκησις ἐγένετο τῶν πονηρῶν χαλεπή τε καὶ δύσβατος θεὸν ὑποδεξαμένων τῶν ἐθνῶν. ἡ δὲ εἰς τὸν Ἰσραὴλ ἐπάνοδος ῥᾷον ἢ πρότερον καὶ μετὰ πολλοῦ πλήθους τῆς ἐφόδου. διὸ κάκιον νῦν διάγουσιν ἢ ἐν Αἰγύπτῳ παραταττόμενοι μὲν εἰς τὰς κατὰ Χριστοῦ βλασφη μίας ἀεί, τὴν δὲ πρὸς Ἀβραὰμ διαθήκην οὐκ ἔχοντες κατὰ τὸ δίκαιον προσδοκᾶν κἂν ὥσπερ τότε, ἀλλὰ ἀποκοπτόμενοι τῆς ἐλπίδος, ὅτι τὸν πληρωτὴν ταύτης ἠθετήκασιν. δεδήλωκεν οὖν ἐν τοῖς πρὸς αὐτοὺς λόγοις ὁ κύριος καὶ τὴν ἐσο μένην ἀποβολὴν αὐτῶν καὶ τὴν ἐπικρίσεως τῆς μελλούσης αἰσχύνην καὶ τὴν ἤδη κράτησιν ὑπὸ τοῦ πονηροῦ. 75 Mt 12,46 Ὅτι δὲ μήπω ἐπεπιστεύκεσαν εἰς αὐτὸν «οἱ ἀδελφοὶ αὐτοῦ » , μανθάνομεν παρὰ Ἰωάννου, παρὰ δὲ τοῦ Μάρκου καί τι πλέον ἀκηκό αμεν· ὡς γὰρ ἐξεστηκότα κατέχειν ἐπεχείρουν. ἐπὶ τῇ τοιαύτῃ διανοίᾳ καὶ ὁ κύριος οὐχ ὡς οἰκείων αὐτῶν ἐμνήσθη, ἀλλ' ἀντεπιδείκνυσι τοὺς ὑπηκόους, τούτοις τὰ τῆς συγγενείας προγράφων ἅπαντα τὰ ὀνόματα, οἳ κατ' οἰκειότητα τῆς ὑπακοῆς αὐτῷ συνήπτοντο. εἰ δὲ καὶ πρόσκαιρον ἔσχε τὴν Μαρίας ἀντιλογίαν, καθὰ καὶ προεῖπεν ὁ Συμεὼν λέγων· «καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν » καὶ τὰ ἑξῆς, εἰκότως ἐπανῆλθεν ἐπὶ ταῦτα καὶ ὁ κύριος αὐτῆς εὐμενῶς ἐπὶ τοῦ πάθους μνησθεὶς καὶ συνέστησεν αὐτὴν τῷ ἀγαπητῷ μαθητῇ.

7