Fragmenta in Matthaeum

 τροφὴν ἀπωλωλέκει, οὕτως ὁ νέος Ἀδὰμ καὶ ὧν μὴ προσετάχθη ἀποσχό μενος καθ' ὑπερβολὴν ἀρετῆς εἰς τὸ ἐξ ἀρχῆς καλὸν ἀποκαταστῇ.

 φείσασθαι μηδὲ τῶν ἀναγκαιοτάτων, εἰ δι' αὐτῶν τις ἐνέργεια φαύλη κινδυ νεύσαι γίνεσθαι. Οὐ δεῖ τὰ μέλη ἐκκόψαι , ἀλλ' οἷον νεκρῶσαι ταῦτα καὶ ἀν ενέρ

 φέρειν αὐτοῦ τὸ ἐπαχθὲς ἀναγ κάζεται. ἀσκοὶ δὲ παλαιοὶ καὶ οἱ παλαιοὶ ἄνθρωποι· οἶνος δὲ νέος ὁ καινὸς λόγος, ὃν οὐ χωροῦσιν· ῥήγνυται γὰρ αὐτῶν τὸ σα

 ὑμεῖς ὑποχωροῦντες τοῖς διώκουσι διαρκήσετε τὸν τοῦ εὐαγγε λισμοῦ χρόνον μὴ

 πνεῦμα τοῦ Ἠλίου. καὶ ἐπεὶ ἦν τὸ λεγόμενον ἀσαφές, τοῖς δυναμένοις συνιέναι τὴν γνῶσιν κατέλιπεν. 63 Mt 11, 14 Τοῦτο δὲ καὶ ὁ ἄγγελος εἶπεν περὶ αὐτοῦ

 τοιούτῳ μὴ διδούς. παρα σεσιωπημένη δὲ ἐν τοῖς τοιούτοις ἡ διὰ βαπτίσματος ἄφεσις εἴη, ἐπεὶ μηδὲ καιρὸς ἦν πω περὶ ταύτης Ἰουδαίοις διαλέγεσθαι· μεταξ

 76 Mt 13, 18-23 Ἐν τούτοις ἐπιζητεῖται, πῶς οὐ τὸν λόγον εἴρηκεν σπείρεσθαι κατ' ἀρχὴν οὐδὲ εἶπεν τὸ παρὰ τὴν ὁδὸν σπέρμα σπαρέν, ἀλλ' οὗτός ἐστιν ὁ π

 82 Mt 16, 1-4 Ἀλλὰ γὰρ οὔτε ἰατρὸς ἀκαί ρους ἐπιθυμίας τῶν νοσούντων ἐμ πίπλησι τὸ τῆς νόσου λυτικὸν ζητῶν, οὐ τὸ τῆς ἡδονῆς πληρωτικόν, οὔτε ὁ σωτὴρ

 ἡμίσεως ἐξὸν μηδενὶ καταβάλλειν μηδὲ εἰ πλουτοίη· τὸ δὲ μυστήριον ἦν εἰς τὸ μήτε μετὰ πατρὸς σεσαρ κῶσθαι τὸν υἱὸν μήτε ἐνδεές τι τῆς τελειότητος ἐννο

 ἀλλὰ τοσοῦτον ἴσχυσεν ἡ κακία ὡς τοῦτον ἀνα τρέψαι τὸν λόγον. δύο οὖν ἡμᾶς ἀπαιτεῖ ὁ λόγος καὶ μεμνῆσθαί τινα τῶν ἑαυτοῦ ἁμαρτημάτων καὶ ἀμνησικακεῖν

 τελειότης δὲ παρ' αὐτοῦ. 98 Mt 19, 23-26 Καλὸν τὸ ἀποστολικὸν ἐνταῦθα ἁρμόζει τὸν «ὄγκον ἀποθέμενοι πάντα »· τὸν γὰρ ὄγκον ἐδήλωσεν ἡ πρὸς κάμηλον ὁμο

 102 Mt 20, 10-12 Τὸ ἐνόμιζον οἱ πρῶτοι, ὅτι πλείονα λήψονται τὴν τοῦ πράγ ματος ἐνδείκνυται φύσιν, οὐ τὴν τῶν ἁγίων ἀνδρῶν διάνοιαν· οὐδὲ γὰρ ἐκεῖνοι

 αὐτῷ, καθ' ἣν τῶν ἀλλοτρίων ἀπαλλαγεὶς τῆς ἐπιβουλῆς ἔμεινεν ἐπὶ τῆς οἰκείας γῆς. πύργον δὲ τὸν ναόν, ἐν ᾧ συνιόντας ἐχρῆν τοὺς τῆς εὐσεβείας καρποὺς

 » τοῦ θεοῦ ὁ ∆αβὶδ καὶ οὐδέπω τῷ πνεύματι τοῦτο ἁρμόζει, ἀλλ' εἰς τὸ ἴδιον πνεῦμα εἴρηται αὐτό. ἐν πνεύματι γοῦν ἐλάλει καὶ ὅτε ἔλεγεν «τὸ πνεῦμά σου

 ἑαυτὴν διὰ τοῦ ἁμαρτάνειν ἔξω ποιοῦσα ἑαυτὴν τοῦ θεοῦ· ἡ δὲ ὄρνις πολύτεκνος καὶ θερμὴ περὶ τὴν ἀγάπην καὶ κηδομένη τῶν τέκνων καὶ ἑαυτὴν παραδιδοῦσα

 ζητεῖν παρὰ τῶν ἀνθρώπων ὑπακοήν, οἷς οὐ δέδωκας διὰ τοῦ λόγου σου τὸ εὐ ήκοον. καὶ διὰ τοῦτο φοβηθεὶς μὴ ἄπρακτος γένωμαι τὸ κατ' ἐμὲ ἐφύ λαξα μόνον

 πάντων λέγει διὰ τοῦ ἑνὸς δικαίου κατασταθήσεσθαι τοὺς πολλούς. τοῦτο δὴ καὶ ἐνταῦθα δηλοῖ, ὅτι εἷς ὑπὲρ πολλῶν πάσχει. τύπον δὲ ποιεῖ Ἀπολινάριος τῆς

 σαρκὸς αὐτοῦ καὶ ἐπὶ γῆς ἔκρυσις ἐχώρη σεν. 137 Mt 27, 11-14 Καλὴ ἡ ἀποσκόπησις πρὸς τοὺς συκοφαντοῦντας· οὐ γὰρ οἱ ἀκούον τες ἐζήτουν τὸ ἀληθὲς καὶ κ

 προστίθεσθαι τῶν ἀποθνῃσκόντων ἕκαστον «πρὸς τὸν λαὸν αὐτοῦ »· κάτω γὰρ ἦν ἡ χώρησις καὶ ἡ κατοχὴ τῶν ψυχῶν καὶ ταύτην τὴν κάτω πορείαν ὁ κύριος εἰς τ

76 Mt 13, 18-23 Ἐν τούτοις ἐπιζητεῖται, πῶς οὐ τὸν λόγον εἴρηκεν σπείρεσθαι κατ' ἀρχὴν οὐδὲ εἶπεν τὸ παρὰ τὴν ὁδὸν σπέρμα σπαρέν, ἀλλ' οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς , καίτοι γε μετ' ὀλίγον τὸν λόγον ἐδήλωσεν ὄντα τὸ σπέρμα ἐν οἷς λέγει συμπνίγεσθαι τὸν λόγον καὶ ἄκαρπον γίνεσθαι. λέγει δὲ καὶ ἐν τῇ τῶν ζιζανίων παραβολῇ τὸ «καλὸν σπέρμα » εἶναι «τοὺς υἱοὺς τῆς βασιλείας » οὐ τὸ ἐν αὐτοῖς σπειρόμενον δηλῶν, ἀλλ' αὐτούς. φαμὲν οὖν, ὅτι καὶ ὁ λόγος σπέρμα καὶ ὁ τὸν λόγον δεξά μενος διὰ τὴν πρὸς αὐτὸν σύγκρισίν τε καὶ ὁμοείδειαν. διά τοι τοῦτο

μορφοῦται Χριστὸς ἐν ἡμῖν καὶ ἡμεῖς κατὰ Χριστὸν μορφούμεθα. 77 Mt 13, 47-50 Θαλάττῃ τὸν κόσμον ἀφο μοιοῖ διὰ τὴν ἐν αὐτῷ πικρίαν καὶ τοὺς κλύδωνας τῆς ταραχῆς, σα γήνην δὲ ἐπιβαλλομένην τῷ κόσμῳ τὴν τοῦ λόγου δύναμιν ἐκ ποικίλων νοημάτων παλαιᾶς καὶ καινῆς γρα φῆς συνάγουσαν ἐξ Ἑλλήνων τε καὶ βαρβάρων, σοφῶν τε καὶ ἀνοήτων, ἀνδρῶν τε καὶ γυναικῶν, ἐλευθέρων τε καὶ δούλων, δικαίων τε καὶ πο νηρῶν. πληροῦται δὲ ἡ σαγήνη τότε, ἡνίκα ὁ δεσπότης ὁ ἐπιβάλλων αὐτὴν οἶδεν· οὐ γὰρ ἀνθρώπου τὸ τοῦτο ἐπιγνῶναι. ὅταν δὲ ἤδη τὸ μέτρον ἔχῃ τῆς πληρώσεως ὁ τῆς διδα σκαλίας λόγος, τότε οὐ πάντες οἱ τὴν τοῦ λόγου μαθητείαν ὑπελθόντες εὑρεθήσονται δόκιμοι τῷ τῆς σα γήνης δεσπότῃ, ἀλλὰ διάκρισις τότε γενήσεται πονηρῶν τε καὶ ἀγαθῶν καὶ τοῖς μὲν ἀχρείοις φανεῖσι τὸ τέλος ὄλεθρος, τοῖς δὲ ἀγαθοῖς ἡ παρὰ τῷ κυρίῳ μονὴ κατατιθεμέ νοις εἰς ἀγγεῖα διάφορα· «πολλαὶ » γὰρ αἱ παρὰ τῷ πατρὶ «μοναί ». οἱ δὲ πονηροὶ καὶ τέως μετὰ τῶν δι καίων ἀριθμούμενοι οὐκέτι τότε τὴν ἀδιάκριτον ἕξουσιν σὺν αὐτοῖς δια τριβὴν τόν τε ἡδὺν αὐτοῖς ἀπολεί ποντες βίον, ὥσπερ ἰχθύες τὸν ἐν τῇ θαλάττῃ, τὴν ὀδυνηροτάτην ὑπο στήσονται ἐν πυρὶ κόλασιν, ἔνθα μηδὲν εἰς παραμυθίαν κακοῦ λείπε ται. Τῇ θαλάττῃ παρείκασεν ὁ σωτὴρ τὸν κόσμον διὰ τὴν ἐν αὐτῷ ταραχήν τε καὶ ζάλην, σαγήνην δὲ ἐπιβαλλομένην τῷ κόσμῳ τὴν τοῦ λόγου δύναμιν ἐκ ποικίλων νοημάτων παλαιᾶς τε καὶ νέας συγκειμένην καὶ ἐκ παντὸς γένους Ἑλλήνων τε καὶ βαρβάρων, σοφῶν τε καὶ ἀνοή των πληρουμένην

78 Mt 14, 17 Πλείστων θαυμάτων καὶ μεγίστων γεγονότων παρὰ τοῦ σωτῆρος

ἡμῶν οὐκ ἔλαττόν ἐστι τὸ μὴ ἀεὶ τῇ ἐξουσίᾳ χρῆσθαι πρὸς τὴν εὐπορίαν τῆς τροφῆς, ἀλλὰ δεῖσθαι πολλάκις καὶ ἀπορεῖν.

79 Mt 15, 2-6 Εἰς τὰ ἐναντία περιίστησιν ὁ κύριος τὴν πονηρὰν κατάστασιν τῶν Φαρισαίων· οἱ μὲν γὰρ τῶν σωματικῶν φροντίζοντες κατεφρόνουν τῶν πνευματικῶν, ὁ δὲ σωτὴρ τὰ πνευματικὰ παρεισάγων παραιτεῖται τὰ σωματικά. 80 Mt 15, 8 80 Σφόδρα μετὰ τὴν προκειμένην ἀπόδειξιν ἡ τοῦ προφήτου φωνὴ καιρίως

ἐπήχθη πολλὴν ἔχουσα τὴν συμφωνίαν. 81 Mt 15, 21-22 Πόθεν ἐξῆλθεν ἡ Χανανῖτις; ἀπὸ τῆς εἰδωλολατρίας Τύρου καὶ Σιδῶνος , ἀπὸ τοῦ λαοῦ αὐτῆς καὶ ἀπὸ «τοῦ οἴκου τοῦ πατρὸς » αὐτῆς. ποῖ ἐξῆλθεν; εἰς ὀσμὴν μύρου τοῦ σωτῆρος· τύπον γὰρ ἐπέχει τῆς ἐξ ἐθνῶν ἐκκλησίας. ἀλλὰ καὶ ὁ σωτὴρ ἐξῆλθεν «ἐκ τῆς συγγενείας » τοῦ Ἰσραὴλ «καὶ τοῦ οἴκου τοῦ πατρὸς » αὐτοῦ, τῆς Ἰερουσαλήμ. καὶ ὑποδέχεται αὐτὸν ἡ Χανανῖτις, ἡ καὶ τὸν Ἡλίαν δεξαμένη χήρα· τί δὲ ἐβόα κράζουσα· κύριε, υἱὲ ∆αβίδ ; πόθεν ᾔδει οὕτως καλεῖν, μήτε νόμον μήτε προφήτας μελετήσασα; κύριον μὲν κατὰ τὴν θεότητα, υἱὸν δὲ ∆αβὶδ κατὰ τὴν σάρκα. νόει μοι τὸν τῆς χήρας υἱὸν νεκρὸν ὄντα, τοῦτ' ἔστιν τὸ νενεκρωμένον σῶμα, τὴν δὲ ψυχὴν καθαρισθεῖσαν τοῦ δαιμονίου. ἀπεκατέστησε τὰ ἀμφότερα σῶα.

8