Fragmenta in Matthaeum

 τροφὴν ἀπωλωλέκει, οὕτως ὁ νέος Ἀδὰμ καὶ ὧν μὴ προσετάχθη ἀποσχό μενος καθ' ὑπερβολὴν ἀρετῆς εἰς τὸ ἐξ ἀρχῆς καλὸν ἀποκαταστῇ.

 φείσασθαι μηδὲ τῶν ἀναγκαιοτάτων, εἰ δι' αὐτῶν τις ἐνέργεια φαύλη κινδυ νεύσαι γίνεσθαι. Οὐ δεῖ τὰ μέλη ἐκκόψαι , ἀλλ' οἷον νεκρῶσαι ταῦτα καὶ ἀν ενέρ

 φέρειν αὐτοῦ τὸ ἐπαχθὲς ἀναγ κάζεται. ἀσκοὶ δὲ παλαιοὶ καὶ οἱ παλαιοὶ ἄνθρωποι· οἶνος δὲ νέος ὁ καινὸς λόγος, ὃν οὐ χωροῦσιν· ῥήγνυται γὰρ αὐτῶν τὸ σα

 ὑμεῖς ὑποχωροῦντες τοῖς διώκουσι διαρκήσετε τὸν τοῦ εὐαγγε λισμοῦ χρόνον μὴ

 πνεῦμα τοῦ Ἠλίου. καὶ ἐπεὶ ἦν τὸ λεγόμενον ἀσαφές, τοῖς δυναμένοις συνιέναι τὴν γνῶσιν κατέλιπεν. 63 Mt 11, 14 Τοῦτο δὲ καὶ ὁ ἄγγελος εἶπεν περὶ αὐτοῦ

 τοιούτῳ μὴ διδούς. παρα σεσιωπημένη δὲ ἐν τοῖς τοιούτοις ἡ διὰ βαπτίσματος ἄφεσις εἴη, ἐπεὶ μηδὲ καιρὸς ἦν πω περὶ ταύτης Ἰουδαίοις διαλέγεσθαι· μεταξ

 76 Mt 13, 18-23 Ἐν τούτοις ἐπιζητεῖται, πῶς οὐ τὸν λόγον εἴρηκεν σπείρεσθαι κατ' ἀρχὴν οὐδὲ εἶπεν τὸ παρὰ τὴν ὁδὸν σπέρμα σπαρέν, ἀλλ' οὗτός ἐστιν ὁ π

 82 Mt 16, 1-4 Ἀλλὰ γὰρ οὔτε ἰατρὸς ἀκαί ρους ἐπιθυμίας τῶν νοσούντων ἐμ πίπλησι τὸ τῆς νόσου λυτικὸν ζητῶν, οὐ τὸ τῆς ἡδονῆς πληρωτικόν, οὔτε ὁ σωτὴρ

 ἡμίσεως ἐξὸν μηδενὶ καταβάλλειν μηδὲ εἰ πλουτοίη· τὸ δὲ μυστήριον ἦν εἰς τὸ μήτε μετὰ πατρὸς σεσαρ κῶσθαι τὸν υἱὸν μήτε ἐνδεές τι τῆς τελειότητος ἐννο

 ἀλλὰ τοσοῦτον ἴσχυσεν ἡ κακία ὡς τοῦτον ἀνα τρέψαι τὸν λόγον. δύο οὖν ἡμᾶς ἀπαιτεῖ ὁ λόγος καὶ μεμνῆσθαί τινα τῶν ἑαυτοῦ ἁμαρτημάτων καὶ ἀμνησικακεῖν

 τελειότης δὲ παρ' αὐτοῦ. 98 Mt 19, 23-26 Καλὸν τὸ ἀποστολικὸν ἐνταῦθα ἁρμόζει τὸν «ὄγκον ἀποθέμενοι πάντα »· τὸν γὰρ ὄγκον ἐδήλωσεν ἡ πρὸς κάμηλον ὁμο

 102 Mt 20, 10-12 Τὸ ἐνόμιζον οἱ πρῶτοι, ὅτι πλείονα λήψονται τὴν τοῦ πράγ ματος ἐνδείκνυται φύσιν, οὐ τὴν τῶν ἁγίων ἀνδρῶν διάνοιαν· οὐδὲ γὰρ ἐκεῖνοι

 αὐτῷ, καθ' ἣν τῶν ἀλλοτρίων ἀπαλλαγεὶς τῆς ἐπιβουλῆς ἔμεινεν ἐπὶ τῆς οἰκείας γῆς. πύργον δὲ τὸν ναόν, ἐν ᾧ συνιόντας ἐχρῆν τοὺς τῆς εὐσεβείας καρποὺς

 » τοῦ θεοῦ ὁ ∆αβὶδ καὶ οὐδέπω τῷ πνεύματι τοῦτο ἁρμόζει, ἀλλ' εἰς τὸ ἴδιον πνεῦμα εἴρηται αὐτό. ἐν πνεύματι γοῦν ἐλάλει καὶ ὅτε ἔλεγεν «τὸ πνεῦμά σου

 ἑαυτὴν διὰ τοῦ ἁμαρτάνειν ἔξω ποιοῦσα ἑαυτὴν τοῦ θεοῦ· ἡ δὲ ὄρνις πολύτεκνος καὶ θερμὴ περὶ τὴν ἀγάπην καὶ κηδομένη τῶν τέκνων καὶ ἑαυτὴν παραδιδοῦσα

 ζητεῖν παρὰ τῶν ἀνθρώπων ὑπακοήν, οἷς οὐ δέδωκας διὰ τοῦ λόγου σου τὸ εὐ ήκοον. καὶ διὰ τοῦτο φοβηθεὶς μὴ ἄπρακτος γένωμαι τὸ κατ' ἐμὲ ἐφύ λαξα μόνον

 πάντων λέγει διὰ τοῦ ἑνὸς δικαίου κατασταθήσεσθαι τοὺς πολλούς. τοῦτο δὴ καὶ ἐνταῦθα δηλοῖ, ὅτι εἷς ὑπὲρ πολλῶν πάσχει. τύπον δὲ ποιεῖ Ἀπολινάριος τῆς

 σαρκὸς αὐτοῦ καὶ ἐπὶ γῆς ἔκρυσις ἐχώρη σεν. 137 Mt 27, 11-14 Καλὴ ἡ ἀποσκόπησις πρὸς τοὺς συκοφαντοῦντας· οὐ γὰρ οἱ ἀκούον τες ἐζήτουν τὸ ἀληθὲς καὶ κ

 προστίθεσθαι τῶν ἀποθνῃσκόντων ἕκαστον «πρὸς τὸν λαὸν αὐτοῦ »· κάτω γὰρ ἦν ἡ χώρησις καὶ ἡ κατοχὴ τῶν ψυχῶν καὶ ταύτην τὴν κάτω πορείαν ὁ κύριος εἰς τ

ἡμίσεως ἐξὸν μηδενὶ καταβάλλειν μηδὲ εἰ πλουτοίη· τὸ δὲ μυστήριον ἦν εἰς τὸ μήτε μετὰ πατρὸς σεσαρ κῶσθαι τὸν υἱὸν μήτε ἐνδεές τι τῆς τελειότητος ἐννοῆσαι δύνασθαι περὶ τὸν Χριστόν, ὅθεν εἴρηται «πᾶν τὸ πλήρωμα τῆς θεότητος ἐν αὐτῷ κατ οικεῖν σωματικῶς ». 88 Mt 17, 27 Παρίστησιν ἑαυτὸν καὶ θαλάσσης καὶ τῶν ἐν αὐτῇ καὶ παντὸς στοιχείου δημιουργὸν εἶναι καὶ κύριον ὡς υἱὸν ἴδιον τοῦ θεοῦ καὶ πατρός· ὁ γὰρ ἰχθὺς οὗτος τύπον ἐπεῖχε τῆς ἐκκλησίας τῆς πάλαι τῇ τῆς ἀπιστίας ἅλμῃ καὶ δεισιδαιμονίας κατειλημμένης καὶ βαθέως ἐν βυθῷ κεκα λυμμένης καὶ ταραχῇ καὶ ζάλῃ τῶν βιωτικῶν ἡδονῶν καταβεβαπτισμένης, ἀναχθείσης δὲ τῷ ἀγκίστρῳ τῶν ἀποστόλων τῷ διδασκαλικῷ καὶ ἁλιευ τικῷ καὶ θηρῶντι λόγῳ πρὸς τὴν τοῦ θεοῦ γνῶσιν, «τοῦ ἐκ σκότους ἡμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς ».

89 Mt 18, 12-13 Κατὰ τοῦτο εἰκότως καὶ τὴν εἰς κόσμον αὐτοῦ παρουσίαν τῇ προ κειμένῃ παραβολῇ προσαρμόζει ὡς ἐπὶ τὸ ἀπολωλὸς γεγονυῖαν πρόβατον, τοῦτ' ἔστιν τὸν ἄνθρωπον ἀπὸ τῶν προβάτων ὄντα τῶν ἑκατόν , ἀπὸ τοῦ πλήθους τῶν οὐρανίων δυνάμεων, ὁμοιογενῆ αὐτοῖς ὄντα καθὸ λογικός, καθὸ πρόβατον ἐν προβάτοις ἀριθμούμενον, ἐλάχιστον δὲ ὡς πρὸς τὸ πολὺ πλῆθος καὶ διὰ τοῦτο ἐν προβάτοις ἑκατόν . πλάνη δὲ αὐτοῦ τὸ πταῖσμα τοῦ Ἀδάμ. ζητεῖται δὲ εἰκότως, ὅτι καὶ ὁμοιογενὴς τοῖς παρὰ θεῷ μείνασι καὶ πρὸς ἀναπλήρωσιν αὐτῶν ἀναγκαῖον, ἵνα μὴ ἐνδεὴς εἴη ποιμὴν καὶ κολοβὸς εἴη, καθὸ καὶ ἀνακεφαλαίωσιν «τῶν πάντων » εἶπεν ὁ Παῦλος «ἐν Χριστῷ » τὴν τοῦ περιρρυέντος μέρους ἐπανάληψιν οὐκ ἐντελοῦς οὔσης τῆς τῶν ὅλων ἐν Χριστῷ συστάσεως διὰ τὸ ἐκλεῖπον καὶ ἐλλεῖπον. 90 Mt 18, 25 Ἴδιον παραβολῆς τὸ κελεῦσαι πραθῆναι τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ πάντα ὅσα ἔχει καὶ ἀποδοθῆναι · ἐπὶ μὲν γὰρ τῶν ἀνθρω πίνων πραγμάτων τοῦτο δυνατόν, ἐπὶ δὲ τῆς παρὰ Χριστῷ κρίσεως οὐκ οἰκείων πιπρασκομένων οὐδὲ χρημάτων ἡ ἀπόδοσις ἂν γένοιτο τῶν ὀφειλο μένων. ἀλλ' ὑποδείκνυται ἡ πάντων ἀφαίρεσις ὧν τις ἔχει τερπνῶν καὶ καθ' ἡδονὴν καὶ ἡ διὰ τῶν παθημάτων ἀπόδοσις· ἐπὶ δὲ τῶν ἐναντίων τὸ ἐναντίον λύεται· τὰς οὖν ἡδονὰς οἱ πόνοι λύουσιν. διὸ καὶ ὁ σωτὴρ ἀποδοῦναι τὰς ἁμαρτίας τοῦ κόσμου βουληθεὶς πέπονθεν ὑπὲρ ἡμῶν. 91 Mt 18, 31 Οἱ σύνδουλοι οἱ καὶ μηνύοντες τὸν ἀπηνῶς χρησάμενον τῷ συν δούλῳ ἄγγελοί τέ εἰσι καὶ ἄνθρωποι τὴν οἰκονομίαν ἐγκεχειρισμένοι ὁποῖος ἦν Παῦλος ὁ τῷ διαβόλῳ παραδοὺς τὸν αἴσχιστα ἠδικηκότα. καὶ ὥσπερ ὁ τὸ χρέος ἐκτείσας ἐλεύθερος γίνεται, οὕτως ὁ παθὼν ὑπὲρ ὧν ἠδίκησεν ἐλευθεροῦται πρὸς σωτηρίαν. προσεκτέον δὲ κἀκείνῳ, ὅτι περὶ τοῦ δεῖν συγχωρεῖν ἀλλήλοις τοῖς ἀνθρώποις διαλεγόμενος καὶ πρὸς τοῦτο τῇ παραβολῇ κεχρημένος οὕτως ἤρξατο· «διὰ τοῦτο

ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ». 92 Mt 18, 31-35 Οὐ φέροντες γὰρ τὴν πονηρίαν ἡμῶν οἱ ὁμόδουλοι ἡμῶν ἄγγελοι κατηγοροῦσιν ἡμῶν ἐπὶ θεῷ, οὐχ ὡς ἀγνοοῦντι, ἀλλ' ὡς ἀγανακτοῦντες κατὰ τῶν τοὺς φιλανθρωπίας πατούντων νόμους. βασανιστὰς δὲ τοὺς ἐπὶ τῶν κολάσεων τεταγμένους ἀγγέλους λέγει. τὸ δὲ ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον , τοῦτ' ἔστιν διηνεκῶς αὐτὸν παρέδωκεν εἰς τὸ βασανίζεσθαι· οὐ γὰρ ἠδύνατο ἀποδοῦναί ποτε· ἐνταῦθα μὲν γὰρ ἐπι στρέφων τὸν ἄνθρωπον ὁ θεὸς πειρασμοῖς καὶ νόσοις καὶ βασάνοις ἑτέραις παραδίδωσιν, ἐν δὲ τῷ μέλλοντι ἀκαταπαύστως βασανίζεσθαι εἰς τὸ διηνεκές. οὐκ εἶπε δὲ οὕτως καὶ ὁ πατὴρ ὑμῶν ποιήσει ὑμῖν , ἀλλ' ὁ πατήρ μου · ἀνάξιοι γὰρ οἱ τοιοῦτοι ὀνομάζεσθαι υἱοὶ θεοῦ. διαγράφει τοίνυν ὡς ἐν συντόμῳ ὁ λόγος τὴν ἄφατον τοῦ θεοῦ φιλαν θρωπίαν, ἣν ὁ μὴ μιμησάμενος κατὰ τὸ δυνατὸν ἀπότομον ὑποστήσεται τιμωρίαν παρὰ τοῦ δικαίου κριτοῦ. εἰ δὲ καὶ εἴρηται· «ἀμεταμέλητα τὰ χαρίσματα » τοῦ θεοῦ,

10