Fragmenta in Matthaeum

 τροφὴν ἀπωλωλέκει, οὕτως ὁ νέος Ἀδὰμ καὶ ὧν μὴ προσετάχθη ἀποσχό μενος καθ' ὑπερβολὴν ἀρετῆς εἰς τὸ ἐξ ἀρχῆς καλὸν ἀποκαταστῇ.

 φείσασθαι μηδὲ τῶν ἀναγκαιοτάτων, εἰ δι' αὐτῶν τις ἐνέργεια φαύλη κινδυ νεύσαι γίνεσθαι. Οὐ δεῖ τὰ μέλη ἐκκόψαι , ἀλλ' οἷον νεκρῶσαι ταῦτα καὶ ἀν ενέρ

 φέρειν αὐτοῦ τὸ ἐπαχθὲς ἀναγ κάζεται. ἀσκοὶ δὲ παλαιοὶ καὶ οἱ παλαιοὶ ἄνθρωποι· οἶνος δὲ νέος ὁ καινὸς λόγος, ὃν οὐ χωροῦσιν· ῥήγνυται γὰρ αὐτῶν τὸ σα

 ὑμεῖς ὑποχωροῦντες τοῖς διώκουσι διαρκήσετε τὸν τοῦ εὐαγγε λισμοῦ χρόνον μὴ

 πνεῦμα τοῦ Ἠλίου. καὶ ἐπεὶ ἦν τὸ λεγόμενον ἀσαφές, τοῖς δυναμένοις συνιέναι τὴν γνῶσιν κατέλιπεν. 63 Mt 11, 14 Τοῦτο δὲ καὶ ὁ ἄγγελος εἶπεν περὶ αὐτοῦ

 τοιούτῳ μὴ διδούς. παρα σεσιωπημένη δὲ ἐν τοῖς τοιούτοις ἡ διὰ βαπτίσματος ἄφεσις εἴη, ἐπεὶ μηδὲ καιρὸς ἦν πω περὶ ταύτης Ἰουδαίοις διαλέγεσθαι· μεταξ

 76 Mt 13, 18-23 Ἐν τούτοις ἐπιζητεῖται, πῶς οὐ τὸν λόγον εἴρηκεν σπείρεσθαι κατ' ἀρχὴν οὐδὲ εἶπεν τὸ παρὰ τὴν ὁδὸν σπέρμα σπαρέν, ἀλλ' οὗτός ἐστιν ὁ π

 82 Mt 16, 1-4 Ἀλλὰ γὰρ οὔτε ἰατρὸς ἀκαί ρους ἐπιθυμίας τῶν νοσούντων ἐμ πίπλησι τὸ τῆς νόσου λυτικὸν ζητῶν, οὐ τὸ τῆς ἡδονῆς πληρωτικόν, οὔτε ὁ σωτὴρ

 ἡμίσεως ἐξὸν μηδενὶ καταβάλλειν μηδὲ εἰ πλουτοίη· τὸ δὲ μυστήριον ἦν εἰς τὸ μήτε μετὰ πατρὸς σεσαρ κῶσθαι τὸν υἱὸν μήτε ἐνδεές τι τῆς τελειότητος ἐννο

 ἀλλὰ τοσοῦτον ἴσχυσεν ἡ κακία ὡς τοῦτον ἀνα τρέψαι τὸν λόγον. δύο οὖν ἡμᾶς ἀπαιτεῖ ὁ λόγος καὶ μεμνῆσθαί τινα τῶν ἑαυτοῦ ἁμαρτημάτων καὶ ἀμνησικακεῖν

 τελειότης δὲ παρ' αὐτοῦ. 98 Mt 19, 23-26 Καλὸν τὸ ἀποστολικὸν ἐνταῦθα ἁρμόζει τὸν «ὄγκον ἀποθέμενοι πάντα »· τὸν γὰρ ὄγκον ἐδήλωσεν ἡ πρὸς κάμηλον ὁμο

 102 Mt 20, 10-12 Τὸ ἐνόμιζον οἱ πρῶτοι, ὅτι πλείονα λήψονται τὴν τοῦ πράγ ματος ἐνδείκνυται φύσιν, οὐ τὴν τῶν ἁγίων ἀνδρῶν διάνοιαν· οὐδὲ γὰρ ἐκεῖνοι

 αὐτῷ, καθ' ἣν τῶν ἀλλοτρίων ἀπαλλαγεὶς τῆς ἐπιβουλῆς ἔμεινεν ἐπὶ τῆς οἰκείας γῆς. πύργον δὲ τὸν ναόν, ἐν ᾧ συνιόντας ἐχρῆν τοὺς τῆς εὐσεβείας καρποὺς

 » τοῦ θεοῦ ὁ ∆αβὶδ καὶ οὐδέπω τῷ πνεύματι τοῦτο ἁρμόζει, ἀλλ' εἰς τὸ ἴδιον πνεῦμα εἴρηται αὐτό. ἐν πνεύματι γοῦν ἐλάλει καὶ ὅτε ἔλεγεν «τὸ πνεῦμά σου

 ἑαυτὴν διὰ τοῦ ἁμαρτάνειν ἔξω ποιοῦσα ἑαυτὴν τοῦ θεοῦ· ἡ δὲ ὄρνις πολύτεκνος καὶ θερμὴ περὶ τὴν ἀγάπην καὶ κηδομένη τῶν τέκνων καὶ ἑαυτὴν παραδιδοῦσα

 ζητεῖν παρὰ τῶν ἀνθρώπων ὑπακοήν, οἷς οὐ δέδωκας διὰ τοῦ λόγου σου τὸ εὐ ήκοον. καὶ διὰ τοῦτο φοβηθεὶς μὴ ἄπρακτος γένωμαι τὸ κατ' ἐμὲ ἐφύ λαξα μόνον

 πάντων λέγει διὰ τοῦ ἑνὸς δικαίου κατασταθήσεσθαι τοὺς πολλούς. τοῦτο δὴ καὶ ἐνταῦθα δηλοῖ, ὅτι εἷς ὑπὲρ πολλῶν πάσχει. τύπον δὲ ποιεῖ Ἀπολινάριος τῆς

 σαρκὸς αὐτοῦ καὶ ἐπὶ γῆς ἔκρυσις ἐχώρη σεν. 137 Mt 27, 11-14 Καλὴ ἡ ἀποσκόπησις πρὸς τοὺς συκοφαντοῦντας· οὐ γὰρ οἱ ἀκούον τες ἐζήτουν τὸ ἀληθὲς καὶ κ

 προστίθεσθαι τῶν ἀποθνῃσκόντων ἕκαστον «πρὸς τὸν λαὸν αὐτοῦ »· κάτω γὰρ ἦν ἡ χώρησις καὶ ἡ κατοχὴ τῶν ψυχῶν καὶ ταύτην τὴν κάτω πορείαν ὁ κύριος εἰς τ

τελειότης δὲ παρ' αὐτοῦ. 98 Mt 19, 23-26 Καλὸν τὸ ἀποστολικὸν ἐνταῦθα ἁρμόζει τὸν «ὄγκον ἀποθέμενοι πάντα »· τὸν γὰρ ὄγκον ἐδήλωσεν ἡ πρὸς κάμηλον ὁμοίωσις· «στενὴ γὰρ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν ». ἆρ' οὖν καὶ τὰ κακά; ὅπου γὰρ ὁ θεός, εἴρηται, τὸ καλὸν ἕπεται καὶ οὐδ' ἂν ἐννοήσαι τις ὑγιαίνων, ὅτι τὰ κακὰ θεῷ δυνατὰ οὐδὲ ἀδυναμίᾳ εἴποι ἂν τὰ καλὰ μὴ ποιεῖν· ἀσθένεια γὰρ τοὐναντίον ἡ τῶν κακῶν ποίησις καὶ ἀσθενείας τὰς ἁμαρτίας ὁ Παῦλος καλεῖ λέγων· «ἔτι γὰρ ὄντων ἡμῶν ἀσθενῶν κατὰ καιρὸν Χριστὸς ὑπὲρ ἀσεβῶν ἀπέθανεν » καὶ ὁ ψαλμῳδός· ἐπλήσθησάν φησιν «αἱ ἀσθένειαι αὐτῶν »· τὰς ἁμαρτίας ἀσθενείας καλεῖ λέγων. ἀλλ' οὐδ' ἐκεῖνό τις ἂν ἐγκαλέσειεν τῷ λόγῳ τῷ λέγοντι πάντα θεῷ δυνατὰ οἷον λέγειν εἰώθασιν. ἆρ' οὖν καὶ τὸ γένος ποιῆσαι μὴ γεγονέναι θεῷ δυνατόν ἐστιν; ἀχρεῖον γὰρ αὐτῷ πάλιν τὸ τοιοῦτον· οὐδὲν δὲ ἀχρεῖον ἐπὶ θεοῦ δυνάμεως παραλαμβάνεται. ὥστε περισσαὶ πᾶσαι αἱ κατὰ τοῦ λόγου συκοφαντίαι. εἰπὼν δὲ ὁ Μᾶρκος, ὅτι «Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν ἀυτὸν » ζήτησιν κινεῖ, πῶς ἠγαπήθη ὁ μὴ μέλλων ἀκολουθεῖν ἐπὶ «τὴν ζωήν ». ἔστι δὲ ἐπὶ μὲν τοῖς προτέροις ἀγάπης ἄξιος ὁ τὰ τοῦ νόμου φυλάξας καὶ ταῦτα ἐκ νεότητος, τῇ δὲ περὶ τὸ τέλειον ὀλιγωρίᾳ τὴν ἐπὶ τοῖς πρόσθεν ἀγάπην τελείαν οὐκ εἴασε γενέσθαι, ὥσπερ οὐδὲ τὴν τελειότητα ἐδείξατο. διόπερ ὁ Παῦλος ἀτελὲς ἅπαν τὸ ἐν νόμῳ κατα λαβὼν ἐπὶ τὴν τελειότητα ἔσπευσεν. 99 Mt 19, 27 Οὐχ ὡς μεγάλα τινὰ καταλελοιπότες, ἀλλ' αὐτῶν, ὧν εἶχον, ἐκ στάντες καὶ τὴν προαίρεσιν ἐπιδείξαντες τὴν ἁπάντων προτιμῶσαν

Χριστόν. 100 Mt 19, 28-29 Κρινοῦσιν οἱ ἀπόστολοι τῇ ἀρετῇ τὴν κακίαν ἐλέγχοντες. ἔστι δὲ «νῦν » ἡ τῶν πολλαπλασίων ἀπόλαυσις κατὰ τὴν κοινωνίαν, οὐ κατὰ τὴν κτῆσιν· ὥσπερ δὲ προτέθεικεν ὁ σωτὴρ τὰ τῶν ἀδελφῶν ἅπαντα τοῖς ὑπὲρ τοῦ εὐαγγελίου στρατευομένοις οὕτως καὶ οἰκίας πολλὰς καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ μητέρας καὶ τέκνα καὶ ἀγροὺς ὕπαρξιν τοῖς τὰ ἴδια καταλείπουσιν, ὅτι ἡ ἀγάπη πᾶσαν ἐπλήρωσεν οἰκειότητα καὶ πᾶσαν χρείαν. προστέθεικεν δὲ ὁ Λουκᾶς καὶ περὶ γυναικός· τοῦτο δὲ κατὰ τὸν Παῦλον κελεύοντα τιμᾶν «πρεσβυτέρας » μὲν «ὡς μητέρας, νεωτέρας δὲ ὡς ἀδελφὰς ἐν πάσῃ ἁγνείᾳ ». ὥσπερ γὰρ ἀδελφοὺς δίδωσι τοὺς οὐκ ἀδελφοὺς καὶ γονεῖς τοὺς οὐ γονεῖς, τέκνα τὰ οὐ τέκνα, οὕτως καὶ γυναῖκα τὴν οὐ γυναῖκα ἑτέρῳ τρόπῳ δηλαδὴ τὰς οἰκειότητας ἐκ πληρῶν, οὐ σωματικῶς. ἀπολείπειν δὲ οὖν κατὰ σάρκα γένος ἀγαθόν ἐστι διὰ τὴν πνευματικὴν ζωήν, καθὰ καὶ πάλαι περὶ τῆς Λευὶ φυλῆς ἔλεγεν Μωυσῆς· «ὁ λέγων τῷ πατρὶ καὶ τῇ μητρὶ οὐχ ἑόρακά σε, καὶ τοὺς υἱοὺς αὐτοῦ, ἐφύλαξεν τὰ λόγιά σου καὶ τὴν διαθήκην σου δι ετήρησεν. δηλώσουσιν τὰ δικαιώματά σου τῷ Ἰακὼβ καὶ τὸν νόμον σου τῷ Ἰσραήλ· ἐπιθήσουσι θυμίαμα ἐν ὀργῇ σου διὰ παντὸς ἐπὶ τὸ θυσι αστήριόν σου »· ἐκεῖ τε γὰρ διὰ τὴν θείαν σπουδὴν τοῦ γένους ἀπόστασις καὶ ἐνταῦθα τὸ ἴσον· οὐδὲ γὰρ ὡς ἀλλοτρίων ὄντων θεοῦ τὸν χωρισμὸν ἀποδέχεται, ἀλλ' ὡς οὐ σχολὴν οὖσαν περὶ ταῦτα διατρίβειν τὸν ἀνακεῖσθαι μέλλοντα τῇ τοῦ εὐαγγελίου λειτουργίᾳ. οὕτως τοίνυν οὐδὲ τὸν ἀπὸ γυναικὸς καὶ γάμου χωρισμὸν ὡς ἀπό τινος πονηροῦ νομιστέον ἐπαινεῖσθαι, ἀλλ' ὥστε μηδὲ τοῦτο ἐμπόδιον εἶναι τῷ λειτουργῷ καὶ καθάπαξ ἡ τῶν πνευματικῶν προτίμησις οὐκ ἀλλότρια δείκνυσι τὰ σαρκικὰ ὡς ἐπιχειροῦσιν οἱ Μανιχαῖοι τὴν τοῦ θεοῦ κτίσιν ἀθετοῦντες. ἀδιάφορον δὲ τὸ λέγειν ἕνεκεν τοῦ ἐμοῦ ὀνόματος ἢ «ἕνεκεν τοῦ εὐαγγελίου » ὡς ὁ Μᾶρκος ἢ «ἕνεκεν τῆς βασιλείας τοῦ θεοῦ » ὡς ὁ Λουκᾶς. τό τε γὰρ ὄνομα τοῦ Χριστοῦ δύναμίς ἐστι τοῦ εὐαγγελίου καὶ τῆς βασιλείας, τό τε εὐαγγέλιον εἰς ὄνομα ἀνήρτηται τοῦ Χριστοῦ καὶ ἡ βασιλεία τοῦ θεοῦ διὰ τοῦ ὀνόματος αὐτοῦ χαρίζεται.

12