Fragmenta in Matthaeum

 τροφὴν ἀπωλωλέκει, οὕτως ὁ νέος Ἀδὰμ καὶ ὧν μὴ προσετάχθη ἀποσχό μενος καθ' ὑπερβολὴν ἀρετῆς εἰς τὸ ἐξ ἀρχῆς καλὸν ἀποκαταστῇ.

 φείσασθαι μηδὲ τῶν ἀναγκαιοτάτων, εἰ δι' αὐτῶν τις ἐνέργεια φαύλη κινδυ νεύσαι γίνεσθαι. Οὐ δεῖ τὰ μέλη ἐκκόψαι , ἀλλ' οἷον νεκρῶσαι ταῦτα καὶ ἀν ενέρ

 φέρειν αὐτοῦ τὸ ἐπαχθὲς ἀναγ κάζεται. ἀσκοὶ δὲ παλαιοὶ καὶ οἱ παλαιοὶ ἄνθρωποι· οἶνος δὲ νέος ὁ καινὸς λόγος, ὃν οὐ χωροῦσιν· ῥήγνυται γὰρ αὐτῶν τὸ σα

 ὑμεῖς ὑποχωροῦντες τοῖς διώκουσι διαρκήσετε τὸν τοῦ εὐαγγε λισμοῦ χρόνον μὴ

 πνεῦμα τοῦ Ἠλίου. καὶ ἐπεὶ ἦν τὸ λεγόμενον ἀσαφές, τοῖς δυναμένοις συνιέναι τὴν γνῶσιν κατέλιπεν. 63 Mt 11, 14 Τοῦτο δὲ καὶ ὁ ἄγγελος εἶπεν περὶ αὐτοῦ

 τοιούτῳ μὴ διδούς. παρα σεσιωπημένη δὲ ἐν τοῖς τοιούτοις ἡ διὰ βαπτίσματος ἄφεσις εἴη, ἐπεὶ μηδὲ καιρὸς ἦν πω περὶ ταύτης Ἰουδαίοις διαλέγεσθαι· μεταξ

 76 Mt 13, 18-23 Ἐν τούτοις ἐπιζητεῖται, πῶς οὐ τὸν λόγον εἴρηκεν σπείρεσθαι κατ' ἀρχὴν οὐδὲ εἶπεν τὸ παρὰ τὴν ὁδὸν σπέρμα σπαρέν, ἀλλ' οὗτός ἐστιν ὁ π

 82 Mt 16, 1-4 Ἀλλὰ γὰρ οὔτε ἰατρὸς ἀκαί ρους ἐπιθυμίας τῶν νοσούντων ἐμ πίπλησι τὸ τῆς νόσου λυτικὸν ζητῶν, οὐ τὸ τῆς ἡδονῆς πληρωτικόν, οὔτε ὁ σωτὴρ

 ἡμίσεως ἐξὸν μηδενὶ καταβάλλειν μηδὲ εἰ πλουτοίη· τὸ δὲ μυστήριον ἦν εἰς τὸ μήτε μετὰ πατρὸς σεσαρ κῶσθαι τὸν υἱὸν μήτε ἐνδεές τι τῆς τελειότητος ἐννο

 ἀλλὰ τοσοῦτον ἴσχυσεν ἡ κακία ὡς τοῦτον ἀνα τρέψαι τὸν λόγον. δύο οὖν ἡμᾶς ἀπαιτεῖ ὁ λόγος καὶ μεμνῆσθαί τινα τῶν ἑαυτοῦ ἁμαρτημάτων καὶ ἀμνησικακεῖν

 τελειότης δὲ παρ' αὐτοῦ. 98 Mt 19, 23-26 Καλὸν τὸ ἀποστολικὸν ἐνταῦθα ἁρμόζει τὸν «ὄγκον ἀποθέμενοι πάντα »· τὸν γὰρ ὄγκον ἐδήλωσεν ἡ πρὸς κάμηλον ὁμο

 102 Mt 20, 10-12 Τὸ ἐνόμιζον οἱ πρῶτοι, ὅτι πλείονα λήψονται τὴν τοῦ πράγ ματος ἐνδείκνυται φύσιν, οὐ τὴν τῶν ἁγίων ἀνδρῶν διάνοιαν· οὐδὲ γὰρ ἐκεῖνοι

 αὐτῷ, καθ' ἣν τῶν ἀλλοτρίων ἀπαλλαγεὶς τῆς ἐπιβουλῆς ἔμεινεν ἐπὶ τῆς οἰκείας γῆς. πύργον δὲ τὸν ναόν, ἐν ᾧ συνιόντας ἐχρῆν τοὺς τῆς εὐσεβείας καρποὺς

 » τοῦ θεοῦ ὁ ∆αβὶδ καὶ οὐδέπω τῷ πνεύματι τοῦτο ἁρμόζει, ἀλλ' εἰς τὸ ἴδιον πνεῦμα εἴρηται αὐτό. ἐν πνεύματι γοῦν ἐλάλει καὶ ὅτε ἔλεγεν «τὸ πνεῦμά σου

 ἑαυτὴν διὰ τοῦ ἁμαρτάνειν ἔξω ποιοῦσα ἑαυτὴν τοῦ θεοῦ· ἡ δὲ ὄρνις πολύτεκνος καὶ θερμὴ περὶ τὴν ἀγάπην καὶ κηδομένη τῶν τέκνων καὶ ἑαυτὴν παραδιδοῦσα

 ζητεῖν παρὰ τῶν ἀνθρώπων ὑπακοήν, οἷς οὐ δέδωκας διὰ τοῦ λόγου σου τὸ εὐ ήκοον. καὶ διὰ τοῦτο φοβηθεὶς μὴ ἄπρακτος γένωμαι τὸ κατ' ἐμὲ ἐφύ λαξα μόνον

 πάντων λέγει διὰ τοῦ ἑνὸς δικαίου κατασταθήσεσθαι τοὺς πολλούς. τοῦτο δὴ καὶ ἐνταῦθα δηλοῖ, ὅτι εἷς ὑπὲρ πολλῶν πάσχει. τύπον δὲ ποιεῖ Ἀπολινάριος τῆς

 σαρκὸς αὐτοῦ καὶ ἐπὶ γῆς ἔκρυσις ἐχώρη σεν. 137 Mt 27, 11-14 Καλὴ ἡ ἀποσκόπησις πρὸς τοὺς συκοφαντοῦντας· οὐ γὰρ οἱ ἀκούον τες ἐζήτουν τὸ ἀληθὲς καὶ κ

 προστίθεσθαι τῶν ἀποθνῃσκόντων ἕκαστον «πρὸς τὸν λαὸν αὐτοῦ »· κάτω γὰρ ἦν ἡ χώρησις καὶ ἡ κατοχὴ τῶν ψυχῶν καὶ ταύτην τὴν κάτω πορείαν ὁ κύριος εἰς τ

102 Mt 20, 10-12 Τὸ ἐνόμιζον οἱ πρῶτοι, ὅτι πλείονα λήψονται τὴν τοῦ πράγ ματος ἐνδείκνυται φύσιν, οὐ τὴν τῶν ἁγίων ἀνδρῶν διάνοιαν· οὐδὲ γὰρ ἐκεῖνοι τοῦτο νομιοῦσιν ἐν τῷ καιρῷ τῆς ἀναστάσεως οὐδὲ ἐγκαλέσουσι τότε. πλεῖόν τι τοῖς προτέροις ὀφείλεται, ὅτι θανάτου καὶ διαβόλου κρα τοῦντος ἐπολιτεύοντο· τοῦτο γάρ ἐστιν τὸ βάρος τῆς ἡμέρας καὶ ὁ καύσων , ὅτε μηδὲ ἡ τοῦ πνεύματος δρόσος παρῆν ἐπικουροῦσα πρὸς δικαιοσύνην ἀνθρώποις. 103 Mt 20 , 22 Ποτήριον δὲ καὶ βάπτισμα τὸν θάνατον λέγει· ποτήριον μὲν ἐκπιεῖν λέγων ὥσπερ οἴνου καθὰ ἐν τῷ Ἰερεμίᾳ λέγεται τὴν τιμωρίαν «οἴνου ποτήριον » εἶναι καρῶσαι καὶ καταβαλεῖν δυναμένου· βάπτισμα δὲ διὰ τὴν κάθοδον εἴρηκεν τὴν εἰς ᾅδου, ὃ τὴν ἐκεῖθεν ἄνοδον ἔσχεν, ὥσπερ ὁ βαπτιζόμενος καταδύεται εἰς ὕδωρ καὶ πάλιν ἀναδύεται· ὕδωρ δὲ εἰπὼν τὸ ταραχῶδες τῶν ἐν ᾅδου δεδήλωκεν.

104 Mt 21, 2 Σημεῖον τὸ γινόμενον· οὐ γὰρ ἀπὸ τοῦ ὄρους τῶν ἐλαιῶν εἰς

Ἰερου σαλὴμ εἰσιόντι τῷ κυρίῳ χρεία τις ἐπ' ὄνου καθέζεσθαι, ὃς τὴν Ἰου δαίαν καὶ Γαλιλαίαν ἅπασαν διῄει πεζός, ἀλλὰ τὸ ἔποχον αὐτὸν ἐπὶ τοῦ πώλου θεωρεῖσθαι δηλοῖ τὸ ἐπὶ τοῦ νέου λαοῦ καθέζεσθαι τὸν οὐράνιον ἡγεμόνα καὶ βασιλέα τῆς Ἰερουσαλήμ· τὸ γὰρ νέον τῆς κλήσεως ἐδή λωσεν ὁ πῶλος, ἀλλὰ καὶ τὸ πάλαι μὴ καθαρὸν τῶν νῦν καλουμένων· ὄνος γὰρ οὐ καθαρὸν κατὰ τὸν νόμον, ἀλλ' ἑκατέροις τοῖς γνωρίσμασι τῆς ἀκαθαρσίας κεχωρισμένον ἀπὸ ζῴων καθαρῶν, ὅτι καὶ μονῶνυξ καὶ μὴ μαρυκώμενος ὁ ὄνος. 105 Mt 21, 2 Ὁ ἀδάμαστος πῶλος ὁ λαός, ἐφ' ὃν οὔτε νόμος οὔτε προφῆται ἐκάθισαν, ἐκδεχόμενος τὸν αὐτῶν κύριον· τοῦτο γὰρ καὶ ὁ σωτὴρ εἶπεν τοῖς ἀποσταλεῖσι μαθηταῖς· λύσαντες ἀγάγετέ μοι . τίνι οὖν ἐδέδετο ἡ ὄνος; τῇ ἀμπέλῳ κατὰ τὸ εἰρημένον· «δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ καὶ τῇ ἕλικι τὴν ὄνον». λύσαντες οὖν ἀπὸ τῆς ἀμπέλου, ἀπὸ τῆς πρώτης διαθήκης, ἀγάγετέ μοι, ἵνα πληρωθῇ τὸ εἰρημένον· «ἔγνω βοῦς τὸν κτησάμενον καὶ

ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ ». 106 Mt 21, 12-13 Περὶ τῶν χρόνων οὐ πάνυ τοῖς τρισὶν εὐαγγελισταῖς ἐμέλησεν ἐν τῇ διηγήσει τῆς ἀνόδου εἰς τὴν Ἰερουσαλήμ· ὁ γὰρ Ἰωάννης ἀκριβέστερον τοῦτο προϊστορήσας ἐν τῇ πρώτῃ ἀνόδῳ ταῦτα πεπρᾶχθαί φησιν καὶ ἐν τρίτῳ πάσχα τὸ πάθος ἱστορεῖ. τοῦ οὖν ἱστορῆσαι τὸ πρᾶγμα μόνον ἐμέλησεν αὐτοῖς καὶ τὰς διαφόρους ἀνόδους μίαν πεποιήκασιν. 108 Mt 21, 17 Τὸ καταλιπὼν τὴν ὡς ἀπὸ ἀναξίων ἀναχώρησιν δηλοῖ· ἥκει γὰρ ἐπὶ τὸ πάθος δι' αὐτοῦ τὴν βασιλείαν ἀφαιρησόμενος τῆς Ἰερουσαλὴμ καὶ ἐφ' ἡμᾶς μετοίσων τὴν χάριν καθὰ προελέγετο διὰ τῶν προφητῶν ὡς ὁ Ἰερεμίας προφητεύει· «ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κλη ρονομίαν μου » καὶ τὰ ἑξῆς. ἦλθεν οὖν ὡς ἐπὶ κληρονομίαν ἰδίαν, κατα λιμπάνει δὲ αὐτοὺς ὡς ἀλλοτρίους, ὥστε τὸ ἀναχωρεῖν εἰς τὴν Βηθα νίαν εἰς τύπον τῆς μελλούσης ἀναχωρήσεως ἐποίει καὶ ταῦτα ἔπραττε μετὰ καὶ τοῦ οἰκτείρειν τὴν πόλιν. καὶ τοῦτό φησιν Λουκᾶς· «καὶ ὡς

ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ' αὐτὴν » καὶ τὰ ἑξῆς. 109 Mt 21, 18-19 Συκῆν δὲ νοητέον ὧδε τὴν τῶν Ἰουδαίων συναγωγὴν καὶ τὴν ἐν τύποις καὶ σκιαῖς λατρείαν καρπὸν οὐκ ἔχουσαν βρώσιμον καὶ ἀρέσκοντα τῷ θεῷ, τὴν ἐν πνεύματι λατρείαν. διὸ ὡς μὴ ποιοῦσαν καρπὸν γλυκὺν ἐξήρανεν αὐτὴν ὁ κύριος Ἰησοῦς τρόπον τινὰ πεινῶν καὶ τὸν ἐκ τῆς ἀνθρω πότητος ζητῶν καρπόν. οὐκοῦν ἐξ ὧν εἶπεν, ὅτι οὐ μὴ ἐκ σοῦ καρπὸς γένηται , διδάσκει, ὅτι οὐκέτι αἱ κατὰ νόμον λατρεῖαι ὠφελῆσαι δύ

νανται τοὺς Ἰουδαίους. 110 Mt 21, 33-41 Οἰκοδεσπότην μὲν λέγει τὸν τῶν ὅλων δεσπότην θεόν, ἀμπελῶνα δὲ τὸν διὰ τῆς εὐσεβείας κατασκευασθέντα λαὸν Ἰσραήλ, λέγων καὶ φραγ μὸν τὴν ὑπὸ τῆς τοῦ θεοῦ βοηθείας ἀσφάλειαν παρασχεθεῖσαν

13