Fragmenta in Matthaeum

 τροφὴν ἀπωλωλέκει, οὕτως ὁ νέος Ἀδὰμ καὶ ὧν μὴ προσετάχθη ἀποσχό μενος καθ' ὑπερβολὴν ἀρετῆς εἰς τὸ ἐξ ἀρχῆς καλὸν ἀποκαταστῇ.

 φείσασθαι μηδὲ τῶν ἀναγκαιοτάτων, εἰ δι' αὐτῶν τις ἐνέργεια φαύλη κινδυ νεύσαι γίνεσθαι. Οὐ δεῖ τὰ μέλη ἐκκόψαι , ἀλλ' οἷον νεκρῶσαι ταῦτα καὶ ἀν ενέρ

 φέρειν αὐτοῦ τὸ ἐπαχθὲς ἀναγ κάζεται. ἀσκοὶ δὲ παλαιοὶ καὶ οἱ παλαιοὶ ἄνθρωποι· οἶνος δὲ νέος ὁ καινὸς λόγος, ὃν οὐ χωροῦσιν· ῥήγνυται γὰρ αὐτῶν τὸ σα

 ὑμεῖς ὑποχωροῦντες τοῖς διώκουσι διαρκήσετε τὸν τοῦ εὐαγγε λισμοῦ χρόνον μὴ

 πνεῦμα τοῦ Ἠλίου. καὶ ἐπεὶ ἦν τὸ λεγόμενον ἀσαφές, τοῖς δυναμένοις συνιέναι τὴν γνῶσιν κατέλιπεν. 63 Mt 11, 14 Τοῦτο δὲ καὶ ὁ ἄγγελος εἶπεν περὶ αὐτοῦ

 τοιούτῳ μὴ διδούς. παρα σεσιωπημένη δὲ ἐν τοῖς τοιούτοις ἡ διὰ βαπτίσματος ἄφεσις εἴη, ἐπεὶ μηδὲ καιρὸς ἦν πω περὶ ταύτης Ἰουδαίοις διαλέγεσθαι· μεταξ

 76 Mt 13, 18-23 Ἐν τούτοις ἐπιζητεῖται, πῶς οὐ τὸν λόγον εἴρηκεν σπείρεσθαι κατ' ἀρχὴν οὐδὲ εἶπεν τὸ παρὰ τὴν ὁδὸν σπέρμα σπαρέν, ἀλλ' οὗτός ἐστιν ὁ π

 82 Mt 16, 1-4 Ἀλλὰ γὰρ οὔτε ἰατρὸς ἀκαί ρους ἐπιθυμίας τῶν νοσούντων ἐμ πίπλησι τὸ τῆς νόσου λυτικὸν ζητῶν, οὐ τὸ τῆς ἡδονῆς πληρωτικόν, οὔτε ὁ σωτὴρ

 ἡμίσεως ἐξὸν μηδενὶ καταβάλλειν μηδὲ εἰ πλουτοίη· τὸ δὲ μυστήριον ἦν εἰς τὸ μήτε μετὰ πατρὸς σεσαρ κῶσθαι τὸν υἱὸν μήτε ἐνδεές τι τῆς τελειότητος ἐννο

 ἀλλὰ τοσοῦτον ἴσχυσεν ἡ κακία ὡς τοῦτον ἀνα τρέψαι τὸν λόγον. δύο οὖν ἡμᾶς ἀπαιτεῖ ὁ λόγος καὶ μεμνῆσθαί τινα τῶν ἑαυτοῦ ἁμαρτημάτων καὶ ἀμνησικακεῖν

 τελειότης δὲ παρ' αὐτοῦ. 98 Mt 19, 23-26 Καλὸν τὸ ἀποστολικὸν ἐνταῦθα ἁρμόζει τὸν «ὄγκον ἀποθέμενοι πάντα »· τὸν γὰρ ὄγκον ἐδήλωσεν ἡ πρὸς κάμηλον ὁμο

 102 Mt 20, 10-12 Τὸ ἐνόμιζον οἱ πρῶτοι, ὅτι πλείονα λήψονται τὴν τοῦ πράγ ματος ἐνδείκνυται φύσιν, οὐ τὴν τῶν ἁγίων ἀνδρῶν διάνοιαν· οὐδὲ γὰρ ἐκεῖνοι

 αὐτῷ, καθ' ἣν τῶν ἀλλοτρίων ἀπαλλαγεὶς τῆς ἐπιβουλῆς ἔμεινεν ἐπὶ τῆς οἰκείας γῆς. πύργον δὲ τὸν ναόν, ἐν ᾧ συνιόντας ἐχρῆν τοὺς τῆς εὐσεβείας καρποὺς

 » τοῦ θεοῦ ὁ ∆αβὶδ καὶ οὐδέπω τῷ πνεύματι τοῦτο ἁρμόζει, ἀλλ' εἰς τὸ ἴδιον πνεῦμα εἴρηται αὐτό. ἐν πνεύματι γοῦν ἐλάλει καὶ ὅτε ἔλεγεν «τὸ πνεῦμά σου

 ἑαυτὴν διὰ τοῦ ἁμαρτάνειν ἔξω ποιοῦσα ἑαυτὴν τοῦ θεοῦ· ἡ δὲ ὄρνις πολύτεκνος καὶ θερμὴ περὶ τὴν ἀγάπην καὶ κηδομένη τῶν τέκνων καὶ ἑαυτὴν παραδιδοῦσα

 ζητεῖν παρὰ τῶν ἀνθρώπων ὑπακοήν, οἷς οὐ δέδωκας διὰ τοῦ λόγου σου τὸ εὐ ήκοον. καὶ διὰ τοῦτο φοβηθεὶς μὴ ἄπρακτος γένωμαι τὸ κατ' ἐμὲ ἐφύ λαξα μόνον

 πάντων λέγει διὰ τοῦ ἑνὸς δικαίου κατασταθήσεσθαι τοὺς πολλούς. τοῦτο δὴ καὶ ἐνταῦθα δηλοῖ, ὅτι εἷς ὑπὲρ πολλῶν πάσχει. τύπον δὲ ποιεῖ Ἀπολινάριος τῆς

 σαρκὸς αὐτοῦ καὶ ἐπὶ γῆς ἔκρυσις ἐχώρη σεν. 137 Mt 27, 11-14 Καλὴ ἡ ἀποσκόπησις πρὸς τοὺς συκοφαντοῦντας· οὐ γὰρ οἱ ἀκούον τες ἐζήτουν τὸ ἀληθὲς καὶ κ

 προστίθεσθαι τῶν ἀποθνῃσκόντων ἕκαστον «πρὸς τὸν λαὸν αὐτοῦ »· κάτω γὰρ ἦν ἡ χώρησις καὶ ἡ κατοχὴ τῶν ψυχῶν καὶ ταύτην τὴν κάτω πορείαν ὁ κύριος εἰς τ

προστίθεσθαι τῶν ἀποθνῃσκόντων ἕκαστον «πρὸς τὸν λαὸν αὐτοῦ »· κάτω γὰρ ἦν ἡ χώρησις καὶ ἡ κατοχὴ τῶν ψυχῶν καὶ ταύτην τὴν κάτω πορείαν ὁ κύριος εἰς τὰ ἄνω μεθίστησι δι' ἑαυτοῦ. 144 Mt 27, 52 Τὸ τὰ σώματα τῶν ἁγίων ἀνίστασθαι ἐδήλου τὸν θάνατον τοῦ Χριστοῦ ζωῆς αἴτιον ὄντα· οὐ μὴν ἐνεφανίσθησαν πρότερον πρὶν τὸν κύριον ἀναστῆναι, ἐπειδὴ πρώτην ἔδει τὴν τοῦ σωτῆρος γνωσθῆναι ἀνάστασιν καὶ τότε τοὺς δι' αὐτοῦ ἀναστάντας ὀφθῆναι· δῆλον δέ, ὅτι καὶ τεθνήκασι πάλιν σημείου χάριν ἀναστάντες· οὐδὲ γὰρ ἐνεδέχετο πρωτοτόκους τῶν νεκρῶν ἐπὶ τῇ αἰωνίῳ ζωῇ τινας ἐγερθῆναι, ἀλλ' οὕτως ὥσπερ οἱ λοιποί. λέγει δὲ ὁ Λουκᾶς τοὺς ὄχλους τοὺς παραγενομένους «τύπτοντας τὰ στήθη ὑποστρέφειν »· οὕτως οὐδὲ Ἰουδαίους ἔλαθεν καὶ ἐν αὐτῷ τῷ πάθει καὶ τῇ ἀδοξίᾳ τοῦ σωτῆρος ἡ θεία ὑπερβολή, ἀλλ' ἡ συνήθης τοῖς ἀνθρώποις λήθη κατέσκεν αὐτοὺς καὶ ἡ τῶν διδασκάλων ἀπάτη παρῆγεν πολλούς. 145 Mt 27, 54 Ἵνα μὴ νομισθῇ φαντασία εἶναι τὸ γεγενημένον, πολλοῖς ἐνεφανίσθησαν. καὶ ὁ κεντουρίων ἐπίστευσε καὶ οἱ οὕτω παίζοντες καὶ χλευάζοντες ὑπὸ τῶν γεγενημένων μετεβλήθησαν. τινὲς δέ φασιν, ὅτι καὶ μαρτύριόν ἐστι τοῦ κεντουρίωνος τούτου ἀνδρισαμένου μετὰ ταῦτα ἐν τῇ πίστει. 146 Mt 27, 62 Καὶ κινοῦνται μὲν ἐκ τῆς ἑαυτῶν πονηρίας, ὑπηρετοῦσι δὲ τῷ συμφέροντι τοῦ πράγματος μὴ βουλόμενοι· ὁ γὰρ ἀντιπράττων θεῷ δι' ὧν ἀντιπράττει συνεργεῖ ὡς οἱ τὸν Ἰωσὴφ πεπρακότες διὰ τῆς πράσεως κατεσκεύασαν τὴν προειρημένην δόξαν ἣν κωλύσειν τῇ πράσει προσεδόκησαν.

148 Mt 28, 9 Ὁ σωτὴρ τὴν μὲν προσκύνησιν οὐκ ἀποκωλύει, τὴν δὲ ἐπαφὴν

ἀπεκώλυσεν, ὡς Ἰωάννης γράφει· τὸ γὰρ ὁμοίως ἀναμίγνυσθαι αὐτῷ καθὰ καὶ πρότερον οὐκέτι δυνατὸν ἦν πρὸ τῆς ἀνακαινώσεως τῶν ἀνθρώπων· καινοῖς γὰρ

καινοῦ ἅπτεσθαι προσήκει. 149 Mt 28, 11-15 Καὶ Ἰούδας μὲν ἀργυρίων προδίδωσι τὸν Ἰησοῦν ἐπιλαθόμενος ὧν εἶδεν σημείων, οἱ δὲ στρατιῶται ἀργύρια ἱκανὰ λαβόντες ἃ μὲν ἰδόντες προαπήγγειλαν τοῖς ἀρχιερεῦσι τεράστια ἐσιώπησαν,

εἰρήκασι δὲ τὰ μὴ γενόμενα. 150 Mt 28, 11-15 Οὐ γὰρ ἂν κλέψαντες τὸ σῶμα οἱ μαθηταὶ ὡς αὐτοὶ διεφήμισαν οὕτω γνησίως αὐτοῦ τῇ διδασκαλίᾳ συνηγωνίζοντο

ὡς καὶ ἀδοξεῖν καὶ ἀποθνῄσκειν δι' αὐτήν. 151 Mt 28, 16-19 Καὶ γὰρ οὐδὲ ἀπὸ σκοποῦ μοι δοκεῖ τὸ ἐν τῷ ὄρει τῆς Γαλιλαίας καὶ μὴ ἑτέρωθί που ταῦτα εἰρῆσθαι τὰ ῥήματα· Γαλιλαία γὰρ ἡ κατακυλιστὴ τῇ Ἑλλάδι γλώσσῃ ἑρμηνεύεται. διὸ καὶ Γελγὲλ ὁ τροχὸς ὀνομάζεται. καθάπερ οὖν ἐξ ὄρους ὑψηλοῦ τοῦ σωτηρίου στόματος ἐξενεχθέντα ταῦτα τὰ ῥήματα δίκην τροχοῦ κατὰ τῆς οἰκουμένης ἐκυλίσθη καὶ πᾶσαν ἐπέδραμε, καὶ ἐβαπτίσθησαν ἅπαντες καὶ τὰ ἔθνη καὶ πόλεις εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος .

20