Fragmenta in epistulam ad Romanos

 Rom 1,18 Ὡς τὸ τοῦ θεοῦ ὄνομά τε καὶ σέβας εἰς τὰ τοῦ θεοῦ μετενεγκόντες δημιουργήματα. εἶτα καὶ ἑρμηνεύει ὅπως. εἰ γὰρ ἡ ὁρατὴ κτίσις τὸν ἀόρατον ἱκα

 Χριστοῦ πίστεως εἰς πάντας διαβαίνουσα τοὺς πιστεύοντας καὶ πᾶσιν ἐναναπαυομένη.

 τὰ παρὰ θεοῦ. ὁ δὲ ἐλπίσας εἰς θεὸν οὐκ αἰσχυνθήσεται· εὐδοκεῖ γὰρ ἐν τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ. συναιτία ἄρα τῶν ἐλπιζομένων ἀγαθῶν ἡ θλίψις

 εἰς τὸν αἰῶνα. καὶ ταῦτα μὲν διὰ τοῦ Ἡσαίου. διὰ δὲ τοῦ Ἰερεμίου τὴν καινὴν διαθήκην ἐπαγγελόμενος ὁ θεός· αὕτη, φησίν, ἡ διαθήκη ἣν διαθήσομαι πρὸς α

 θάνατον ἀποκρύπτουσα, καὶ οὐκέτι τεθνεῶτα ὁρῶμεν Χριστόν, ἀλλὰ ζῶντα καὶ συνεδρεύοντα τῷ πατρί, καὶ ὑπὲρ ἀνθρώπων πρεσβεύοντα κατὰ τὸ ἀνθρώπινον καθ'

 ἔλεος δὲ οὐδὲν ἀλλ' ὠμότητα πᾶσαν κατὰ 68 τῶν Ἰσραηλιτῶν ὁ Φαραὼ δέδειχεν. ἀφῄρηκεν οὖν τὸν ἔλεον τοῦ μὴ παρεσχηκότος τοῦτον ἑτέροις, ὥσπερ ἐκ τῶν ἐνα

 παρέχει τοῖς πιστεύουσιν μεταδιδοὺς τῆς ἁγίας δικαιοσύνης, τέλος νόμου Χριστός, καὶ εἰς Χριστὸν ὁ νόμος παρεσκεύαζεν δεικνὺς τοῦτον ὄντα πλήρωμα μὲν ἑ

 ἀπροφάσιστοι μὴ πιστεύσαντες γένοιντο. εἰ μὴ ἦλθον γάρ, φησί, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· οὐδὲ γὰρ οὐδὲ τὴν βραχεῖαν ἣν εἶχον ἔτι πρὸς τὸ

 καταφορᾶς καὶ ἀναισθησίας χώραν δέδωκεν, ἐπιτείνοντι τὰς ἀγνωσίας ἀεὶ καὶ τὰς σκοτώσεις· θεὸς γὰρ 73 οὐκ ἐνεργεῖ τὸ κακόν, ὅτι ἐκ στόματος κυρίου οὐκ

 Rom 11, -21 Τὸ δὲ ἀντὶ τῶν ἐξαιρεθέντων ἐντεθῆναι, φησί, μηδενὶ ὑπερηφανίας αἴτιον, ἀλλὰ φόβου γενέσθω λογιζέσθω γὰρ ὅτι κατὰ χάριν διὰ πίστεως ἐνετέθ

 θεὸς ἠρέσκετο, ἀλλ' ἔτι τοῦτο μόνον χωρούντων τῶν παιδαγωγουμένων ἠνέχετο· οὐ γάρ πω τὸ τοιοῦτο πρᾶξιν εἶχεν ἀγαθοῦ, ἀλλὰ κώλυσιν κακοῦ, ἡ δὲ ἀποχὴ το

 ὑστερήματα τῶν ἁγίων ὀνομάζει ὁ Παῦλος, πολυτρόπως τῆς διακονίας λεγομένης σωματικῶς τε καὶ πνευματικῶς.

 ἀδελφὸς κἂν ὀνομάζηται. ἐάν τις ἀδελφὸς ὀνομαζόμενος, φησίν, ᾖ πόρνος ἢ εἰδωλολάτρης ἢ πλεονέκτης ἢ λοί δορος ἢ μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσ

 ἀξίων. οὐ γάρ, εἰ θεός ἐστιν, φέρει τι μὴ ἀρέσκον ἑαυτῷ- οὐδὲν γὰρ εἰς τὸ καθάψασθαι θεοῦ καὶ λυπῆσαι θεὸν ἰσχύσειεν ἄν, ἵνα δὴ καὶ λέγωμεν ὡς οὐκ ἤρε

Χριστοῦ πίστεως εἰς πάντας διαβαίνουσα τοὺς πιστεύοντας καὶ πᾶσιν ἐναναπαυομένη.

Rom 4,1-2 Τύπῳ τῷ κατὰ τὸν Ἀβραὰμ ἐπιδείκνυσι τὴν πίστιν οὐ τοῖς ἐν νόμῳ καὶ περιτομῇ διδομένην μόνοις εἰς δικαίωσιν ἀλλὰ καὶ τοῖς ἐν ἀκροβυστίᾳ· δεδικαίωται μὲν γὰρ καὶ Ἀβραὰμ οὐκ ἐξ ἔργων -οὐδὲ γὰρ ἦν τὸ καύχημα αὐτοῦ λαμπρόν, ἀτελὲς ὂν καὶ παρὰ θεῷ μὴ δυνάμενον φαίνεσθαι, παρ' ᾧ δικαιοσύνη χωλεύουσα καύχησιν ἔχειν οὐ δύναται-ἀλλ' ἐκ πίστεως ἡ δικαίωσις τοῦ πατρὸς ἡμῶν Ἀβραάμ. πατέρα δὲ κατὰ σάρκα αὐτὸν λέγει τῶν Ἰσραηλιτῶν τῶν κατὰ πνεῦμα θεοῦ γενομένων υἱῶν· οἷς ἐξομοιωθεὶς Χριστὸς ἐν τῇ κατὰ σάρκα γενέσει ἐξωμοίωσεν αὐτοὺς πρὸς ἑαυτὸν διὰ τῆς ἐν πνεύματι κατὰ χάριν γεννήσεως.

Rom 4,13 Οὐ νόμον ὁρίσας τὴν ἐπαγγελίαν ὁ θεὸς ἔδωκεν τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ, ἀλλὰ πίστει δικαιώσας αὐτόν. ἡ δὲ δοθεῖσα τῷ Ἀβραὰμ ἐπαγγελία ἦν, ὡς παρὰ τοῦ Μωϋσέως μεμαθήκαμεν, ἡ λέγουσα· σοὶ δώσω καὶ τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην. δι' ὃ καὶ κόσμον κληρονομίας εἶναι τὴν ἐπαγγελίαν ὁ ἀπόστολος λέγει, γῆς οὖσαν ἐπαγγελίαν. ἐν δὲ τῇ πρὸς Κορινθίους εἰς ἡμᾶς τοὺς τοῦ Ἀβραὰμ κατὰ πνεῦμα διαδόχους ἀναφέρων, πάντα 62 ἡμῶν, φησίν, εἴτε κόσμος εἴτε ἐνεστῶτα εἴτε μέλ λοντα. καὶ δῆλον τοῖς τὰ Μωϋσέως ἀναγινώσκουσιν, ὅτι οὐ νόμου προστάγματα λαβὼν ὁ Ἀβραὰμ ἐπὶ τούτοις ἔσχε τὴν τοιαύτην ἐπαγ γελίαν· ὁ δέ γε Παῦλος ἐν τοῖς προκειμένοις καὶ τὴν αἰτίαν ἀποδίδωσι δι' ἣν οὐκ ἐπὶ νόμῳ τὴν ἐπαγγελίαν ἔδωκεν ὁ θεός, ἀλλ' ἐπὶ πίστει.

Rom 4,24 Ἀνίστησι μὲν τὸν ἑαυτοῦ ναὸν ὁ κύριος· ἐγήγερκεν δὲ αὐτὸν ἐκ νεκρῶν ὁ πατήρ, ὥσπερ τὰ πάντα διὰ τοῦ παιδός, οὕτω καὶ τοῦτο ἐργασάμενος.

Rom 5,1-6 Ὁ ἀχώριστος τοῦ πατρὸς υἱὸς προσαγαγόμενος ἡμᾶς πρὸς ἑαυτὸν καὶ τῇ πίστει τὴν ἁγιάζουσαν χάριν ἐπινείμας, αἴτιος γέγονε τοῦ προσαχθῆναι θεῷ, συναφείας αἴτιος τοῖς διεστῶσι καταστὰς διὰ τῆς αὐτοῦ μεσιτείας, πρὸς μὲν τὸν πατέρα τῇ θεότητι συνημμένος, πρὸς δὲ ἡμᾶς κατὰ τὴν ἀνθρωπότητα συναφθείς· ὥστε ὅσους κατὰ τὸ ἀνθρώ πινον προσάγεται, τούτους κατὰ τὸ θεῖον προσάγει θεῷ. ἑστηκέναι δὲ ἡμᾶς εἰπὼν ἐπὶ τῆς προαγούσης θεῷ χάριτος, ἐπάγει τῇ πίστει τὰ περὶ τῆς ἐλπίδος, δεικνὺς τὴν πίστιν, ὡς ἐν τῇ πρὸς Ἑβραίους γέγραπται, ἐλπιζομένων οὖσαν ὑπόστασιν πραγμάτων. καί φησιν ὅτι καυχώμεθα ἐπ' ἐλπίδι τῆς δόξης τοῦ θεοῦ προσδοκῶντες τὴν θείαν ἐπαμφιέννυσθαι δόξαν, ἧς τύπος μὲν ἐν Μωϋσεῖ, ἀλήθεια δὲ ἐν Χριστῷ, ἐξεικονισμὸς δὲ εἰς ἡμᾶς. αἰτία δὲ τῆς τοιαύτης ἀποδοθησομένης ἡμῖν δόξης ἡ παροῦσα χάρις. ὥσπερ γάρ τις τεχνίτης εἰσοικιζόμενος εἰς ἡμᾶς τὸ πνεῦμα τὸ ἅγιον, χαρα κτηρίζει νῦν καὶ μορφοῖ πρὸς ὁμοιότητα Χριστοῦ δι' ἀποκρύφων ἐνερ γειῶν, μέχρι περ ἂν εἰδοποιηθὲν καὶ ἐπιτελεσθὲν τὸ ὅταν ἐκλάμψῃ κατὰ τὴν ἐπιφάνειαν τοῦ σωτῆρος ἧς Ἰωάννης λέγει· ἀδελφοί, νῦν τέκνα θεοῦ ἐσμεν, καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα. οἴδαμεν ὅτι ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα. μεγάλη δὲ ἡ τῆς ἐλπίδος βεβαιότης τῶν ἤδη καυχωμένων ὡς παροῦσι τοῖς μέλλουσιν· καύχησις γὰρ ἐπ' ἀγαθῷ βεβαίως ὑπάρχοντι γίνεται. καὶ αὕτη ἦν ἡ μακαρία καύχησις ἣν ὁ προφήτης Ἰερεμίας εἰσηγεῖται, μὴ καυχάσθω, λέγων, ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, ἀλλ' ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, συνίειν καὶ 63 γινώσκειν τὸν κύριον καὶ τὰ ἑξῆς. καὶ οὐχ ὅτι πόνοι, φησί, καὶ θλίψεις πάρεισιν, διὰ τοῦτο τὴν ἐπὶ τοῖς ἥξουσιν ἀγαθοῖς καύχησιν ἀμβλύνομεν, καὶ ταύτῃ μᾶλλον ἔτι καυχώμεθα συναίτιον τῆς τῶν ἀγαθῶν ἀπολαύσεως εἰδότες τὴν τῶν πόνων ὑπομονήν· διὰ γὰρ θλίψεως ὑπομονὴ συνίσταται, ὁ δὲ ὑπομείνας δόκιμος, ὁ δὲ δόκιμος παρὰ θεῷ γενόμενος ἐλπίζει ἔχειν

3