Fragmenta in epistulam ad Romanos

 Rom 1,18 Ὡς τὸ τοῦ θεοῦ ὄνομά τε καὶ σέβας εἰς τὰ τοῦ θεοῦ μετενεγκόντες δημιουργήματα. εἶτα καὶ ἑρμηνεύει ὅπως. εἰ γὰρ ἡ ὁρατὴ κτίσις τὸν ἀόρατον ἱκα

 Χριστοῦ πίστεως εἰς πάντας διαβαίνουσα τοὺς πιστεύοντας καὶ πᾶσιν ἐναναπαυομένη.

 τὰ παρὰ θεοῦ. ὁ δὲ ἐλπίσας εἰς θεὸν οὐκ αἰσχυνθήσεται· εὐδοκεῖ γὰρ ἐν τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ. συναιτία ἄρα τῶν ἐλπιζομένων ἀγαθῶν ἡ θλίψις

 εἰς τὸν αἰῶνα. καὶ ταῦτα μὲν διὰ τοῦ Ἡσαίου. διὰ δὲ τοῦ Ἰερεμίου τὴν καινὴν διαθήκην ἐπαγγελόμενος ὁ θεός· αὕτη, φησίν, ἡ διαθήκη ἣν διαθήσομαι πρὸς α

 θάνατον ἀποκρύπτουσα, καὶ οὐκέτι τεθνεῶτα ὁρῶμεν Χριστόν, ἀλλὰ ζῶντα καὶ συνεδρεύοντα τῷ πατρί, καὶ ὑπὲρ ἀνθρώπων πρεσβεύοντα κατὰ τὸ ἀνθρώπινον καθ'

 ἔλεος δὲ οὐδὲν ἀλλ' ὠμότητα πᾶσαν κατὰ 68 τῶν Ἰσραηλιτῶν ὁ Φαραὼ δέδειχεν. ἀφῄρηκεν οὖν τὸν ἔλεον τοῦ μὴ παρεσχηκότος τοῦτον ἑτέροις, ὥσπερ ἐκ τῶν ἐνα

 παρέχει τοῖς πιστεύουσιν μεταδιδοὺς τῆς ἁγίας δικαιοσύνης, τέλος νόμου Χριστός, καὶ εἰς Χριστὸν ὁ νόμος παρεσκεύαζεν δεικνὺς τοῦτον ὄντα πλήρωμα μὲν ἑ

 ἀπροφάσιστοι μὴ πιστεύσαντες γένοιντο. εἰ μὴ ἦλθον γάρ, φησί, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· οὐδὲ γὰρ οὐδὲ τὴν βραχεῖαν ἣν εἶχον ἔτι πρὸς τὸ

 καταφορᾶς καὶ ἀναισθησίας χώραν δέδωκεν, ἐπιτείνοντι τὰς ἀγνωσίας ἀεὶ καὶ τὰς σκοτώσεις· θεὸς γὰρ 73 οὐκ ἐνεργεῖ τὸ κακόν, ὅτι ἐκ στόματος κυρίου οὐκ

 Rom 11, -21 Τὸ δὲ ἀντὶ τῶν ἐξαιρεθέντων ἐντεθῆναι, φησί, μηδενὶ ὑπερηφανίας αἴτιον, ἀλλὰ φόβου γενέσθω λογιζέσθω γὰρ ὅτι κατὰ χάριν διὰ πίστεως ἐνετέθ

 θεὸς ἠρέσκετο, ἀλλ' ἔτι τοῦτο μόνον χωρούντων τῶν παιδαγωγουμένων ἠνέχετο· οὐ γάρ πω τὸ τοιοῦτο πρᾶξιν εἶχεν ἀγαθοῦ, ἀλλὰ κώλυσιν κακοῦ, ἡ δὲ ἀποχὴ το

 ὑστερήματα τῶν ἁγίων ὀνομάζει ὁ Παῦλος, πολυτρόπως τῆς διακονίας λεγομένης σωματικῶς τε καὶ πνευματικῶς.

 ἀδελφὸς κἂν ὀνομάζηται. ἐάν τις ἀδελφὸς ὀνομαζόμενος, φησίν, ᾖ πόρνος ἢ εἰδωλολάτρης ἢ πλεονέκτης ἢ λοί δορος ἢ μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσ

 ἀξίων. οὐ γάρ, εἰ θεός ἐστιν, φέρει τι μὴ ἀρέσκον ἑαυτῷ- οὐδὲν γὰρ εἰς τὸ καθάψασθαι θεοῦ καὶ λυπῆσαι θεὸν ἰσχύσειεν ἄν, ἵνα δὴ καὶ λέγωμεν ὡς οὐκ ἤρε

ἀξίων. οὐ γάρ, εἰ θεός ἐστιν, φέρει τι μὴ ἀρέσκον ἑαυτῷ- οὐδὲν γὰρ εἰς τὸ καθάψασθαι θεοῦ καὶ λυπῆσαι θεὸν ἰσχύσειεν ἄν, ἵνα δὴ καὶ λέγωμεν ὡς οὐκ ἤρεσεν ἑαυτῷ. ταῦτα γὰρ ἤνεγκεν οὐκ ἀρέσκοντα· μή με γὰρ αὐτοὶ παροργίζωσιν; λέγει κύριος- ἀλλὰ καθ' ὅσον ἐκοινώνησε τοῦ ἀνθρωπείου τοῦ καὶ ἀηδῶς πρός τι διατεθῆναι δυναμένου. κατὰ τοῦτο οὐκ ἤρεσεν ἑαυτῷ τοὺς ἐνοχλοῦντας μετελθὼν ἢ ἀπωσάμενος, ἀλλ' ὑπέμεινε λέγων· ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; πλὴν τοῦ κυρίου καὶ τοὺς ἀσυγγνώστους καὶ ἀλλοτρίους ἐνεγκόντος ὀνειδίζοντας, πολὺ μᾶλλον ἡμῖν οἰστέον τοὺς συγγνώμης ἀξίους καὶ ἀδελφούς. ἀρέσκειν δὲ παραινέσας τῷ πλησίον, ἀναγκαίως προσέθηκεν εἰς τὸ ἀγαθόν· οὐκέτι γὰρ τοῦτο ἀνθρωπαρέσκεια ὅτι ὁ θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων, καὶ εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην· ἀνθρωπαρέσκεια γὰρ τὸ κατ' ἡδονήν τι πράττειν ἀνθρώπων.

Rom 15,24 Τὴν παρουσίαν ἑαυτοῦ διὰ τὴν ἀποστολικὴν χάριν ἀγαθῶν πλήρη τῶν παρὰ Χριστοῦ φησιν αὐτοῖς ἐπιφανήσεσθαι.

Rom 16,8-15 Ἐν συστάσεως καὶ ἀσπασμοῦ μέρει ποιεῖται τῶν γνωρίμων ἑκάστου μνήμην ἁρμόζουσαν, οἰκεῖον δὲ τῆς αὐτοῦ ποιῶν ἀγάπης καὶ τοῦ λαλοῦντος ἐν αὐτῷ πνεύματος, τὸ φιλάνθρωπον ἡμῖν δεικνὺς καὶ τὸ κατ' ἀξίαν ἕκαστον παρ' αὐτῷ μνημονεύεσθαι, ὥσπερ καὶ ἐν τοῖς παλαιοῖς γράμμασι κατάλογοι τῶν γενῶν εἰσιν καὶ μνήμη πρὸς ἀξίαν 82 ἐκάστου, δηλοῦντος τοῦ πνεύματος ἐν ταῖς ἀοράτοις βίβλοις ἀπογεγράφθαι παρ' αὐτῷ κατ' ἀξίαν ἕκαστον. ἃς δὴ καὶ ἀνοιγομένας εἶδε ∆ανιὴλ ἐπὶ τοῦ κριτοῦ τοῦ καθεσθέντος, ἐπὶ τοῦ παλαιοῦ τῶν ἡμερῶν, τοῦτ' ἔστιν ἐπὶ τοῦ αἰωνίου θεοῦ. καὶ ὁ ἄγγελος περὶ τοῦ τέλους προλέγων εἶπεν αὐτῷ· ἐν ἐκείνῳ τῷ καιρῷ σωθήσεται πᾶς ὁ λαός σου ὃς ἂν εὑρεθῇ γεγραμμένος ἐπὶ τῷ βιβλίῳ. περὶ δὲ τῶν μὴ ἀξίων ὁ κύριος ἐν προφήτῃ εἶπεν ἐξαλειφθήτωσαν, περὶ ὧν καὶ ὁ Παῦλος ἑξῆς κατ' ἀντίθεσιν τῆς πρὸς τοὺς ἁγίους ἐπιμνησθεὶς λέγει τὸ ἑξῆς.

15