1

 2

 3

 4

1

Homilia 9

Ἀστερίου ἐπισκόπου Ἀμασείας εἰς τὸν ἅγιον τοῦ Χριστοῦ μάρτυρα Φωκᾶν

9.116 Ἱερὸς μὲν καὶ θεσπεσίος ἅπας ὁ τῶν γενναίων μαρτύρων κατάλογος, πάθει τὴν ὑπὲρ πάθους ἀποδοὺς χάριν, αἵματι δὲ τὴν ὑπὲρ αἵματος τῷ Σωτῆρι τῶν ὅλων ἀμοιβὴν ἐκπληρώσας. Πλὴν ἐν αὐτοῖς τούτοις οὐ μία τῶν πάντων ἡ δόξα, οὐδὲ πρὸς ἓν μέτρον ἴσα τὰ γέρα τοῖς ὅλοις ἀπο κεκλήρωται, ἀλλὰ τὸ πρῶτον καὶ δεύτερον οὐδὲ ὁ τῶν ἁγίων ἐκφεύγει κατάλογος. Αἴτιον δὲ οἶμαι τούτου τὸ λίαν ἀπηκριβώμενον τοῦ κριτοῦ καὶ ἀπρόσκλιτον. Ἐφορᾷ γὰρ καὶ τιμωριῶν μεγέθη καὶ καρτερίας ἐνστάσεις, καὶ βασανίζων τὸ ἀγώνισμα τὰς πρὸς ἀξίαν ἀμοιβὰς διανέμει τοῖς ἀθληταῖς. Καὶ παράδοξον οὐδαμῶς εἰ παρὰ Θεοῦ οὕτως τιμᾶται τὸ δίκαιον, ὁπότε καὶ παρ' ἡμῖν στρατηγοὶ καὶ ἀγωνοθέται οὐκ ἴσοι γίνονται τοῖς ἀριστεῦσιν ἢ τοῖς ἀγωνισταῖς, ἀλλὰ δὴ ἑκάστῳ κατὰ τὸ μέτρον τοῦ κατορθώματος τὰς δωρεὰς ἀναλογούσας ἐπιψηφίζουσιν. Ταῦτα δὲ διῆλθον, ἵνα δείξω ὡς ὁ σήμερον ἡμῖν παρασχὼν τοῦ συλ λόγου τὴν ἀφορμὴν τῶν ἑταίρων καὶ συναγωνιστῶν ἐστι περιφανέστερος. Οἱ μὲν γὰρ ἄλλοι οὔτε πάντες παρὰ πᾶσι γνωρίζονται, οὔτε βεβοημένην ἔχουσι τὴν ἀνδραγαθίαν· Φωκᾶν δὲ οὐκ ἔστιν ὃς ἀγνοεῖ· ἀλλ' ὥσπερ ἡ ἀκτὶς τοῦ ἡλίου πᾶσιν ὀφθαλμοῖς ἐφήπλωται, οὕτω καὶ ἡ τοῦ μάρτυρος τούτου φήμη πᾶσαν ἀκοὴν περιήχησεν· εὐθὺς γὰρ ἐν τῷ τιμίῳ τούτου σήκῳ γενόμενος καὶ τῇ ἱερᾷ θήκῃ τοῦ σώματος προσψαύων ἐκ τοῦ τόπου πληροῦμαι τῆς μνήμης πάντων ὁμοῦ τῶν ἐπ' αὐτῷ λεγομένων διηγημάτων· βλέπω τὸν κηπουρὸν τὸ ἐπιτήδευμα, τὸ ἄπλαστον τῆς 9.118 ψυχῆς, τὸ φιλόξενον, τὸν τῆς παραλίας ἐξαίρετον, τὸν τῆς μεσογείας εὐεργέτην, καὶ μαθητὴς μάρτυρος γίνομαι μανθάνων ἄχρι τῶν ἐσχάτων κινδύνων φυλάττειν τὴν εὐσέβειαν. Ἀλλὰ γάρ, εἰ δοκεῖ, τῶν κοινῶν καὶ πολλοῖς γνωρίμων ἀφέμενος τὰ ἐξαίρετα τοῦ μάρτυρος διηγήματα ὑμῖν τοῖς φιλομάρτυσι διηγήσομαι. Ἤνεγκε τὸν ἅγιον ἄνδρα τοῦτον, τὸ μέγα χριστιανῶν ὄφελος, ἡ γείτων Σινώπη, πόλις ἀρχαία καὶ γνώριμος, εὔπορος γενναίων καὶ φιλοσόφων ἀνδρῶν. Ἐπιτήδευμα δὲ αὐτῷ τοῦ βίου κήπου γεωργία καὶ ἐπιμέλεια, ὅνπερ αὐτοῦ που πρὸ τῆς πύλης τοῦ ἄστεος ἐπὶ τοῦ στόματος τοῦ Ἰσθμοῦ κεκτημένος ἤσκει φιλοπόνως, ἑαυτῷ καὶ τοῖς δεομένοις παραμυθίαν τοῦ βίου. Ἤνοιγε δὲ καὶ τοῖς ξένοις μάλα προθύμως τὴν μικρὰν καὶ πενο μένην ἑστίαν. Ἐποικῶν δὲ τῇ λεωφόρῳ κοινὰ τοῖς ἐπιδημοῦσι προετίθει τὰ ὄντα· καὶ νέος ὢν Λώτ, οὐ Σοδομιτῶν, ἀλλὰ Σινωπέων. Τοῦ χρόνου προελθόντος τὴν ἐντολὴν εὗρεν οὐκ ἄμισθον· ἀπὸ γὰρ τῆς φιλοξενίας ἐκέρδανε τοῦ ζωοποιοῦ θανάτου τὴν πρόφασιν· ὅθεν δὲ καὶ ὅπως μικρὸν ἀναλαβόντος ἀκούσατε. Τοῦ λόγου τῆς εὐσεβείας ἡμῶν καταγγελθέντος καὶ τοῦ θαυμασίου κηρύγματος πρὸς πᾶσαν ἀκοὴν ἐξελθόντος, γνωρίζοντος δὲ τὸν Χριστὸν καὶ τὰ ἀπ' ἐκείνου μυστήρια, ἐφρυάξαντο ἔθνη, κατὰ τὸν ψαλμῳδόν, καὶ οἱ βασιλεῖς καὶ οἱ ἄρχοντες συνήγοντο ἐπὶ τὸ αὐτό· καὶ οἱ τῆς πλάνης λαοὶ ὠργίζοντο τοῦ Ἰησοῦ βασιλεύσαντος. Ἐζητεῖτο δὲ πᾶς χριστιανὸς ὡς κακοῦργος καὶ ὁ ἐγγὺς ἐκολάζετο καὶ ὁ μακρὰν ἀνιχνεύετο. ∆ιὸ καὶ Φωκᾶν οὔτε ἡ εὐτέλεια τοῦ ἐπιτηδεύματος καὶ ὁ κηπουρὸς ἔκρυψεν, ἀλλὰ καὶ οὗτος ὡς γνήσιος τοῦ Χριστοῦ μύστης ἐμηνύθη. Καὶ δὴ καὶ ἦλθον ἐπ' αὐτὸν οἱ τοῦ δυστήνου τοῦδε βίου καὶ ῥέοντος κελευσθέντες ἀπαγαγεῖν αὐτὸν ἄκριτον, ἀναπολόγητον. Καὶ γὰρ ἦν τὸ ἔγκλημα θεοσέβεια, ἔγκλημα ὃ λαμπρᾷ τῇ φωνῇ ὁ δράσας καθωμολόγει· καὶ μηδενὸς μὲν ἐρωτῶντος τοῖς ἔργοις ἐδείκνυε, πυνθανο μένου δὲ περιχαρῶς ἐβόα. Ἐλθόντες οὖν οἱ τῆς