1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

3

δεινὸς λογο γράφος ἆθλον τῆς ἀσεβείας τὴν Κύζικον ἀπ ηνέγκατο· Θεοσεβίῳ δὲ μετὰ τοὺς ἐπὶ ταῖς ἀῤῥήτοις βλασφημίαις ἐλέγχους ἡ Ἐκκλησία Σάρδεων προεπόθη. Καὶ σιωπῶ Βιθυνοὺς, καὶ Παφλαγόνας, καὶ Κίλικας, καὶ πάντας ὅσους ἐν κύκλῳ φερό μενον τὸ κακὸν ἐπενείματο. Ποίας οὖν ἀπολογίας ἔτι καιρὸς ἦν τότε; Ἀλλ', οἶμαι, οὐδὲ βουλομένῳ δυ νατὸν ψεύσασθαι. Ὥστε παντὸς ἀληθέστερον, ὅτι τὸ σχῆμα τοῦ λόγου μηχάνημα αὐτῷ πρὸς τὴν ἀπά την ἐστίν. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Ὁ δὲ, μικρὸν προελθὼν, σκέψασθε οἷα γράφει. Οὐδὲ γὰρ ἄχρηστον ἴσως πρὸ τῶν ἐλέγχων τῆς ἀσεβείας ὀλίγα τοῦ περὶ αὐτὸν τύφου παραδηλῶσαι. {ΕΥΝ.} Αἰτοῦμαι δὲ πρὸ πάντων ὑμᾶς, τούς τε νῦν ἀκουσομένους καὶ τοὺς εἰς ὕστερον ἐντευξομέ νους, μὴ τῷ πλήθει διακρίνειν ἐθέλειν τῆς ἀληθείας τὸ ψεῦδος, τῇ πλείονι μοίρᾳ τὸ κρεῖττον συνάπτον 29.508 τας· μήτε μὴν ἀξιώμασι προσέχοντας ἀμαυ ροῦσθαι τὴν διάνοιαν, ἢ τῇ τάξει τῶν προλαβόν των τὸ πλέον νέμοντας, ἀποφράττειν τὰς ἀκοὰς τοῖς ὑστέροις. {ΒΑΣ.} Τί λέγεις; Μὴ νείμωμεν τὸ πλέον τοῖς προ λαβοῦσι; μὴ αἰδεσθῶμεν τὸ πλῆθος τῶν τε νῦν ὄντων Χριστιανῶν, καὶ τῶν ὅσοι γεγόνασιν ἀφ' οὗ κατηγγέλη τὸ Εὐαγγέλιον; μὴ λογισώμεθα τὸ ἀξί ωμα τῶν ἐν παντοίοις χαρίσμασι διαφανέντων πνευ ματικοῖς, οἷς ἅπασιν ἐχθρὰν καὶ πολεμίαν τὴν πο νηρὰν ὁδὸν ταύτην τῆς ἀσεβείας ἐκαινοτόμησας; ἀλλὰ μύσαντες ἁπαξαπλῶς τοὺς τῆς ψυχῆς ὀφθαλ μοὺς, καὶ παντὸς ἁγίου μνήμην τῆς διανοίας ὑπερ ορίσαντες, σχολάζουσαν καὶ σεσαρωμένην τὴν ἑαυ τοῦ καρδίαν ἕκαστος ταῖς παραγωγαῖς σου καὶ τοῖς σοφίσμασι φέροντες ὑποθῶμεν; Μεγάλης μέντ' ἂν εἴης τῆς δυναστείας ἐπειλημμένος, εἴπερ ὧν ταῖς ποικίλαις ἑαυτοῦ μεθοδείαις ὁ διάβολος οὐκ ἐπ έτυχε, τούτων σοι τυχεῖν ἐξ ἐπιτάγματος περιέσται· ἐάν περ, πεισθέντες σοι, τὴν ἐν παντὶ τῷ παρελ θόντι χρόνῳ ὑπὸ τοσούτων ἁγίων κεκρατηκυῖαν παράδοσιν ἀτιμοτέραν κρίνωμεν τῆς δυσσεβοῦς ὑμῶν ἐπινοίας. Τῷ δὲ οὐκ ἐξαρκεῖ μόνον τῶν νῦν ἀκουόντων τοὺς λογισμοὺς ὑφελέσθαι, ἀλλ' ἀξιοῖ καὶ τοὺς ὕστερόν ποτε συνεσομένους τῷ λόγῳ τὴν αὐτὴν ἔχειν γνώμην. Ὢ τῆς ἀλαζονείας! τὸ καὶ εἰς ὕστε ρον οἴεσθαι αὐτῷ διαρκέσειν τὸν λόγον, καὶ ἀθά νατον εἰς τὸν ἐπιόντα χρόνον τὴν μνήμην αὐτοῦ φυ λαχθήσεσθαι. Καὶ ταῦτα νῦν ἀπαυθαδιάζεται ὁ μετ' ὀλίγα πρὸς τοὺς ἀκροωμένους διαθρυπτόμενος ὡς τύφου παντὸς ἀμελῶν, οὑτωσὶ λέγων τοῖς ἐν τῷ δρά ματι δικασταῖς. {ΕΥΝ.} Πρὸς δὲ τούτοις μηδὲ ἡμῖν χαλεπαίνειν, εἰ, τύφου μὲν ἀμελήσαντες καὶ φόβου, τῆς δὲ παραυ τίκα χάριτος καὶ ἀσφαλείας τὴν ὑπὲρ τῶν μελλόν των ἄδειαν προτιμήσαντες, καὶ πάσης ἐπιγείου κα κοπαθείας θανάτου τε προσκαίρου φοβερωτέραν τὴν κατὰ τῶν ἀσεβῶν ὡρισμένην ἀπειλὴν εἶναι κρίναν τες, παντὸς ἐπικαλύμματος γυμνὴν ἐκτιθέμεθα τὴν ἀλήθειαν. {ΒΑΣ.} Ποίας ἀλαζονείας ὑπερβολὴν ὁ κόμπος οὗ τος τῶν λόγων οὐχ ὑπεραίρει; Καὶ πρόσεστι τῇ εἰρωνείᾳ καὶ ὕβρις κατὰ τῶν δικαζόντων· εἴπερ τῷ πρὸς τὰ καλὰ δυσχερῶς ἔχειν μόλις κατέχονται χα λεπαίνοντες ἀμελοῦντι μὲν αὐθαδείας καὶ τύφου, τῆς δὲ ἐν τῷ παρόντι ἀσφαλείας τὴν ὑπὲρ τῶν μελ λόντων ἄδειαν προτιμῶντι, καὶ τοῦ προσκαίρου θα νάτου φοβερωτέραν κρίνοντι τὴν εἰς ὕστερον κόλασιν. Τοῦτο δέ ἐστι τί; Μὴ χαλεπαίνετέ μοι, ὦ 29.509 ἄνδρες, πρὸς αὐτὸ τὸ ἀκρότατον τῆς ἀρετῆς ἀνελ θόντι, καὶ ὑπερβάντι μὲν τὰ γήϊνα, πᾶσαν δὲ τὴν πολιτείαν εἰς οὐρανὸν μεταθέντι. Καινὸς οὗτος ἀλα ζονείας τρόπος. ∆ι' ὧν γὰρ ἀμελεῖν προσποιεῖται τοῦ τύφου, πρὸς τὴν ἐσχάτην φυσίωσιν ἑαυτὸν ὑπεραί ρει. Εἰ γὰρ ἐφ' οἷς ἐνδείκνυται συγγνώμης ἀξίως πράσσειν, τῆς εὐαγγελικῆς πολιτείας ἐστὶ τὰ κεφά λαια, εἰκάζειν ἀφίησιν ὁποῖόν τινα αὐτὸν ἐν τοῖς κατωρθωμένοις ἡγεῖσθαι προσῆκε. Ταῦτα μὲν οὖν ὡσανεὶ χαρακτῆρα τῆς ὅλης αὐτῆς προαιρέσεως ἔχοντα, πολλῶν ἀποσιωπηθέντων, ἱκανῶς εἴρηται, ἵνα δι' ὧν μὲν ἐψεύσατο, τὸν πατέρα τοῦ ψεύδους ἐν αὐτῷ λαλοῦντα γνωρίσωμεν· ἐκ δὲ τῶν ἀλαζο νευμάτων τίνι συγκατακέκριται διδαχθῶμεν, σαφῶς τοῦ Ἀποστόλου λέγοντος τὸν τυφωθέντα εἰς