1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

5

σκέψασθε πῶς δια σύρει. {ΕΥΝ.} Ἡ μὲν οὖν ἁπλουστέρα καὶ κοινὴ πάντων πίστις ὅσοις τὸ δοκεῖν ἢ τὸ εἶναι Χριστιανοῖς ἐπιμε λὲς, ὡς ἐν ἐπιδρομῇ κεφαλαιωδέστερον εἰπεῖν, αὕτη. {ΒΑΣ.} Εἰπέ μοι, ἡ εὐσεβὴς τῶν Πατέρων παράδοσις, καὶ ὁ κανὼν, ὡς αὐτὸς ὠνόμασας, καὶ ὁ γνώμων, καὶ τὸ ἀσφαλὲς κριτήριον, νῦν ὄργανον ἀπάτης, καὶ τέχνη σχηματισμοῦ, καὶ τὰ τοιαῦτα πάλιν προσαγο ρεύεται; Εἰ γὰρ οὐχὶ τοῖς ὄντως οὖσι Χριστιανοῖς ἐφαρμόζει, ἀλλὰ τοῖς τὸ δοκεῖν πρὸ τοῦ εἶναι τετιμη κόσι, τί ἄλλο περὶ αὐτῆς ὑπολαμβάνειν ἢ ταῦτα προσ ῆκε; Τίς ἂν οὖν, μὴ παντελῶς παραπαίων, τὸν κα νόνα τοῦ εὐθέως τοῖς τὴν ψυχὴν ἐνδιαστρόφοις ἁρμό ζειν εἴποι, καὶ τὸν γνώμονα τῆς ἀληθείας τοῖς ἐχθροῖς τῆς ἀληθείας; Οἱ γὰρ τὸ ὀνομάζεσθαι Χριστιανοὶ πρὸ τοῦ ἀληθῶς εἶναι τετιμηκότες, ἐπὶ τῇ τῶν πολ λῶν ἀπάτῃ τὸν σχηματισμὸν τοῦτον ὑποδυόμενοι, πόῤῥω πάσης εὐθύτητος καὶ ἀληθείας εἰσίν. Οὔτε οὖν διεστραμμένον κατευθυνθήσεται, ὡς τοῦ Ἐκκλη σιαστικοῦ λόγος, οὔτε τὰ τῆς ἀληθείας κριτήρια τοῖς τὸ ψεῦδος κατὰ τὸν βίον ᾑρημένοις ἁρμόσει, ὅπερ τούτῳ δοκεῖ. Ἀλλὰ δι' ἃς εἶπον αἰτίας εἰς οὕτω προδήλους ἐναντιότητας ὑπενέχθη, ἵνα οἷς μὲν ἐπαινεῖ τὴν πί στιν κοινωνεῖν τοῖς Πατράσι τῆς εὐσεβείας δόξῃ, οἷς δὲ λαμβάνεται πάλιν αὐτῆς, τὴν ὁδὸν ἑαυτῷ πρὸς τὴν ἐξήγησιν ὑπανοίξῃ. ∆ιὰ τοῦτο τὴν αὐτὴν καὶ κανόνα λέγει, καὶ προσθήκης φησὶν ἀκριβεστέρας δεῖσθαι. Τοῦτο δὲ αὐτὸ καὶ τῆς ἐσχάτης ἀμαθείας σημεῖον ἔστω, εἴ τῳ καὶ τοῦτο φίλον παρεξετάζειν. Ὁ γάρ τοι κανὼν, ὦ σοφώτατε, καὶ ὁ γνώμων, ἕως ἂν μηδὲν ἐνδέῃ τοῦ κανὼν εἶναι καὶ γνώμων, οὐδεμίαν προσ θήκην εἰς ἀκρίβειαν ἐπιδέχεται. Κατὰ γὰρ τὸ ἐλλεῖ πον ἡ πρόσθεσις. Ἀτελεῖς δὲ ὑπάρχοντες, οὐδὲ τῶν προσηγοριῶν τούτων ὑγιῶς ἂν ἔτι τυγχάνοιεν. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Ἤδη δὲ καὶ οὓς ἐκτίθεται περὶ Θεοῦ λόγους ἐπισκεψώμεθα. {ΕΥΝ.} Εἷς τοίνυν, φησὶ, κατά τε φυσικὴν ἔννοιαν καὶ κατὰ τὴν τῶν Πατέρων διδασκαλίαν ἡμῖν ὡμολό γηται Θεὸς, μήτε παρ' ἑαυτοῦ μήτε παρ' ἑτέρου γε νόμενος. Ἑκάτερον γὰρ αὐτῶν ἐπίσης ἀδύνατον, 29.516 ἐπειδή γε δεῖ κατὰ ἀλήθειαν τὸ ποιοῦν τοῦ γινομένου προϋπάρχειν, καὶ τὸ ποιούμενον τοῦ ποιοῦντος εἶναι δεύτερον. Μήτε δὲ αὐτὸ ἑαυτοῦ πρότερον ἢ ὕστερον εἶναι δύνασθαι, μήτε ἕτερόν τι πρὸ τοῦ Θεοῦ. Ἦ γὰρ ἂν ἐκεῖνο πρὸ τοῦ δευτέρου τὸ τῆς θεότητος ἔσχεν ἀξίωμα. {ΒΑΣ.} Τίνος οὖν ἕνεκεν πᾶσαν αὐτοῦ ταύτην παρεθέμην τὴν λέξιν; Ἵνα καταφανὴς ἡ ἀδολεσχία τοῦ ἀνδρὸς, ᾗ χρῆται παρὰ πάντα τὸν λόγον, γένηται. Εἰπὼν γὰρ αὐτὸς ἐναργὲς ὑπάρχειν ταῖς κοιναῖς πάντων ἐννοίαις τὸ εἶναι τὸν Θεὸν ἀγέννητον, ἀπο δείξεις τούτου κομίζειν ἡμῖν ἐπιχειρεῖ, παραπλήσιον ποιῶν, ὥσπερ ἂν εἴ τις ἐν σταθερᾷ μεσημβρίᾳ τοὺς ἐῤῥωμένους τὰς ὄψεις λόγῳ διδάσκειν βούλοιτο φανό τατον εἶναι τῶν κατ' οὐρανὸν ἀστέρων τὸν ἥλιον. Εἰ δὲ ὁ τὰ τῇ αἰσθήσει γνώριμα λόγῳ δεικνὺς καταγέλα στος, ὁ τὰ ταῖς κοιναῖς προλήψεσιν ὡμολογημένα δι δάσκων πῶς οὐχὶ τῆς ἴσης παρανοίας ὑπεύθυνος; Πολλῷ γὰρ δήπου ταῦτα τῶν διὰ τῆς ὄψεως φαινομέ νων τοῖς σωφρονοῦσι πιστότερα. Εἰ μὲν οὖν ἦν τις ὁ κατὰ τῆς ἀληθείας ταύτης ἀναισχυντῶν, καὶ τὸν ἀγέν νητον ἢ παρ' ἑαυτοῦ ἢ παρ' ἑτέρου γεγεννῆσθαι διατεινόμενος, εἶχεν ἄν τινα τυχὸν συγγνώμην ἡ μα ταιότης τῶν λεγομένων· εἰ δὲ οὐδεὶς μέχρι σήμερον οὔτε τῶν ἔξω τοῦ λόγου τοῦ καθ' ἡμᾶς, οὔτε τῶν ἐξ αὐτῆς τῆς Ἐκκλησίας ἐπαναστάντων τῇ ἀληθείᾳ, εἰς τοσοῦτον ἦλθεν ἀποπληξίας, ὥστε διαμφισβητεῖν περὶ τῆς ἀγεννησίας τοῦ ἀγεννήτου· τί κέρδος ἐκ τῶν λόγων τούτων, οὐ συνορῶ. Ἢ τῶν Ἀριστοτέλους ὄντως ἡμῖν καὶ Χρυσίππου συλλογισμῶν ἔδει πρὸς τὸ μαθεῖν, ὅτι ὁ ἀγέννητος οὐ γεγέννηται, οὔτε αὐτὸς ὑφ' ἑαυτοῦ, οὔτε ὑφ' ἑτέρου; καὶ οὔτε πρεσβύ τερος, οὔτε νεώτερος αὐτός ἐστιν ἑαυτοῦ; Τί οὖν αὐτῷ ταῦτα βούλεται; ∆οκεῖ μοι ὁμοῦ μὲν τοῖς ἀκολούθοις ἐγκαλλωπίζεσθαι, ὡς δὴ πυκνός τις καὶ περιττὸς τὴν διάνοιαν, καὶ ὀξὺς μὲν ὑπιδέσθαι τὸ ἄτοπον, ὀξύτερος δὲ διαλῦσαι τὸ φωραθὲν, καὶ διὰ τοῦτο ἐναβρύνεσθαι τῇ τῶν λόγων