1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

6

στροφῇ, καὶ περὶ τὴν ἀπόδειξιν λε πτουργεῖν τοῦ μήτε ὑφ' ἑαυτοῦ μήτε ὑφ' ἑτέρου τὸν ἀγέννητον γεγεννῆσθαι. Ἔπειτα μέντοι οὐδὲ ἐνταῦθα τῆς ἑαυτοῦ τέχνης ἐπιλανθάνεται· ἀλλ' ἐν τῇ τῶν ὁμολογουμένων διατριβῇ, ὥσπερ στοιχεῖά τινα πρὸς τοὺς ἑξῆς λόγους ἑαυτῷ παρεμβάλλει. Οὐ γὰρ ἀργῶς αὐτῷ ἐκεῖνο ἔχει, ὅτι δεῖ, κατὰ ἀλήθειαν, τὸ ποιοῦν τοῦ γινομένου προϋπάρχειν. Ἀλλ' ἵνα ἐν τοῖς περὶ Υἱοῦ λόγοις προδιωμολογημένον ἔχῃ, τὸ ὕστερον προσγεγενῆσθαι τῷ Πατρὶ τὸν Υἱὸν, εἴπερ τὸ ποιοῦν ἐστι τοῦ γινομένου πρεσβύτερον· τούτῳ δὲ ὡς ἑπό μενον λάβῃ, τὸ ἐκ μὴ ὄντων τὸν Υἱὸν γεγεννῆ σθαι. Ἀλλ' ὁ μὲν τῆς εἰς τὸν Υἱὸν ἀσεβείας ἔλεγχος ἐν τοῖς οἰκείοις τόποις ἀναμεινάτω. Ἐγὼ δὲ καὶ τὴν τοῦ ἀγεννήτου προσηγορίαν, κἂν τὰ μάλιστα 29.517 δοκῇ ταῖς ἐννοίαις ἡμῶν συμβαίνειν, ἀλλ' οὖν ὡς οὐ δαμοῦ τῆς Γραφῆς κειμένην, καὶ πρῶτον στοιχεῖον οὖσαν τῆς βλασφημίας αὐτῶν, σιωπᾶσθαι ἂν δικαίως ἀξίαν εἶναι φήσαιμι, τῆς Πατρὸς φωνῆς ἴσον δυνα μένης τῷ ἀγεννήτῳ, πρὸς τῷ καὶ τὴν περὶ τοῦ Υἱοῦ ἔννοιαν συνημμένως ἑαυτῇ διὰ τῆς σχέσεως συνεισ άγειν. Ὁ γὰρ ὄντως Πατὴρ καὶ μόνος ἐξ οὐδενός ἐστιν ἑτέρου· τὸ δὲ, ἐξ οὐδενὸς, ταυτόν ἐστι τῷ, ἀγέννητος. Οὐ τοίνυν ἀγέννητον προσαγορευτέον μᾶλλον ἡμῖν ἢ Πατέρα, εἴ γε μὴ μέλλοιμεν εἶναι σοφώτεροι τῶν δι δαγμάτων τοῦ Σωτῆρος, εἰπόντος· Πορευθέντες, βαπτίζετε εἰς τὸ ὄνομα τοῦ Πατρὸς, ἀλλ' οὐχὶ τοῦ ἀγεννήτου. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Ἡμεῖς δὲ τὰ συνεχῆ τοῦ λόγου διασκεψώμεθα. Ὀλίγον γὰρ προελθὼν, καὶ οἷον συγκεφαλαιούμενος αὐτὸς ἑαυτῷ τὰ εἰρημένα, οὕτω γράφει. {ΕΥΝ.} Ἄρ' οὖν, εἰ μήτε αὐτὸς ἑαυτοῦ, μήτε ἕτε ρόν τι αὐτοῦ προϋπάρχειν δέδεικται, πρὸ δὲ πάν των αὐτὸς, ἀκολουθεῖ τούτῳ τὸ ἀγέννητον· μᾶλλον δὲ αὐτό ἐστιν οὐσία ἀγέννητος. {ΒΑΣ.} Ἣν τοίνυν ἐν τούτοις ἐφωράσαμεν κακουρ γίαν συνιδεῖν μὲν, οἶμαι, καὶ πάνυ ῥᾴδιον τῷ καὶ μικρὸν ἐπιστήσαντι, ἐμφανῆ δὲ ποιῆσαι τοῖς πολλοῖς οὐκ εὐμαρές. Πλὴν ἀλλὰ πειρατέον, τὴν ἐλπίδα θεμέ νους ἐπὶ τὸν διδόντα ῥῆμα τοῖς εὐαγγελιζομένοις, δυνάμει πολλῇ. Εἰπὼν, ὅτι, εἰ μήτε αὐτὸς ἑαυτοῦ, μήτε ἕτερόν τι αὐτοῦ προϋπάρχει, ἀκολουθεῖ αὐτῷ τὸ ἀγέννητον· εἶτα συνιδὼν, ὅτι ἐκ τῆς τῶν τεθέν των ἀκολουθίας πρὸς τὸ ἐναντίον αὐτῷ περιῆλθεν ὁ λόγος (εἰ γὰρ ἀκολουθεῖ τῷ Θεῷ τὸ ἀγέννητον, ἔξω θεν αὐτῷ παρέπεται δηλονότι. Τὸ δὲ ἔξωθεν τοῦ Θεοῦ οὐκ οὐσία αὐτοῦ ἐστιν. Ἐκ δὲ τούτων οἰχήσεται διαῤῥυὲν αὐτῷ τὸ σκαιώρημα), ἵνα δὲ μὴ τοῦτο πάθῃ, τί ποιεῖ; Βραχὺ φροντίσας τοῦ γέλωτος, ὃν ἐπὶ τῷ τὰ ἀνακόλουθα λέγειν ὑπέχειν ἔμελλε, τῇ ἐπιδιορθώ σει ἀπήγαγε τὸν λόγον πρὸς ἃ ἐβούλετο, εἰπών· Μᾶλλον δὲ αὐτό ἐστιν οὐσία ἀγέννητος. Τοῦτο δὲ οὐδεμίαν μὲν ἔχει ὁμολογίαν πρὸς τὰ προάγοντα· πῶς γὰρ καὶ ἑπόμενον αὐτῷ τὸ ἀγέννητον ὁ Θεὸς 29.520 ἔχει; καὶ πάλιν οὐχ ἑπόμενον, ἀλλ' ἐν τῷ τῆς οὐσίας λόγῳ περιεχόμενον; ὅμως γε μὴν οὐκ ἐᾷ παν τελῶς αὐτῷ διαφθαρῆναι τὸ σόφισμα. Εἰ γὰρ, εἰπὼν, ὅτι ἀκολουθεῖ αὐτῷ τὸ ἀγέννητον, ἐνταῦθα τὸν λόγον ἔστησεν, οὐκ ἂν εἶχεν ὅπως ἢ τὴν ἀγεννησίαν οὐσίαν λέγῃ τοῦ Θεοῦ τῶν ὅλων, ἢ ἀλλοτρίως ἔχοντα κατ' αὐτὴν τὴν οὐσίαν τὸν μονογενῆ Υἱὸν ἐπιδείξῃ, οὐδενὸς δυναμένου τῶν ἔξωθεν ἑπομένων, Πατρὸς καὶ Υἱοῦ τὴν κατ' αὐτὴν τὴν οὐσίαν οἰκειότητα διιστᾷν. Νῦν δὲ τῷ ἐπαγαγεῖν, Μᾶλλον δὲ αὐτό ἐστιν οὐσία ἀγέννητος, ἐνεδείξατο, ὅτι αὐτὸ, ὅπερ ἐστὶν ὁ Θεὸς ἀγεννησία ἐστί· τοῦτο δὲ ὅσον αὐτῷ δρόμον ἀεὶ πρὸς τὴν ἐγχείρησιν τῆς ἀσεβείας προευτρεπίζει, μικρὸν τῷ λόγῳ προελθὼν ἐπιδείξω. Ἔστι δ' ἄρα, ὃ μὲν ἐξ ἀρχῆς εἶπεν, ἐκ τῆς τῶν πραγμάτων ἀλη θείας κατὰ τὸ ἀκόλουθον τῶν δεδομένων ἀναφανέν· ὃ δὲ τελευταῖον ἐπέθηκεν, ἐκ τοῦ φρονήματος τοῦ αἱρετικοῦ προσεῤῥίφη, ἀναισχυντότατα πάντων τοῦ λογογράφου πρὸς τὴν ἐπιδιόρθωσιν τοῦ λόγου μεταπηδήσαντος. Πῶς γὰρ τὸ αὐτὸ καὶ ἀκολουθεῖ τῷ Θεῷ, καὶ ταυτόν ἐστιν αὐτῷ, πᾶσιν ὄντος προδή λου, ὅτι τὸ ἀκολουθοῦν ἕτερόν ἐστι παρὰ τὸν οὗ ἐστιν ἐπακολούθημα; Ὁ δὲ, ὥσπερ ὁδοῦ τινος λαβόμενος, ἐκ τοῦ καθ' ὑφαρπαγὴν αὐτῷ προληφθέντος λό γου, πρὸς τὴν