1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

7

κατασκευὴν ἐντεῦθεν χωρεῖ τοῦ τὴν ἀγεννησίαν οὐσίαν εἶναι τοῦ Θεοῦ τῶν ὅλων, ἵνα, τούτου δειχθέντος, ὁμολογούμενον ἔχῃ τὸ ἀνόμοιον κατὰ τὴν οὐσίαν εἶναι τὸν Μονογενῆ τῷ Πατρί. Σκο πεῖτε δὲ ἅ φησιν. {ΕΥΝ.} Ἀγέννητον δὲ λέγοντες, οὐκ ὀνόματι μόνον, κατ' ἐπίνοιαν ἀνθρωπίνην, σεμνύνειν οἰόμεθα δεῖν, ἐκτιννύναι δὲ αὐτῷ τὸ πάντων ἀναγκαιότατον ὄφλημα τῷ Θεῷ τὴν τοῦ εἶναι ὅ ἐστιν ὁμολογίαν. Τὰ γάρ τοι κατ' ἐπίνοιαν λεγόμενα, ἐν ὀνόμασι μόνον καὶ προφορᾷ τὸ εἶναι ἔχοντα, ταῖς φωναῖς συνδιαλύεσθαι πέφυκεν. {ΒΑΣ.} Ἀναιρεῖ τὸ κατ' ἐπίνοιαν θεωρεῖσθαι 29.521 ἐπὶ τοῦ Θεοῦ τὸ ἀγέννητον, ἡγούμενος ἐντεῦθεν ῥᾳ δίαν αὐτῷ τὴν ἐπιχείρησιν ἔσεσθαι τοῦ τὴν ἀγεννη σίαν οὐσίαν εἶναι τοῦ Θεοῦ· ἐκ τούτου δὲ ἀναν τιῤῥήτως δείξειν, ἀνόμοιον εἶναι κατ' αὐτὴν τὴν οὐ σίαν τὸν μονογενῆ Υἱὸν τῷ Πατρί. ∆ιὰ τοῦτο προσ πλέκεται τῷ ῥήματι τῆς ἐπινοίας, ὡς οὐδὲν σημαί νοντι τὸ παράπαν, ἀλλ' ἐν μόνῃ τῇ προφορᾷ τὴν ὑπόστασιν κεκτημένῳ· καὶ ἀνάξιον εἶναι Θεοῦ προσ ποιεῖται ταῖς ἐπινοίαις αὐτὸν ἀποσεμνύνειν. Ἐγὼ δὲ εἰ μὲν ἐπινοίᾳ θεωρητὸν ἢ μὴ τὸ ἀγέννητον, οὔπω διισχυρίζομαι πρὶν ἂν ὑπ' αὐτῆς τοῦ λόγου τῆς ἐξετάσεως διδαχθῶμεν. Αὐτὸ δὲ τοῦτο, τί ποτέ ἐστιν ἡ ἐπίνοια, ἡδέως ἂν αὐτὸν ἐρωτήσαιμι· ἆρ' οὐδὲν παντάπασι σημαίνει τὸ ὄνομα τοῦτο, καὶ ψόφος ἄλλως ἐστὶ διὰ τῆς γλώτ της ἐκπίπτων; Ἀλλὰ τὸ τοιοῦτον οὐχὶ ἐπίνοια, πα ράνοια δ' ἂν μᾶλλον καὶ φλυαρία προσαγορεύοιτο. Εἰ δὲ συγχωροίη σημαίνειν μέν τι τὴν ἐπίνοιαν, ψευ δὲς δὲ τοῦτο παντελῶς καὶ ἀνύπαρκτον, ὡς ἐν ταῖς μυθοποιίαις κενταύρων δή τινων ἀναπλασμοὺς καὶ χιμαίρας, πῶς τὸ σημαινόμενον ψεῦδος τῷ ψόφῳ τῆς γλώττης συναφανίζεται, τῆς μὲν φωνῆς πάντως εἰς ἀέρα προχεομένης, τῶν δὲ ψευδῶν νοημάτων ἐναπομενόντων τῇ διανοίᾳ; Οὐδὲ γὰρ ἐπειδάν ποτε ψευδῶν παντελῶς καὶ διακένων ἀναπλασμῶν, ἢ ἐν ταῖς καθ' ὕπνον φαντασίαις, ἢ ἄλλως ἐν τοῖς ματαίοις τοῦ νοῦ κινήμασιν ἡ ψυχὴ πληρωθεῖσα, παρακατάσχῃ τῇ μνήμῃ, εἶτα διὰ τῆς φωνῆς ἐξαγ γεῖλαι προέληται, ὁμοῦ τῷ προενεχθέντι λόγῳ συν ηφανίσθη καὶ τὰ φαντάσματα. Πολλοῦ γὰρ ἂν ἄξιον ἦν τὰ ψευδῆ λέγειν, εἴπερ ἡ φύσις τοῦ ψεύδους τοῖς λαλουμένοις συνδιεφθείρετο· ἀλλ' οὐκ ἔχον ἐστὶ φύσιν τοῦτό γε. Ὑπόλοιπον δ' ἂν εἴη δεικνύναι, πῶς μὲν ἡ συνήθεια, καὶ ἐπὶ ποίων πραγμάτων τῇ ἐπι νοίᾳ χρῆται· πῶς δὲ τὰ θεῖα λόγια τὴν χρῆσιν αὐτῆς παρεδέξατο. Ὁρῶμεν τοίνυν, ὅτι ἐν μὲν τῇ κοινῇ χρήσει τὰ ταῖς ἀθρόαις ἐπιβολαῖς τοῦ νοῦ ἁπλᾶ δο κοῦντα εἶναι καὶ μοναχὰ, ταῖς δὲ κατὰ λεπτὸν ἐξ ετάσεσι ποικίλα φαινόμενα, καὶ πολλὰ ταῦτα τῷ νῷ διαιρούμενα, ἐπινοίᾳ μόνῃ διαιρετὰ λέγεται. 29.524 Οἷον, τὸ σῶμα ἁπλοῦν μὲν εἶναί φησιν ἡ πρώτη ἔν τευξις, ποικίλον δὲ ὁ λόγος ἐπιὼν δείκνυσι, τῇ ἐπινοίᾳ αὐτὸ εἰς τὰ ἐξ ὧν σύγκειται διαλύων, καὶ χρῶμα, καὶ σχῆμα, καὶ ἀντιτυπίαν, καὶ μέγεθος, καὶ τὰ λοιπά. Πάλιν τὰ ἀνυπόστατα μὲν παντελῶς, κατὰ δὲ ἀναζωγράφησίν τινα τῆς ἐννοίας καὶ φαντασίαν μό νην ἀνατυπούμενα, ὡς ὅσα οἱ μυθοποιοὶ καὶ ζωγρά φοι πρὸς τὴν τῶν ἐντυγχανόντων ἔκπληξιν τερατεύον ται κατ' ἐπίνοιαν καὶ ταῦτα θεωρητὰ ὑπὸ τῆς συν ηθείας λέγεται. Ὧν οὐδενὸς ἐπιμνησθεὶς οὗτος, ἢ ἀμα θῶς ἢ κακούργως, περὶ τῆς τῶν ἀνυπάρκτων ἐπι νοίας μόνης ἡμῖν ἐφιλοσόφησε· καὶ οὐδὲ ταύτην ὡς ἔχει φύσεως ἐξηγούμενος. Οὐ γὰρ σημαίνειν μέν τι τὴν ἐπίνοιαν, ψευδὲς δὲ τοῦτο, φησίν· ἀλλὰ παντε λῶς ἄσημον εἶναι τὸ ὄνομα, καὶ ἐν μόνῃ τῇ ἐκφωνήσει τὴν ὑπόστασιν ἔχειν. Καίτοι τοσοῦτον ἀπέχει τοῦ κατὰ τῶν ματαίων μόνων καὶ ἀνυποστάτων φαντασιῶν τὸ ὄνομα τοῦτο τῆς ἐπινοίας κεῖσθαι, ὥστε μετὰ τὸ πρῶτον ἡμῖν ἀπὸ τῆς αἰσθήσεως ἐγγινόμενον νόημα τὴν λεπτοτέραν καὶ ἀκριβεστέραν τοῦ νοηθέντος ἐπεν θύμησιν ἐπίνοιαν ὀνομάζεσθαι· ὅθεν ἡ συνήθεια καλεῖ ἐπιλογισμὸν, εἰ καὶ μὴ οἰκείως. Οἷον τοῦ σίτου νόημα μὲν ἁπλοῦν ἐνυπάρχει πᾶσι, καθὸ φα νέντα γνωρίζομεν· ἐν δὲ τῇ ἀκριβεῖ περὶ αὐτοῦ ἐξ ετάσει, θεωρία τε πλειόνων προσέρχεται, καὶ προσηγορίαι διάφοροι τῶν νοηθέντων σημαντικαί. Τὸν