1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

10

οἱ ἀνεγνωκότες εἴ ποιεν ἂν, ἐν ταῖς ἐπιγραφομέναις αὐτοῦ Κατηγορίαις, οἱ περὶ ἕξεως καὶ στερήσεως λόγοι, δευτέρας εἶναι λέγοντος τῶν ἕξεων τὰς στερήσεις. Ἡμῖν δὲ ἐξήρκει δείξασιν αὐτὸν οὐκ ἐκ τῆς διδασκαλίας τοῦ Πνεύμα τος, ἀλλ' ἐκ τῆς σοφίας τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου λαλοῦντα, τὸ τοῦ ψαλμοῦ πρὸς αὐτὸν ἐπι φθέγξασθαι, ὅτι ∆ιηγήσαντό μοι παράνομοι ἀδολε σχίας, ἀλλ' οὐχ ὡς ὁ νόμος σου, Κύριε· καὶ μα θόντας, ὅτι οὐκ ἐκ τῶν διδαγμάτων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐστι τὰ λεγόμενα, τῆς αὐτοῦ φωνῆς ὑπομνησθῆναι, ὅτι Ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ· καὶ τούτῳ τῷ τρόπῳ τοὺς πολ λοὺς τῶν λόγων ἑαυτοῖς συντεμεῖν, ἐντεῦθεν πᾶσι καταφανὲς ποιήσαντας, ὅτι οὐδεμία ἡμῖν πρὸς αὐτοὺς κοινωνία. Τίς γὰρ συμφώνησις Χριστῷ πρὸς Βε λίαρ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; Ἵνα δὲ μὴ δόξωμεν δι' ἀπορίαν ἐλέγχων εἰς τὴν σιωπὴν κατα φεύγειν, φέρε, καὶ περὶ τούτων βραχέα διαλεχθῶμεν. Πολλὰ, ὦ Εὐνόμιε, τῶν περὶ Θεοῦ λεγομένων κατὰ τὸν ὅμοιον ὁρῶμεν ἐκφερόμενα τύπον, οἷον ὁ ἄφθαρ τος, ὁ ἀθάνατος, ὁ ἀόρατος. Τοῦ δὲ αὐτοῦ τύπου τι θέμεθα εἶναι καὶ τὸ, ἀγέννητος. Εἰ μὲν οὖν στερη τικά τινες ὀνομάζουσι τὰ τοιαῦτα, οὐ πρὸς ἡμᾶς ὁ λόγος. Οὔτε γὰρ ἴσμεν τεχνολογίας λέξεων, οὔτε τοὺς εἰδότας ζηλοῦμεν. Πλήν γε δὴ ὅτι οὗπερ ἂν τεθῶσιν αἱ λοιπαὶ φωναὶ ἃς ἀπηριθμησάμεθα, τοῦ αὐτοῦ εἶναι φήσομεν καὶ τὴν τοῦ, ἀγεννήτου, προσηγορίαν. Ὡς τοίνυν τὸ ἄφθαρτον τὸ μὴ προσεῖναι τῷ Θεῷ φθο ρὰν σημαίνει· καὶ τὸ ἀόρατον τὸ ὑπερβαίνειν αὐτὸν 29.533 πᾶσαν τὴν διὰ τῶν ὀφθαλμῶν κατάληψιν· καὶ τὸ ἀσώ ματον τὸ μὴ ὑπάρχειν αὐτοῦ τριχῆ διαστατὴν τὴν οὐσίαν· καὶ τὸ ἀθάνατον τὸ μηδέποτε διάλυσιν αὐ τῷ προσγενήσεσθαι· οὕτω φαμὲν καὶ τὸ, ἀγέννητον, δηλοῦν τὸ γέννησιν αὐτῷ μὴ προσεῖναι. Εἰ μὲν οὖν μηδὲν τούτων στερητικὸν τῶν ὀνομάτων, οὐδὲ ἐκεῖνο. Εἰ δὲ ἐπ' ἐκείνων δίδως τὸ κατὰ στέρησιν λέγεσθαι, ἐπὶ τῆς τοῦ ἀγεννήτου προσηγορίας οὐ συγχωρεῖς, εἰπὲ, τίνος μὲν ἕξεως προλαβούσης στέ ρησιν ἐμφαίνει τὸ ἄφθαρτον; πῶς δὲ οὐχὶ τὸ ἴσον αὐτῷ δύναται τὸ ἀγέννητον; Ἀλλὰ περὶ μόνην ταύτην τὴν λέξιν κακοτεχνεῖ, διότι ἐντεῦθεν αὐτῷ αἱ ἀφορμαὶ τῆς ἀσεβείας ἤρτηνται. Ἵνα δὲ σαφὲς αὐ τοῦ τὸ τέχνασμα γένηται, οὕτω ποιήσατε· οὓς ἐπὶ τοῦ ἀγεννήτου γυμνάσει λόγους, ὅτι οὔτε κατ' ἐπί νοιαν ἀνθρωπίνην, οὔτε κατὰ στέρησιν εὔλογόν ἐστι περὶ Θεοῦ λέγεσθαι, τούτους μετενεγκόντες ἐπ' ἄλ λου τινὸς τῶν περὶ Θεοῦ λεγομένων, σκοπεῖτε. Εὑ ρήσετε γὰρ ἑκάστῳ ἀκριβῶς ἐφαρμόζοντας. Καὶ, εἰ βούλεσθε, ἐπὶ τοῦ ἀφθάρτου ταῦτα λέγωμεν, αὐτὴν αὐτοῦ τὴν λέξιν μετακομίσαντες. Ἄφθαρτον δὲ λέ γοντες, οὐ κατ' ἐπίνοιαν ἀνθρωπίνην σεμνύνειν οἰό μεθα δεῖν· ἀποτιννύναι δὲ αὐτῷ τὸ πάντων ἀναγ καιότατον ὄφλημα, τὴν τοῦ εἶναι ὅ ἐστιν ὁμολογίαν· ἀλλὰ μὴν οὐδὲ κατὰ στέρησιν· εἴ γε τῶν κατὰ φύσιν αἱ στερήσεις εἰσὶ στερήσεις, καὶ τῶν ἕξεων δεύτεραι. Τί μᾶλλον ἐπὶ τοῦ ἀγεννήτου πρέπει ταῦτα φιλοσοφεῖν ἢ καὶ ἐπὶ τοῦ ἀφθάρτου, καὶ ὅλως ἐφ' ἑκάστης φωνῆς τῆς κατὰ τὸν αὐτὸν τύπον ἐκφερο μένης; Ἀλλ' οὐδὲν τῶν ἄλλων αὐτῷ πρὸς τὴν ἀσέ βειαν συνεργεῖ. ∆ιὸ τῶν λοιπῶν οὐδὲ μέμνηται, καί τοι μυρίων ὄντων τῶν περὶ Θεοῦ λεγομένων. Ἔχει δὲ οὕτως. Ἓν μὲν οὐδέν ἐστιν ὄνομα ὃ πᾶσαν ἐξαρκεῖ τὴν τοῦ Θεοῦ φύσιν περιλαβὸν, ἱκα νῶς ἐξαγγεῖλαι· πλείω δὲ καὶ ποικίλα κατ' ἰδίαν ἕκαστον σημασίαν, ἀμυδρὰν μὲν παντελῶς καὶ μι κροτάτην, ὡς πρὸς τὸ ὅλον, ἡμῖν γε μὴν ἐξαρκοῦσαν τὴν ἔννοιαν συναθροίζει. Ἐν τοίνυν τοῖς περὶ Θεοῦ λεγομένοις ὀνόμασι, τὰ μὲν τῶν προσόντων τῷ Θεῷ δηλωτικά ἐστι, τὰ δὲ τὸ ἐναντίον, τῶν μὴ προσόντων. Ἐκ δύο γὰρ τούτων οἱονεὶ χαρακτήρ τις ἡμῖν ἐγγί νεται τοῦ Θεοῦ, ἔκ τε τῆς τῶν ἀπεμφαινόντων ἀρνή σεως καὶ ἐκ τῆς τῶν ὑπαρχόντων ὁμολογίας. Οἷον, ὅταν ἄφθαρτον ὀνομάζωμεν, δυνάμει λέγομεν ἑαυτοῖς ἢ τοῖς ἀκούουσιν, ὅτι Μὴ οἴου φθορᾷ τὸν Θεὸν ὑποκεῖσθαι· καὶ ὅταν ἀόρατον, ὅτι Μὴ ὑπολά βῃς αὐτὸν τῇ διὰ τῶν ὄψεων αἰσθήσει καταλαμβά 29.536 νεσθαι· καὶ ὅταν ἀθάνατον, ὅτι Μήποτε