1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

11

οἰηθῇς θάνα τον προσγίνεσθαι τῷ Θεῷ. Οὕτω δὴ καὶ ὅταν ἀγέννη τον, ὅτι Μηδεμιᾶς αἰτίας μήτε ἀρχῆς ἐξῆφθαι τὸ εἶναι τοῦ Θεοῦ νομίσῃς. Καὶ ὅλως, ἐξ ἑκάστου τούτων διδασκόμεθα μὴ εἰς ἀπρεπεῖς ἐννοίας ἐν ταῖς περὶ Θεοῦ ὑπολήψεσι καταπίπτειν. Οὐκοῦν ἵνα τὸ ἐξαίρε τον ἰδίωμα τοῦ Θεοῦ ἐπιγνῶμεν, ἀπαγορεύομεν ἀλ λήλοις ἐν τοῖς περὶ Θεοῦ λόγοις, μὴ καταφέρειν τὰς διανοίας εἰς ἃ μὴ δεῖ, ἵνα μήποτε οἰηθῶσιν ἓν τῶν φθαρτῶν, ἢ ἓν τῶν ὁρατῶν, ἢ ἓν τῶν γεννητῶν τὸν Θεὸν ὑπάρχειν οἱ ἄνθρωποι. Ὥστε διὰ τούτων γε ἁπάντων τῶν ἀπηγορευμένων ὀνομάτων, οἱονεὶ ἀπάρνησίς τίς ἐστι τοῦ ἀλλοτρίου, διαρθρου μένης ἡμῶν τῆς διανοίας, καὶ τὰς περὶ τῶν μὴ προσόντων αὐτῷ ὑπολήψεις ἀποτιθεμένης. Πάλιν, ἀγαθὸν λέγομεν τὸν Θεὸν, καὶ δίκαιον, καὶ δημιουρ γὸν, καὶ κριτὴν, καὶ ἄλλα ὅσα τοιαῦτα. Ὡς οὖν ἐπ' ἐκείνων ἀθέτησίν τινα καὶ ἀπαγόρευσιν τῶν ἀλ λοτρίων τοῦ Θεοῦ ἐσήμαινον αἱ φωναὶ, οὕτως ἐν ταῦθα θέσιν καὶ ὕπαρξιν τῶν οἰκείων τῷ Θεῷ καὶ πρεπόντως περὶ αὐτὸν θεωρουμένων ἀποσημαίνουσιν. Ἐκ τοίνυν ἑκατέρου τοῦ εἴδους τῶν προσηγοριῶν διδασκόμεθα, ἢ περὶ τῶν προσόντων, ὅτι πρόσεστιν, ἢ περὶ τῶν μὴ προσόντων, ὅτι μὴ πρόσεστι. Τό γε μὴν ἀγέννητον τῶν μὴ προσόντων ἐστὶ σημαντικόν· δηλοῖ γὰρ τὸ μὴ προσεῖναι γέννησιν τῷ Θεῷ. Τοῦτο δὲ εἴτε ἀφαιρετικὸν, εἴτε ἀπαγορευτικὸν ἢ ἀρνητικόν τι τοιοῦτον βούλοιτό τις προσαγορεύειν, οὐ διοισό μεθα. Ὅτι δὲ οὐ τῶν ὑπαρχόντων τῷ Θεῷ σημαντι κόν ἐστι τὸ ἀγέννητον, ἀρκούντως οἶμαι δηλοῦσθαι τοῖς εἰρημένοις. Ἡ δὲ οὐσία οὐχ ἕν τι τῶν μὴ προσ όντων ἐστὶν, ἀλλ' αὐτὸ τὸ εἶναι τοῦ Θεοῦ, ὅπερ ἐν τοῖς μὴ οὖσι καταριθμεῖν παρανοίας ἐστὶ τῆς ἀνω τάτω. Εἰ γὰρ ἡ οὐσία ἐν τοῖς μὴ οὖσι, σχολῇ γε ἂν ἄλλο τι τῶν λεγομένων εἴη. ∆έδεικται δὲ ἄρα τὸ ἀγέννητον τοῖς μὴ προσοῦσι συντεταγμένον· ὥστε ψευδὴς ὁ τιθέμενος τῆς οὐσίας αὐτῆς εἶναι τὴν φωνὴν ταύτην δηλωτικήν. Ὁ δὲ, ὡς ἐπ' ἀτόπῳ τῷ κατὰ στέρησίν τι λέ γεσθαι περὶ Θεοῦ δυσχεραίνων, ἐπὶ τὸ εὐσεβέστε ρον δῆθεν καταφεύγει, τὸ εἰς αὐτὴν τὴν οὐσίαν 29.537 τίθεσθαι τὸ ἀγέννητον, καὶ συνάγων ἑαυτῷ τὸν λόγον πρὸς τὸ κεφάλαιον, οὕτω γράφει· {ΕΥΝ.} Οὐκοῦν, εἰ μήτε κατ' ἐπίνοιαν, μήτε κατὰ στέρησιν, μήτε ἐν μέρει (ἀμερὴς γὰρ), μήτε ἐν αὐ τῷ ὡς ἕτερον (ἁπλοῦς γὰρ), μήτε παρ' αὐτὸν ἕτερον (εἷς γὰρ καὶ μόνος ἀγέννητος), αὐτὸ ἂν εἴη οὐσία ἀγέννητος. {ΒΑΣ.} Ἤγαγε τὸν λόγον ἐφ' ἃ ἐβούλετο, καὶ παν ταχόθεν τὸ ἀγέννητον ἀποσπάσας, εἰς αὐτὴν συνήλασεν, ὡς ᾤετο, τὴν οὐσίαν· εἰπὼν περὶ τοῦ Θεοῦ τῶν ὅλων, ὅτι αὐτὸ ἂν εἴη οὐσία ἀγέννητος. Ἐγὼ δὲ τὴν μὲν οὐσίαν τοῦ Θεοῦ ἀγέννητον εἶναι καὶ αὐτὸς ἂν φαίην, οὐ μὴν τὸ ἀγέννητον τὴν οὐσίαν. Ἔπειτα μέντοι κἀκείνῳ προσέχειν ἄξιον, ὅτι τὸ ἀμε ρὲς καὶ τὸ ἁπλοῦν, ταυτὸν ὑπάρχον κατὰ τὴν ἔννοιαν (ἀμερές τε γάρ ἐστι τὸ μὴ ἐκ μερῶν συγκείμε νον, καὶ ἁπλοῦν ὡσαύτως τὸ μὴ ἐκ πλειόνων τὴν σύ στασιν ἔχον), οὗτος ὡς διαφέροντα τῷ ὑποκειμένῳ διίστησιν ἀπ' ἀλλήλων. Εἶτα ἀπαγορεύει μὴ δεῖν κα ταμερίζειν τὸν Θεὸν, μηδὲ τὸ μέν τι αὐτοῦ ἀγέννη τον, τὸ δὲ γεννητὸν ὑποπτεύειν· μηδ' αὖ ἐγκεῖσθαι ὡς ἕτερον ἐν ἑτέρῳ νομίζειν αὐτῷ τὸ ἀγέννητον. Τού των δὲ τὸ μάταιον ἀποκνῶ διελέγχειν. Ἔοικε γάρ πως συνεξομοιοῦσθαι τῷ ματαιολογοῦντι ὁ ἀντιλέγων. ∆ιόπερ, οἶμαι, ὁ σοφὸς παρεγγυᾷ Σολομὼν μὴ ἀπο κρίνασθαι τῷ ἄφρονι κατὰ τὴν ἐκείνου ἀφροσύ νην. Τοὺς γὰρ μήτε εἰρημένους μήτε λεχθέντας ποτὲ λόγους ὑπὸ διαίρεσιν ἤγαγεν, ἵνα δόξῃ ἐν πολ λοῖς τοῖς ἀπηριθμημένοις, καθ' ἕνα μόνον τρόπον, οἰκείως ἐξευρίσκειν λεγόμενον τὸ ἀγέννητον. Ἡμῖν δὲ ἴσως πλείονος ἔδει λόγου πρὸς τὴν τοῦ ψεύδους παράστασιν, καὶ πρὸς τὸ δεῖξαι, ὅτι περ οὐκ οὐσία Θεοῦ τὸ ἀγέννητον, εἴπερ τὰ ἐν τῇ διαιρέσει παρ' αὐ τοῦ ἀπηριθμημένα μὴ σαφῶς ἐξελήλεγκτο. Εἰ γὰρ ἰσχυρῶς εἶχεν ὁ λόγος αὐτῷ, ὅτι οὔτε κατ' ἐπίνοιαν οὔτε κατὰ στέρησιν λαμβάνεται τὸ ἀγέννητον, οὐδ' οὕτω μὲν ἂν πάντως ἀκολουθίαν εἶχε τὸ συναγόμενον. Τίς γὰρ ἡ ἀνάγκη, ὑπὸ ἓν