1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

12

τῶν ἀπηριθμημένων τὴν ἀγεννησίαν πεσεῖν; Οὐ μὴν ἀλλ' ἐπειδὴ αὐτὸς ὡς ἀναγκαίως συνημμένον τοῖς προάγουσιν ἐπιφέρει τὸ, Οὐκοῦν εἰ μήτε κατ' ἐπίνοιαν, μήτε κατὰ στέ ρησιν, μήτε κατὰ ἄλλον τινὰ τῶν ἀπηριθμημένων τρόπον, αὐτὸ ἂν εἴη οὐσία ἀγέννητος· οὕτως ἡμεῖς ἀντιστρέψαντες εἴπωμεν, ὅτι Οὐκοῦν ἐπειδὴ κατ' ἐπίνοιαν θεωρεῖται, καὶ στερητικόν ἐστι τὸ ὄνομα, οὐχὶ οὐσία τοῦ Θεοῦ τὸ ἀγέννητον. Ἕως γὰρ οὐκ 29.540 ἐλέγχει τὰ εἰρημένα, οὐδὲ ταῖς προτάσεσιν ἑαυτοῦ τὴν ἰσχὺν ἀποδίδωσιν, οὐδεμίαν αὐτῷ χώραν ἕξει τὸ συναγόμενον. Ὅλως δὲ, τὸ οἴεσθαι τοῦ ἐπὶ πάντων Θεοῦ αὐ τὴν τὴν οὐσίαν ἐξευρηκέναι, πόσης ὑπερηφανίας ἐστὶ καὶ φυσιώσεως! Σχεδὸν γὰρ καὶ αὐτὸν ἀποκρύ πτουσι τῇ μεγαληγορίᾳ τὸν εἰπόντα· Ἐπάνω τῶν ἄστρων θήσομαι τὸν θρόνον μου· οἵ γε οὐχὶ ἀστέ ρων, ἢ οὐρανοῦ κατατολμῶσιν, ἀλλ' αὐτὴν ἐμβα τεύειν τοῦ Θεοῦ τῶν ὅλων τὴν οὐσίαν ἀλαζονεύον ται. Ἐξετάσωμεν γὰρ αὐτὸν, πόθεν αὐτῆς φη σιν ἐν περινοίᾳ γεγενῆσθαι. Ἆρ' ἐκ τῆς κοινῆς ἐννοίας; Ἀλλ' αὕτη τὸ εἶναι τὸν Θεὸν, οὐ τὸ τί εἶναι ἡμῖν ὑποβάλλει. Ἀλλ' ἐκ τῆς διδασκαλίας τοῦ Πνεύματος; Ποίας; ἢ τῆς ποῦ κειμένης; Οὐχ ὁ μὲν μέγας ∆αβὶδ, ᾧ τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς ἑαυτοῦ σοφίας ἐδήλωσεν ὁ Θεὸς, φανερῶς ὁμολογεῖ τῆς γνώσεως τὸ ἀπρόσιτον, λέγων· Ἐθαυμα στώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη· οὐ μὴ δύνωμαι πρὸς αὐτήν; Ἡσαΐας δὲ, ὁ ἐν θεω ρίᾳ τῆς δόξης τοῦ Θεοῦ γενόμενος, τί περὶ τῆς θείας οὐσίας ἐδήλωσεν ἡμῖν; ὅς γε ἐν τῇ περὶ Χριστοῦ προφητείᾳ διαμαρτύρεται λέγων· Τὴν γενεὰν αὐ τοῦ τίς διηγήσεται; Τί δὲ τὸ σκεῦος τῆς ἐκλογῆς Παῦλος, ὁ λαλοῦντα ἔχων ἐν ἑαυτῷ τὸν Χριστὸν, ὁ ἕως τρίτου ἁρπαγεὶς οὐρανοῦ, ὁ τὰ ἄῤῥητα ἀκούσας ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι, τίνα ἡμῖν περὶ οὐσίας Θεοῦ διδασκαλίαν ἀφῆκεν; ὅς γε ὅτε εἰς τοὺς μερικοὺς τῆς οἰκονομίας διέκυψε λόγους, οἷον ἰλιγγιάσας πρὸς τὸ τῆς θεωρίας ἀδιεζόδευτον, ἐκεί νην ἐξεβόησε τὴν φωνήν· Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Εἰ δὲ ταῦτα τοῖς εἰς τὸ τῆς Παύλου γνώσεως μέτρον ἐφθακόσιν ἀνέφικτα, πόσος ὁ τῦφος τῶν ἐπαγγελλο μένων εἰδέναι τοῦ Θεοῦ τὴν οὐσίαν; Οὓς ἡδέως ἂν ἐρωτήσαιμι περὶ τῆς γῆς ἐφ' ἧς ἑστᾶσι, καὶ ἀφ' ἧς γεγόνασι, τί ποτε λέγουσι; τίνα αὐτῆς τὴν οὐσίαν ἀπαγγέλλουσιν ἡμῖν; ἵνα, ἐὰν ἄρα περὶ τῶν χαμαὶ καὶ ὑπὸ τοῖς ποσὶ κειμένων ἀναντιῤῥήτως ἡμῖν δια λεχθῶσι, τότε αὐτοῖς καὶ περὶ τῶν ἐπέκεινα πάσης ἐννοίας διατεινομένοις πιστεύσωμεν. Τίς οὖν τῆς γῆς ἡ οὐσία; ποῖος τρόπος τῆς καταλήψεως; Ἀποκρινά σθωσαν ἡμῖν, πότερον λόγος ἐφίκετο ταύτης, ἢ αἴ σθησις; καὶ εἰ μὲν τὴν αἴσθησιν φήσουσι, ποίᾳ τῶν αἰσθήσεών ἐστι καταληπτή; Ὁράσει; Ἀλλὰ χρωμάτων ἐστὶν ἀντιληπτικὴ αὕτη. Ἀλλ' ἁφῇ; Καὶ αὕτη σκληρότητος καὶ ἁπαλότητος, καὶ θερμοῦ καὶ ψυχροῦ, καὶ τῶν τοιούτων ἐστὶ διακριτικὴ, ὧν οὐδὲν ἄν τις οὐσίαν εἴποι, μὴ εἰς ἔσχατον παρανοίας ὑπ ενεχθείς. Περὶ γεύσεως δὲ καὶ ὀσφρήσεως τί χρὴ καὶ 29.541 λέγειν; ὧν ἡ μὲν χυμῶν, ἡ δὲ ἑτέρα τῶν ἀτμῶν τὴν ἀντίληψιν ἔχει. Ἀκοὴ δὲ ψόφων ἐστὶ καὶ φωνῶν αἰ σθητικὴ, τῶν οὐδεμίαν ἐχόντων πρὸς τὴν γῆν οἰκειό τητα. Λείπεται οὖν τῷ λόγῳ φάσκειν αὐτοὺς τὴν οὐ σίαν αὐτῆς εὑρηκέναι. Ποίῳ τούτῳ; ποῦ τῆς Γρα φῆς κειμένῳ; ὑπὸ τίνος τῶν ἁγίων παραδοθέντι; Ὁ μέν γε περὶ τῆς κτίσεως ἡμῖν διαλεχθεὶς, τοσοῦτον ἡμᾶς ἐδίδαξεν, ὅτι Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος· ἐξαρκεῖν ἡγούμενος τὸν ποιή σαντα αὐτὴν καὶ διακοσμήσαντα διαγγεῖλαι· τίς δὲ ἡ οὐσία ταύτης περιεργάζεσθαι, ὡς μάταιον καὶ ἀνωφε λὲς τοῖς ἀκούουσι παρῃτήσατο. Εἰ τοίνυν μήτε τῇ ἐκ τῆς αἰσθήσεως μαρτυρίᾳ, μήτε τῇ ἐκ τοῦ λόγου δι δασκαλίᾳ, ἡ γνῶσις αὐτῆς βεβαιοῦται, πόθεν ἔτι φή σουσι τὴν κατάληψιν αὐτῆς ἐσχηκέναι; Τὸ μὲν γὰρ ὅσον αὐτῆς αἰσθητὸν, ἢ χρῶμά ἐστιν, ἢ ὄγκος, ἢ βά ρος, ἢ κουφότης, ἢ πυκνότης, ἢ χαυνότης, ἢ ἀντι τυπία, ἢ ἁπαλότης, ἢ ψυχρότης, ἢ