1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

16

ὁ Πα τὴρ ἐσφράγισεν ὁ Θεός· τοῦ δὲ Ἀποστόλου· Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου. Εἰκὼν οὐκ ἄψυχος, οὐδὲ χειρόκμητος, οὐδὲ τέχνης ἔργον καὶ ἐπινοίας· ἀλλὰ εἰκὼν ζῶσα, μᾶλλον δὲ αὐτοοῦσα ζωὴ, οὐκ ἐν σχήματος ὁμοιότητι, ἀλλ' ἐν αὐτῇ τῇ οὐσίᾳ τὸ ἀπαράλλακτον ἀεὶ διασώζουσα. Ἐγὼ γὰρ καὶ τὸ, ἐν μορφῇ Θεοῦ ὑπάρχειν, ἴσον δύνασθαι τῷ, ἐν οὐσίᾳ Θεοῦ ὑπάρχειν, φημί. Ὡς γὰρ τὸ, μορφὴν ἀνειληφέναι δούλου, ἐν τῇ οὐσίᾳ τῆς ἀνθρωπότη τος τὸν Κύριον ἡμῶν γεγεννῆσθαι σημαίνει· οὕτω 29.553 δὲ καὶ τὸ, ἐν μορφῇ Θεοῦ ὑπάρχειν, τῆς θείας οὐσίας παρίστησι πάντως τὴν ἰδιότητα. Ὁ ἑωρακὼς ἐμὲ, φησὶν, ἑώρακε τὸν Πατέρα. Οὗτος δὲ ἀλλοτριῶν τοῦ Πατρὸς τὸν Μονογενῆ, καὶ παντελῶς ἀποσχίζων τῆς πρὸς αὐτὸν κοινωνίας, τὴν δι' αὐτοῦ γενομένην τῆς γνώσεως ἄνοδον, τὸ ὅσον ἐπ' αὐτῷ, διακό πτει. Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν, ὁ Κύ ριός φησιν. Εὐνόμιος δὲ οὐδεμίαν λέγει κοινωνίαν εἶ ναι τῷ Πατρὶ πρὸς τὸν ἐξ αὐτοῦ. Καὶ, Ὥσπερ ὁ Πα τὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ. Τοῦτο παρ' αὐτοῦ δεδιδάγμε θα τοῦ Κυρίου· παρὰ δὲ Εὐνομίου τί; Μηδεμίαν εἶ ναι σύγκρισιν τῷ γεννηθέντι πρὸς τὸν γεννήσαντα. Καὶ ἁπαξαπλῶς, διὰ μιᾶς ταύτης φωνῆς ἀναιρεῖ μὲν τὸν τῆς εἰκόνος λόγον, ἀθετεῖ δὲ τὸ ἀπαύγασμα εἶναι καὶ χαρακτῆρα τῆς ὑποστάσεως. Οὔτε γὰρ εἰκόνα δυ νατὸν τοῦ ἀσυγκρίτου νοεῖσθαι, οὔτε ἀπαύγασμα εἶ ναι τοῦ ἀκοινωνήτου κατὰ τὴν φύσιν. Τῷ δὲ αὐτῷ εἴδει πάλιν τοῦ τεχνάσματος ἐπιμένει, τῷ ἀγεννήτῳ λέγων μὴ εἶναι πρὸς τὸ γεννητὸν σύγκρισιν· οὐχὶ τῷ Πατρὶ πρὸς τὸν ἐξ αὐτοῦ, ἵνα ἥνπερ ἂν ταῖς φωναῖς ταύταις ὑπάρχουσαν ἀντίθεσιν ἐπιδείξῃ, ταύτην ἐπ' αὐτῆς τῆς οὐσίας τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ μετ ενέγκῃ. Ὅπως δὲ μὴ, πάσαις αὐτοῦ κατακολουθοῦντες ταῖς βλασφημίαις, καὶ ἕκαστον εὐθύνειν τῶν εἰρημέ νων ἐπιχειροῦντες, εἰς πολὺ μῆκος τὸν λόγον ἐκτεί νωμεν· ὅσα μὲν καὶ πρόχειρον ἔχει τὴν ἀσέβειαν, καὶ αὐτόθεν φανερὰ τοῖς ἐντυγχάνουσίν ἐστι, παρ ήσομεν· ἃ δὲ λόγου τινὸς πρὸς τὸν ἔλεγχον δεῖται, ταῦτα παραθησόμεθα. Ποικίλως γὰρ τὸ πρὸς τὸν Υἱὸν ἀκοινώνητον τῆς τοῦ Πατρὸς οὐσίας κατασκευά σας, καὶ πανταχόθεν, ὡς οἴεται, τὸ ἄτοπον ἐπιδείξας, ἐπάγει· {ΕΥΝ.} Οὐ γὰρ δὴ τοῦτο ἂν εἴποιμεν, ὡς κοινὴ μὲν ἀμφοῖν ἡ οὐσία· τάξει δὲ καὶ τοῖς ἐκ χρόνου πρεσβείοις ὁ μὲν ἔστι πρῶτος, ὁ δὲ δεύτερος. Ἐπειδή γε δεῖ προσεῖναι ἐν τοῖς ὑπερέχουσι τὸ τῆς ὑπεροχῆς αἴτιον· οὐ συνέζευκται δὲ τῇ οὐσίᾳ τοῦ Θεοῦ οὐ χρόνος, οὐκ αἰὼν, οὐ τάξις. Ἥ τε γὰρ τάξις δευτέρα τοῦ τάττοντος· οὐδὲν δὲ τῶν τοῦ Θεοῦ ὑφ' ἑτέρου τέτακται. Ὅ τε χρόνος ἀστέρων ποιά τίς ἐστι κίνησις· ἀστέρες δὲ οὐ τῆς ἀγεννήτου μό νον οὐσίας καὶ νοητῶν ἁπάντων, ἀλλὰ καὶ τῶν πρώ των σωμάτων γεγόνασιν ὕστεροι. Περὶ δὲ αἰώνων τί δεῖ καὶ λέγειν, τῆς Γραφῆς σαφῶς διαγορευούσης, πρὸ τῶν αἰώνων ὑπάρχειν τὸν Θεόν; 29.556 {ΒΑΣ.} Ὑποθέμενος ἑαυτῷ κατὰ τὸν λόγον ἅπερ ἐβούλετο, καὶ τὰ ἀκόλουθα λαβὼν ταῖς ὑποθέ σεσιν, εἶτα εἰς ἀτόπους ἐννοίας ἑαυτὸν ἐξωθῶν, ἀναγκαίαν ἐντεῦθεν οἴεται τὴν παραδοχὴν τῶν ἰδίων δογμάτων ἐπιδεικνύναι. Φησὶ γὰρ ὅτι, Οὐκ ἂν τοῦτο εἴποιμεν, ὡς κοινὴ μὲν ἀμφοῖν ἡ οὐσία· τάξει δὲ καὶ τοῖς ἐκ χρόνου πρεσβείοις ὁ μὲν ἕστι πρῶτος, ὁ δὲ δεύτερος. Εἰ μὲν οὖν τὸ κοινὸν τῆς οὐσίας οὕτω νοήσας εἶπεν, ὡς ἐξ ὕλης προϋπαρχούσης διανομήν τινα καὶ καταδιαίρεσιν εἰς τὰ ἀπ' αὐτῆς νοεῖν, οὔτ' ἂν αὐτοὶ καταδεξαίμεθα τὴν διάνοιαν ταύτην· μὴ γένοιτο! καὶ τοὺς λέγοντας, εἴ τινες καί εἰσιν, οὐδὲν ἔλαττον ἀσεβεῖν τῶν τὸ ἀνόμοιον λεγόντων ἀπο φαινόμεθα· εἰ δὲ οὕτω τις ἐκλαμβάνοι τὸ τῆς οὐσίας κοινὸν, ὡς τὸν τοῦ εἶναι λόγον ἕνα καὶ τὸν αὐτὸν ἐπ' ἀμφοῖν θεωρεῖσθαι, ὥστε καὶ εἰ καθ' ὑπόθεσιν φῶς ὁ Πατὴρ τῷ ὑποκειμένῳ νοοῖτο, φῶς καὶ τὴν τοῦ Μο νογενοῦς οὐσίαν ὁμολογεῖσθαι, καὶ ὅνπερ ἄν τις ἀπο δῷ ἐπὶ τοῦ Πατρὸς τὸν τοῦ εἶναι λόγον, τὸν αὐτὸν τοῦτον καὶ τῷ Υἱῷ ἐφαρμόζειν· εἰ οὕτω τὸ κοινὸν τῆς οὐσίας λαμβάνοιτο, δεχόμεθα· καὶ ἡμέτερον εἶναι τὸ δόγμα φήσομεν. Κατὰ τοῦτο γὰρ καὶ θεότης μία·