1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

18

Οὐ γὰρ ποιὰν, ἀλλ' εἴπερ ἄρα, ποσὴν, μᾶλλον ἦν εἰπεῖν οἰκειότερον. Ἀλλὰ τίς οὕτω παῖς παντελῶς τὴν διάνοιαν, ὥστε ἀγνοεῖν, ὅτι ἡμέραι μὲν, καὶ ὧραι, καὶ μῆνες, καὶ ἐνιαυτοὶ, μέτρα τοῦ χρόνου εἰσὶν, οὐχὶ μέρη; Χρόνος δέ ἐστι τὸ συμπαρεκτεινόμενον τῇ συστάσει τοῦ κόσμου διάστημα· ᾧ πᾶσα παραμε τρεῖται κίνησις, εἴτε ἀστέρων, εἴτε ζώων, εἴτε οὑτι νοσοῦν τῶν κινουμένων, καθὸ λέγομεν ταχύτε ρον ἢ βραδύτερον ἕτερον ἑτέρου· ταχύτερον μὲν τὸ ἐν ἐλάττονι χρόνῳ πλεῖον διάστημα μεταβαῖνον, βρα δύτερον δὲ τὸ ἔλαττον ἐν πλείονι χρόνῳ κινούμενον. Ὁ δὲ, ἐπειδὴ ἐν χρόνῳ οἱ ἀστέρες κινοῦνται, χρόνου αὐτοὺς εἶναι δημιουργοὺς ἀποφαίνεται. Οὐκοῦν κατὰ τὸν τοῦ σοφωτάτου λόγον, ἐπειδὴ καὶ κάνθαροι ἐν χρόνῳ κινοῦνται, ὁρισώμεθα τὸν χρόνον εἶναι ποιάν τινα κανθάρων κίνησιν· οὐδὲν γὰρ τούτου τὸ παρ' αὐτοῦ λεχθὲν διαφέρει, πλὴν τῆς σεμνότητος τῶν ὀνομάτων. Καὶ ταῦτα μὲν τοιαῦτα, σκέψασθε δὲ τὰ ἐφεξῆς. {ΕΥΝ.} Ἀλλὰ μὴν, φησὶν, οὐδὲ ἐνυπάρχειν 29.561 τι τῇ οὐσίᾳ τοῦ Θεοῦ δυνατὸν, οἷον εἶδος, ἢ ὄγκον, ἢ πηλικότητα, διὰ τὸ πάντη συνθήκης ἐλεύθερον εἶναι τὸν Θεόν. Εἰ δὲ τούτων καὶ τῶν τοιούτων τι μήτε ἐστὶ μήτε ποτὲ γένοιτ' ἂν εὐαγὲς ἐπινοῆσαι συμπε πλεγμένον τῇ οὐσίᾳ τοῦ Θεοῦ, ποῖος ἔτι συγχω ρήσει λόγος πρὸς τὴν ἀγέννητον ὁμοιοῦν τὴν γεννη τήν; τῆς κατ' οὐσίαν ὁμοιότητος, ἢ συγκρίσεως, ἢ κοινωνίας, μηδεμίαν ὑπεροχὴν ἢ διαφορὰν κατα λιπούσης, ἰσότητα δὲ σαφῶς ἐργαζομένης, μετὰ δὲ τῆς ἰσότητος ἀγέννητον ἀποφαινούσης τὸν ὁμοιούμε νον, ἢ συγκρινόμενον. Οὐδεὶς δὲ οὕτως ἀνόητος καὶ πρὸς ἀσέβειαν τολμηρὸς, ὥστε ἴσον εἰπεῖν τῷ Πατρὶ τὸν Υἱὸν, αὐτοῦ τοῦ Κυρίου διαῤῥήδην εἰπόν τος· Ὁ Πατὴρ ὁ πέμψας με μείζων μου ἐστί· καὶ πάλιν μετ' ὀλίγα. Ἀλλ' ὅτι μὲν οἷς ὁ τῶν πάν των Θεὸς ἀγέννητος καὶ ἀσύγκριτος, πλειόνων ὄντων τῶν παραλελειμμένων, ἀποχρῆν ἡγοῦμαι καὶ τὰ ῥηθέντα πρὸς ἀπόδειξιν. {ΒΑΣ.} Ὅταν τινὸς ἅπτεσθαι μέλλῃ πονηροῦ λόγου, προλαμβάνει τινὰ συγχωρούμενα παρὰ πάν των, ἵνα διὰ τῆς ἐν τούτοις εὐγνωμοσύνης μηδὲ περὶ τῶν λοιπῶν ἀπιστῆται. Οὐδὲν, φησὶν, οἷόν τε ἐνυπάρχειν τοῦ Θεοῦ τῇ οὐσίᾳ, οὔτε εἶδος, οὔτε ὄγκον, οὔτε πηλικότητα, διὰ τὸ πάντη συνθήκης ἐλεύθερον εἶναι τὸν Θεόν. Μέχρι τούτων ἐστὶν εὐγνώμων· ἐν δὲ τοῖς ἑξῆς εἰς ἑαυτὸν ἐπανῆλθεν. Ὡς γὰρ ἀναγκαίως τοῖς προεκτεθεῖσιν ἑπομένην τὴν βλασφημίαν ἐπισυν άπτει, λέγων Εἰ δὲ τούτων καὶ τῶν τοιούτων τι μήτε ἐστὶ, μηδέποτ' ἂν γένοιτο εὐαγὲς ἐπινοῆσαι συμπεπλεγμένον τῇ οὐσίᾳ, τίς συγχωρήσει λόγος πρὸς τὴν ἀγέννητον ὁμοιοῦν τὴν γεννητήν; Ποίαν ἀκολουθίαν ἔχει ταῦτα πρὸς ἄλληλα, εἰ ἀσύνθετός ἐστιν ὁ Θεὸς, ἀνεπίδεκτον εἶναι τὸν Υἱὸν τῆς πρὸς αὐτὸν ὁμοιότητος; Εἰπὲ γάρ· οὐχὶ δὲ καὶ σὺ τὸν Υἱὸν πα ραπλησίως ἐρεῖς μήτε εἶδος, μήτε ὄγκον, μήτε πηλικότητα ἔχειν ἐν ἑαυτῷ, καὶ πάντη συνθήκης ἐλεύθερον εἶναι; Ἐγὼ μὲν γὰρ οὐδὲ μανέντα σε ἡγοῦμαί ποτε τολμήσειν ἄλλο τι εἰπεῖν τὸν Υἱὸν ἢ ἀσώματον καὶ ἀνείδεον καὶ ἀσχημάτιστον, καὶ πάντα ὅσαπερ ἂν ἐπὶ τοῦ Πατρὸς εἴποις. Πῶς οὖν οὐκ εὐσεβὲς τὸν μὴ ἔχοντα εἶδος τῷ εἶδος μὴ ἔχοντι παραβάλλειν; καὶ τὸν μὴ ἔχοντα πηλικότητα τῷ μὴ ἔχοντι ταύ την; καὶ τὸν ἀσύνθετον ὅλως τῷ ἀσυνθέτῳ; Ὁ 29.564 δὲ τὸ ὅμοιον ἐν τῷ εἴδει τίθεται, καὶ τὸ ἴσον ἐν τῷ ὄγκῳ· τὴν δὲ πηλικότητα, ὅ τι καὶ οἴεται παρὰ τὸν ὄγκον εἶναι, αὐτὸς ἂν οἰκειότερον ἐξηγή σαιτο. {ΕΥΝ.} ∆ιὰ τοῦτο οὔτε ἴσος, φησὶν, οὔτε ὅμοιος, ἐπειδὴ καὶ ἄποσός ἐστι καὶ ἀνείδεος. {ΒΑΣ.} Ἐγὼ δὲ κατ' αὐτὸ τοῦτο τὴν ὁμοιότητα τίθε μαι. Ἐπειδὴ ὥσπερ ὁ Πατὴρ συνθήκης ἐστὶ πάσης ἐλεύθερος, οὕτω καὶ ὁ Υἱὸς ἁπλοῦς παντελῶς, καὶ ἀσύνθετος, καὶ τὸ ὅμοιον, μὴ κατὰ τὴν τοῦ εἴδους ταὐτότητα θεωρεῖσθαι, ἀλλὰ κατ' αὐτὴν τὴν οὐσίαν. Ὅσοις μὲν γὰρ μορφὴ καὶ σχῆμα περίκειται, τού τοις, κατὰ τὴν ταὐτότητα τοῦ εἴδους, ἡ ὁμοιότης· τὴν δὲ ἀνείδεον καὶ ἀσχημάτιστον φύσιν ἐν αὐτῇ τῇ οὐσίᾳ λείπεται ἔχειν τὴν ὁμοιότητα· καὶ τὸ ἴσον μὴ ἐν τῇ τῶν ὄγκων παραμετρήσει, ἀλλ' ἐν τῇ ταὐτότητι τῆς δυνάμεως. Χριστὸς, φησὶ, Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία· ὅλης τῆς πατρικῆς