1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

25

τὴν τὴν Ἑβραϊκὴν φωνὴν μετεκόμισαν· ὡς τὸ Σαβαὼθ, καὶ τὸ Ἀδωναῒ, καὶ τὸ Ἐλωῒ, καὶ εἴ τιτοιοῦτον, οὐκ ἐπὶ τῶν θείων ὀνομάτων μόνον, ἀλλὰ καὶ ἐπὶ ἄλλων πλειόνων τὴν εὐλάβειαν ταύτην ἐπιδεικνύ μενοι· πόσον τινὰ προσῆκεν ἡμᾶς περὶ τῶν τοῦ Κυ ρίου ὀνομάτων τὸν φόβον ἔχειν; Καίτοι πότε ἂν ἐκεῖνο [ἐκεῖνα] παρ' ἑαυτῶν τινα πλάσαι τῶν ὀνο μάτων ἠνέσχοντο, οἵγε μηδὲ τῆς ἑρμηνείας τινῶν καταθαῤῥήσαντες, ὡς ἂν μὴ τὸ ἐναργὲς τῆς ἐμφάσεως τῷ ἀκαταλλήλῳ τῶν σημαινομένων ἐκλύσειαν; Ἀλλ' εἰ ἐγέννησε, φησὶν, ὁ Θεὸς, πῶς οὐ χρὴ τὸν γεννηθέντα προσαγορεύειν γέννημα; Ὅτι φοβε ρὸν ἡμῖν ἡμετέροις αὐτὸν ὀνόμασι προσφωνεῖν, ᾧ ἐχαρίσατο ὁ Θεὸς ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. Υἱός μου εἶ σὺ, φησὶν, ἐγὼ σήμερον γεγέννηκά σε. Καί τοι ἀκολουθότερον ἦν κατὰ τὸν τούτων λόγον, διὰ τὸ γεγεννῆσθαι, γέννημα προσαγορευθῆναι, καὶ οὐχ Υἱόν· ἀλλ' οὐκ εἴρηται. ∆ιόπερ χρὴ τὸν πρὸ ὀφθαλμῶν ἔχοντα τὸ Χριστοῦ δικαστήριον, καὶ εἰδότα ὅσος ὁ κίνδυνος ἀφελεῖν τι ἢ προσθεῖναι τοῖς παραδεδομέ νοις ὑπὸ τοῦ Πνεύματος, μὴ παρ' ἑαυτοῦ φιλοτιμεῖ σθαι καινοτομεῖν, ἀλλὰ τοῖς προκατηγγελμένοις παρὰ τῶν ἁγίων ἐφησυχάζειν. Ὃ τοίνυν οὔτε ἡ κοινὴ συνήθεια, οὔτε ἡ τῶν Γραφῶν χρῆσις παραδέ δεκται, τούτου κατατολμᾷν πῶς οὐχὶ τῆς ἐσχάτης ἀπονοίας ἐστί; Τίς γὰρ πατὴρ ἢ μήτηρ εὐμενῶς καὶ ἡμέρως πρὸς τὸν ἐξ αὐτοῦ διακείμενος, ἀφεὶς τὸ προσαγορεύειν αὐτὸν υἱὸν ἢ τέκνον, γέννημα ἂν προσείποι; Τέκνον γὰρ, φησὶν, ὕπαγε εἰς τὸν ἀμπελῶνα· καὶ ἀλλαχοῦ· Ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς σφαγὴν, τέκνον· καὶ πάλιν ὁ Ἰσαάκ· Τίς εἶ, τέκνον; καὶ, Υἱὲ, μὴ ὀλιγώρει παιδείας Κυρίου· καὶ, Υἱὸς σοφὸς εὐφραίνει πατέρα· καὶ εἴ τι τοιοῦτον. Οὐδαμοῦ δὲ γέννημα τὸν ἐξ αὐτοῦ ἕκα στος προσειπὼν ἐπιδείκνυται. Καὶ ἡ αἰτία σαφής· ὅτι ὁ μὲν υἱὸς καὶ τὸ τέκνον ἐμψύχων εἰσὶν ὀνόματα, τὸ γέννημα δὲ οὐ πάντως. Γέννημα μὲν γὰρ δύνα ται λέγεσθαι καὶ τὸ πρὸ τοῦ ἐξεικονισθῆναι ἐν ταῖς ἀμβλώσεσιν ἐκβαλλόμενον· οὐ μὴν καὶ τῆς τοῦ τέκνου προσηγορίας ἄξιον τὸ τοιοῦτον. Καὶ γεννήματα μὲν οἱ καρποὶ τῆς γῆς, τέκνα δὲ ταῦτα οὐκέτι. Οὐ γὰρ μὴ πίω, φησὶν, ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου ταύτης. Σπανίως δὲ ἐπὶ ἐμψύχων τὴν προσηγορίαν ταύτην παραληφθεῖσαν εὕρομεν. Καὶ ὅπου γε 29.588 εἴρηται, ἐπὶ ζώου κατηγορουμένου καὶ εἰς εἰκόνα πονηρίας παραληφθέντος ἔστιν ἰδεῖν. Ὄφεις γὰρ, φησὶ, γεννήματα ἐχιδνῶν. ∆ιὰ τοῦτο, οἶμαι, ἥ τε κοινὴ συνήθεια τὴν προσηγορίαν ταύτην ἠτίμασε, καὶ ἡ θεία Γραφὴ παραιτουμένη φαίνεται, καὶ μά λιστα ἐπὶ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ. Ἀλλὰ καὶ τὴν τέκνου προσηγορίαν, ὡς πολὺ τὸ ἀνθρώπινον ἔχουσαν, οὐ προσήκατο. ∆ηλοῖ δὲ ὁ Ἀπόστολος, Υἱὸν μὲν ἄνω καὶ κάτω τὸν Κύριον ἀποκαλῶν, καὶ ἄλλαις ποικίλαις προσηγορίαις αὐτὸν ἀνυμνῶν, πρωτότοκον, καὶ εἰκόνα, καὶ ἀπαύγασμα· τὴν δὲ τοῦ γεννήματος προσηγορίαν ἀποφυγών. Εἰ δέ φησιν οὗτος, δειξά τω, ἢ ἄλλος τις τῶν προϊσταμένων τοῦ λόγου, καὶ πάντα αὐτοῖς δώσομεν ἀπαλεῖψαι. Ἀλλ' οὐκ ἂν ἔχοι· εἰ μὴ ἄρα μιμούμενος τὸν ἀσεβῆ Μαρκίωνα, τὰ μὲν ἐξαίροι τῶν θείων λογίων, τὰ δὲ παρεγγρά φοι. Οὕτω μὲν οὖν ἀλλοτρία τῆς τε κοινῆς συνηθείας καὶ τῆς τῶν Γραφῶν χρήσεως ἡ φωνὴ τοῦ γεννή ματος ἀπελήλεγκται. Ἴδωμεν δὲ λοιπὸν εἰ δυνατὸν τὸ ὄνομα τοῦτο κατ' αὐτῆς τετάχθαι τῆς οὐσίας τοῦ Υἱοῦ. Φησὶ γὰρ αὐτός· {ΕΥΝ.} Ἀδύνατον εἶναι ἕτερον μέν τι τὴν οὐσίαν νοεῖν, ἕτερον δέ τι παρ' αὐτὴν τὸ σημαινόμενον, ἀλλ' αὐτὴν εἶναι τὴν ὑπόστασιν, ἣν σημαίνει τοὔνο μα, ἐπαληθευούσης τῇ οὐσίᾳ τῆς προσηγορίας. {ΒΑΣ.} Ἄξιά γε ὡς ἀληθῶς τῶν δικαστῶν, οὓς ἀνέπλασας, ταυτί σου τὰ δόγματα. Ὡς γὰρ ἐν ὀνεί ρων ἀγορᾷ, ἢ ἐκκλησίᾳ μεθυόντων, καὶ οὐ δενὸς οὔτε ἀκούοντος οὔτε συνιέντος τῶν λεγομένων, ἐπὶ πολλῆς τῆς ἀδείας νομοθετεῖς, ἀντὶ πάσης ἀπο δείξεως ἐξαρκεῖν ἡγούμενος τὸ αὐτὸς εἰρηκέναι. Ἐπεὶ τίς οὐκ οἶδεν, ὅτι τῶν ὀνομάτων τὰ μὲν ἀπολελυμέ νως καὶ καθ' ἑαυτὰ προφερόμενα τῶν ὑποκειμένων αὐτοῖς πραγμάτων ἐστὶ σημαντικὰ, τὰ δὲ πρὸς