1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

29

ἀπολελυμένον καὶ ἄσχετον τὴν ἀνωτάτω φύ σιν δηλοῖ, πῶς οὐ καταγέλαστος ὁ τὰ ἐξωτέρω ταύτης ἐπινοῶν, ἢ ἐπιχειρῶν αὐτὴν τοῖς λογισμοῖς ὑπερβάλλειν; Συμπαρεκτείνεται δὲ καὶ τὸ Ἦν τῷ ἀνυπερθέτῳ τῆς ἀρχῆς ταύτης. Οὐ γὰρ τὴν ἀπὸ χρόνου ὕπαρξιν τὸ Ἦν ὑποφαίνει, ὡς τὸ, Ἄνθρωπος ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι· καὶ, Ἦν ἄνθρωπος ἐξ Ἀρμαθαΐμ· καὶ τὸ, Ἡ δὲ γῆ ἦν ἀό-ρατος· ἀλλ' αὐτὸς ἡμῖν ὁ εὐαγγελιστὴς ἐν ἑτέρῳ λό γῳ τοῦ τοιούτου Ἦν τὸ σημαινόμενον ἔδειξεν, εἰ πών· Ὁ ὢν, καὶ ὁ ἦν, καὶ ὁ παντοκράτωρ. Οἷον γὰρ τὸ ὢν, τοιοῦτον καὶ τὸ ἦν, ἀΐδιον ὁμοίως καὶ ἄχρονον. Οὐκ ὄντα δὲ λέγειν τὸν ἐν ἀρχῇ ὄντα, οὔτε διασώζοντός ἐστι τὴν ἔννοιαν τῆς ἀρχῆς, οὔτε συν άπτοντος αὐτῇ τὴν ὕπαρξιν τοῦ Μονογενοῦς. Ἀνεπι νόητον μὲν γὰρ τῆς ἀρχῆς τὸ πρεσβύτερον, ἀχώριστον δὲ ταύτης τοῦ Θεοῦ λόγου τὸ εἶναι. Ὥστε ἐφ' ὅσον ἂν βουληθῇς ταῖς τοῦ νοῦ πολυπραγμοσύναις ἀναδρα μεῖν, ὑπερβῆναι τὸ ἦν, καὶ ἔξω τούτου γενέσθαι τοῖς λογισμοῖς οὐ δυνήσῃ. Ἀντερωτάσθω τοίνυν καὶ παρ' ἡμῶν· πότε ρον ἐν ἀρχῇ ἦν πρὸς τὸν Θεὸν ὁ Θεὸς Λόγος, ἢ ὕστε ρον προσεγένετο; Εἰ μὲν γὰρ ἦν, Παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, τῆς τοῦ, ὅτι οὐκ ἦν, βλασφημίας· εἰ δὲ, ὅπερ οὐδὲ θέμις εἰπεῖν, τοῖς 29.601 σοῖς οἰκειότερον πρὸς σὲ χρήσομαι ῥήμασιν, ὅτι οὐ βλασφημίας μόνον, ἀλλὰ καὶ παρανοίας ὑπερβολὴν ὁ λόγος ἔχει, ἀνθρώπους ἀπαιτεῖν τῶν λόγων τοῦ Πνεύ ματος τὰς εὐθύνας, καὶ μαθητὴν μὲν εἶναι τῶν Εὐ αγγελίων ὁμολογεῖν, αὐτῶν δὲ τούτων κατεξανίστα σθαι. Σκόπει γὰρ τὰς θείας φωνὰς, ὡς ἀκριβῶς καὶ σαφῶς τῇ πρὸ αἰώνων γενέσει τοῦ Υἱοῦ μαρτυ ροῦσιν. Ἐπειδὴ γὰρ ὁ μὲν Ματθαῖος τῆς κατὰ σάρκα γεννήσεως ἐξηγητὴς γέγονεν, ὡς αὐτός φησι· Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ ∆αβίδ· ὁ δὲ Μάρκος ἀρχὴν τοῦ Εὐαγγελίου τὸ Ἰωάννου πεποίηκε κήρυγμα, εἰπών· Ἀρχὴ τοῦ Εὐαγγελίου Ἰησοῦ Χριστοῦ, καθὼς γέγραπται ἐν Ἡσαΐᾳ τῷ προφήτῃ· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· ὁ δὲ Λουκᾶς καὶ αὐτὸς διὰ τῶν σωματικῶν ἀρχῶν τῇ θεολογίᾳ προσέβη· ἀναγκαίως ὁ εὐαγγελιστὴς Ἰωάννης, τελευ ταῖος ἐλθὼν εἰς τὸ γράφειν, παντὸς αἰσθητοῦ, καὶ χρόνου τοῦ τοῖς τοιούτοις παρεπομένου, τὴν διάνοιαν ὑπεράρας, μᾶλλον δὲ ὑψωθεὶς τῇ δυνάμει τοῦ Πνεύματος, αὐτῷ προσέβη τῷ πάντων ἐπέκεινα, μο νονουχὶ διαμαρτυρόμενος καὶ αὐτὸς, ὅτι, εἰ καὶ ἐγνώ καμεν κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκέτι γι νώσκομεν. Λαβόμενος γὰρ αὐτῆς τῆς ἀρχῆς, καὶ πά σας τὰς σωματικάς τε καὶ χρονικὰς ἐννοίας κατωτέ ρας τῆς ἑαυτοῦ θεολογίας ἀπολιπὼν, ὑπερεφώνησε τὰ προλαβόντα κηρύγματα τῇ μεγαλοφυΐᾳ τῆς γνώ σεως. Οὐκ ἀπὸ Μαρίας, φησὶν, ἡ ἀρχὴ, οὐδὲ ἀπὸ τῶνδε τῶν χρόνων. Ἀλλὰ τί; Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· τὴν ἐξ ἀϊδίου ὕπαρξιν, τὴν ἀπαθῆ γέννη σιν, τὸ συμφυὲς τῷ Πατρὶ, τὸ μεγαλεῖον τῆς φύσεως, πάντα ἐν τοῖς ὀλίγοις ῥήμασι συλλαβὼν, καὶ τῇ προσ θήκῃ τοῦ Ἦν ἀναγαγὼν εἰς τὴν ἀρχὴν, ὥσπερ ἀποφράττων τὰ στόματα τῶν, ὅτι οὐκ ἦν, βλασφη μούντων, καὶ πόῤῥωθεν τὰς τῶν τοιούτων σοφισμά των παρεισδύσεις ὑποτεμνόμενος. Εἶτα διὰ τῆς θεολογίας οἷον ὑπογραφήν τινα ἐναργῆ τῆς φύσεως τοῦ Μονογενοῦς ἐντυπώσας, ὡς ἤδη γνωρίζουσιν ὑπο δείκνυσι τῇ φωνῇ λέγων· Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν· πάλιν ἐνταῦθα τῇ προσθήκῃ τοῦ Ἦν, τῇ ἀϊδιότητι τοῦ Πατρὸς τοῦ Μονογενοῦς συνάπτων τὴν γέννησιν· καὶ πάλιν· Ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων, καὶ ἦν τὸ φῶς τὸ ἀληθινόν. Ἀλλ' ὅμως οὕτω πανταχόθεν τοῦ λόγου ταῖς τοῦ ἀϊ δίου προσθήκαις ἠσφαλισμένου, πάσας παρωσά μενος τὰς μαρτυρίας τοῦ Πνεύματος, καὶ οὐδὲ ἀκούειν δοκῶν οὕτως ἡμῖν πυκνῶς ἐμβοῶντος τὸ Ἦν 29.604 Οὐκ ὢν, φησὶν, ἐγεννήθη. Οὐκοῦν ὕστερον προσ γεγέννηται. Εἰ δὲ τοῦτο ἐν ἀρχῇ οὐκ ἦν, ὥς φατε, τίνα περιφανεστέραν μάχην ἐπιδείξειέ τις πρὸς τὰς φωνὰς τῶν Εὐαγγελίων αἷς πεπιστεύκαμεν; Καὶ μὴν ἐκεῖνό γε τίνι οὐκ ἂν τῶν εὐγνωμόνων συνδόξειεν, ὅτι ὥσπερ ὀφθαλμὸς, τῶν περιλαμπομέ νων τόπων ἐκπεσὼν, ἀναγκαίως δι' ἐρημίαν τοῦ