1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

30

φωτὸς τῆς ἐνεργείας ἵσταται, οὕτω δὲ καὶ ὁ νοῦς, ἐπὶ τὸ ἔξω τοῦ ὄντος ταῖς φαντασίαις εἰσβιαζόμενος, οἷόν τινος φωτὸς τῆς ἀληθείας ἐπιλειπούσης, συγχυ θεὶς καὶ ἀνοηταίνων τῆς νοήσεως ἀπολήγει; Οὔτ' ἂν οὖν ὀφθαλμὸς ἔξω τοῦ φωτὸς τῷ ὁρᾷν χρῆσθαι δύναι το, οὔτε ψυχὴ, τῆς τοῦ Μονογενοῦς ἐννοίας παρεν εχθεῖσα, τῇ νοήσει κεχρῆσθαι. Ἡ γὰρ τῆς ἀληθείας ἀπόπτωσις ἀορασία ἐστὶ διανοίας καὶ τύφλωσις. Ὥστε μάταιός ἐστι νοῦς καὶ τετύφλωται, τῷ ὄντι μηδὲν ἐπιστάμενος, ὁ τὰ τοῦ Μονογενοῦς πρεσβύτερα κατ ειληφέναι φρονῶν· ὥσπερ ἂν εἰ καὶ ὀφθαλμῷ τις ὀξυ ωπίαν προσμαρτυροίη, τοῖς ἐσκοτισμένοις ἐνατε νίζοντι. Ἐν τῷ φωτί σου γὰρ, φησὶν, ὀψόμεθα φῶς. Ὁ δὲ ἐν καταλήψει τοῦ ὅτε οὔπω ἦν τὸ φῶς γε γονέναι φάσκων παραπλήσιον πέπονθε τοῖς ἐν ἐκστάσει φρενιτικῇ ὁρᾷν φανταζομένοις τὰ μὴ παρ όντα. Τὰ γὰρ ὑπὲρ τὸν Υἱὸν οὐ νοεῖται. Ἐπειδὴ ὅ τι περ ὀφθαλμῷ τὸ αἰσθητόν ἐστι φῶς, τοῦτο ψυχῇ ὁ Θεός ἐστι Λόγος. Ἦν γὰρ, φησὶ, τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Ὥστε ἀφώτιστος ψυχὴ ἀδύνατός ἐστι πρὸς νόησιν. Πῶς ἂν οὖν τὰ ὑπεράνω τῆς γενέσεως τοῦ φωτὸς καταληφθείη; Χρῆν δὲ, οἶμαι, τοὺς καὶ μικρὸν γοῦν τῆς ἀληθείας πεφροντικότας, ἀφεμένους τῶν σωματικῶν ὁμοιώσεων, καὶ τοῦ ταῖς ὑλικαῖς φαντασίαις τὰς περὶ Θεοῦ ἐννοίας καταῤῥυπαίνειν, τοῖς παρὰ τοῦ ἁγίου Πνεύματος παραδοθείσαις ἡμῖν θεολογίαις ἀκολουθεῖν, καὶ ἀντὶ τῶν ἐρωτημάτων τούτων, ἃ τῶν γρίφων οὐδὲν ἀπολείπεται, τὴν ἐφ' ἑκάτερα ὑπόληψιν ἐπικίνδυνον ἐχόντων, νοεῖν μὲν ἀξίαν τοῦ Θεοῦ γέννησιν ἀπαθῆ, ἀμέριστον, ἀδιαίρε τον, ἄχρονον, κατὰ τὴν ἀπολάμπουσαν τοῦ φω τὸς αὐγὴν τῇ θείᾳ γεννήσει προσαγομένους· νοεῖν δὲ εἰκόνα τοῦ Θεοῦ τοῦ ἀοράτου, οὐ κατὰ τὰς τεχνητὰς 29.605 ταύτας ὕστερον ἀπεργασθεῖσαν πρὸς τὸ ἀρχέτυπον, ἀλλὰ συνυπάρχουσαν καὶ παρυφεστηκυῖαν τῷ πρω τοτύπῳ ὑποστήσαντι, τῷ εἶναι τὸ ἀρχέτυπον, οὖ σαν, οὐκ ἐκτυπωθεῖσαν διὰ μιμήσεως, ὥσ περ ἐν σφραγῖδί τινι τῆς ὅλης φύσεως τοῦ Πατρὸς ἐναποσημανθείσης τῷ Υἱῷ. Εἰ δὲ βούλει, ὁποία τῶν τεχνῶν ἡ ὑπόστασις ἐκ τῶν διδασκόντων ὅλη τοῖς μαθητευομένοις ἐγγινομένη· οὔτε λείποντός τι νος τοῖς διδάσκουσι, καὶ τῆς τελειώσεως τοῖς ἐκμαν θάνουσι προσγινομένης. Ἢ τοῦτο μὲν οὐκ ἀκρι βὲς πρὸς ὁμοίωσιν διὰ τὴν τοῦ χρόνου παράτασιν. Οἰκειότερον δὲ εἰπεῖν, ὅτι ὁποία τῶν νοημάτων ἡ φύσις τοῖς τοῦ νοῦ κινήμασιν ἀχρόνως συνυφιστα μένη. Καὶ μηδείς μοι συκοφαντείτω τὸν λόγον, εἴ τι τῶν ὑποδειγμάτων μὴ πάντη συμβαίνοι τοῖς προκει μένοις. Οὐδὲ γὰρ δυνατὸν τὰ μικρὰ καὶ φαῦλα τοῖς θείοις καὶ ἀϊδίοις μετὰ ἀκριβείας ἁρμόζειν, ἀλλ' ὅσον ἐλέγξαι τὴν εἰρωνείαν τῶν οὐ δυναμένων δὴ γέννησιν ἀπαθῆ τῇ διανοίᾳ λαβεῖν. Εἰκὼν δὲ εἴ ρηται καὶ ἔστιν ὁ Υἱὸς γεννητὴ, καὶ ἀπαύγασμά ἐστι τῆς δόξης τοῦ Θεοῦ, καὶ σοφία, καὶ δύναμις, καὶ δικαιοσύνη Θεοῦ, οὐχ ὡς ἕξις, οὐδὲ ὡς ἐπιτη δειότης, ἀλλ' οὐσία ζῶσα καὶ ἐνεργὴς, καὶ ἀπαύ γασμά ἐστι τῆς δόξης τοῦ Θεοῦ. ∆ιόπερ καὶ ὅλον ἐν ἑαυτῷ δείκνυσι τὸν Πατέρα, ἐξ ὅλης αὐτοῦ τῆς δόξης ἀπαυγασθείς. Τὴν τοίνυν δόξαν τοῦ Θεοῦ μὴ ἔχειν ἀπαύγασμα λέγειν, ἢ τὴν σοφίαν τοῦ Θεοῦ μὴ συνεῖναί ποτε τῷ Θεῷ, πάσης τῆς ἀτοπίας; Ἀλλ' εἰ ἦν, φησὶν, οὐ γεγέννηται. Ἀποκρινώμεθα τοίνυν ὅτι, Ἐπειδὴ γεγέννηται, ἦν· οὐκ ἀγέννητον ἔχων τὸ εἶναι, ὢν δὲ ἀεὶ καὶ συνὼν τῷ Πατρὶ, ἐξ οὗ καὶ τὴν αἰτίαν τῆς ὑπάρξεως ἔχει. Πότε οὖν εἰς τὸ εἶναι παρὰ τοῦ Πατρὸς παρήχθη; Ἀφ' οὗ ἐστιν ὁ Πατήρ; Ἀλλ' ἐξ ἀϊδίου, φησὶν, ὁ Πατήρ· ἐξ ἀϊδίου τοίνυν καὶ ὁ Υἱὸς, γεννητῶς τῇ ἀγεννησίᾳ τοῦ Πατρὸς συναπτό μενος. Ὅτι δὲ οὗτος οὐχ ἡμέτερος ὁ λόγος, αὐτὰς τὰς ἁγίου Πνεύματος φωνὰ αὐτοῖς παρεξόμεθα. Ἐκ μὲν 29.608 οὖν τοῦ Εὐαγγελίου λάβωμεν τὸ, Ἐν ἀρχῇ ἦν ὁ Λό γος· ἐκ δὲ τοῦ ψαλμοῦ ὡς ἐκ προσώπου τοῦ Πατρὸς εἰρημένον τὸ, Ἐκ γαστρὸς πρὸ ἑωσφόρου γε γέννηκά σε· καὶ συνθέντες ἀμφότερα, εἴπωμεν, ὅτι καὶ ἦν καὶ γεγέννηται. Ἀλλὰ τὸ μὲν, Γεγέννηκα, τὴν αἰτίαν ἀφ' ἧς ἔχει τὴν ἀρχὴν τοῦ εἶναι σημαίνει· τὸ δὲ, Ἦν, τὴν