1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

34

μόνον πεποιηκέναι τὴν ναῦν, ὅτι δὴ ὀργάνοις πρὸς τὴν κατασκευὴν συνεχρήσατο; Ὥστε μονογενὴς καὶ ἡ κτίσις, καὶ τὰ μέρη ταύτης· οὐ μόνον αἱ ἀόρατοι δυνάμεις, ἀλλὰ καὶ τὰ αἰσθητὰ σώματα, καὶ τούτων τὰ εὐτελέστατα, σκνῖπες, καὶ ἀκρίδες, καὶ βάτραχοι. Αὐτὸς γὰρ εἶπε, καὶ ἐγενήθησαν. Τίνος γὰρ ἂν καὶ ὑπουργίας δέοιτο ὁ θελήματι μό νῳ δημιουργῶν, ὁμοῦ τῇ βουλήσει συνυφιστα μένης τῆς κτίσεως; Ἀλλὰ τί; πῶς καὶ καθ' ἡμᾶς διὰ τοῦ Υἱοῦ τὰ πάντα; Ὅτι τὸ θεῖον βούλημα, οἷον πηγῆς τινος τῆς πρώτης αἰτίας ἀφορμηθὲν, διὰ τῆς 29.620 οἰκείας εἰκόνος τοῦ Θεοῦ Λόγου πρόεισιν εἰς ἐνέρ γειαν. Ὁ δὲ τὸν μονογενῆ Υἱὸν ὑπουργὸν προσηγό ρευσε, τοῦτο αὐτῷ προστιθεὶς μέγα, ὅτι εὔθετος πρὸς τὴν διακονίαν τῶν ἐπιτασσομένων ἐστίν. Εἰ γὰρ οὐκ ἐν τῷ Θεὸς εἶναι τέλειος τὴν δόξαν κέκτηται, ἀλλ' ἐν τῷ ὑπουργὸς ἀκριβὴς, τί διοίσει τῶν λειτουργικῶν πνευμάτων, ἀμέμπτως τὸ ἔργον τῆς διακονίας ἐπι τελούντων; ∆ιὰ ταῦτα τῷ γεννηθεὶς τὸ κτισθεὶς συνῆψεν, ἵνα κἀντεῦθεν μηδεμίαν οὖσαν Υἱοῦ καὶ κτίσματος διαφορὰν ἐπιδείξῃ. Ἄξιον δὲ ἀκοῦσαι καὶ τῆς παραινέσεως. {ΕΥΝ.} Οὐ χρὴ, φησὶ, τῇ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ προσέχοντας προσηγορίᾳ ἀνθρωπικὴν αὐτοῦ τὴν γέννησιν ἐννοεῖν, κἀκ τῶν ἐν ἀνθρώποις γενέ σεων ἀναγομένους, τοῖς τῆς μετουσίας ὀνόμασι καὶ πάθεσιν ὑπάγειν τὸν Θεόν. {ΒΑΣ.} Ἡ μὲν παραίνεσις, μὴ δεῖν τὴν κατ' οὐ σίαν Υἱοῦ καὶ Πατρὸς ὁμοιότητα ἐννοεῖν. Τοῦτο γὰρ αὐτῷ βούλεται ἡ τῆς μετουσίας ἀπαγόρευσις, ὡς ἀκοινωνήτου τῆς τοῦ Πατρὸς οὐσίας πρὸς τὴν τοῦ Μονογενοῦς ὑπαρχούσης. ∆ιὰ ταῦτα αἱ σεμναὶ ἐκεῖναι τῶν ὀνομάτων διαστολαὶ, ὧν τὸν ὄχλον ἡμεῖς ὑπερέβημεν· ὡς οὐχὶ ὅσων αἱ ἐκφωνήσεις αἱ αὐταὶ, ταῦτα καὶ τῷ σημαινομένῳ ἤδη ταυτὰ, ἵνα τὸ Πα τέρα εἶναι τοῦ Υἱοῦ τὸν Θεὸν διὰ τοὺς ἐπὶ γῆς πα τέρας ὀνομαζομένους ἀφέληται. Ἐγὼ δὲ, πολλῶν ὄντων, ἃ τὸν Χριστιανισμὸν ἀπὸ τῆς Ἑλληνικῆς πλάνης καὶ τῆς Ἰουδαϊκῆς ἀγνωσίας διίστησιν. οὐ δὲν ἡγοῦμαι κυριώτερον δόγμα τῆς εἰς Πατέρα καὶ Υἱὸν πίστεως τῷ Εὐαγγελίῳ τῆς σωτηρίας ἡμῶν ἐνυπάρχειν. Ἐπεὶ τό γε κτίστην εἶναι καὶ δη μιουργὸν τὸν Θεὸν καὶ οἱ καθ' ὁποιανδήποτε πλάνην ἀπεσχισμένοι συντίθενται. Ὁ δὲ Πατέρα ψευδώνυ μον, καὶ Υἱὸν μέχρι προσηγορίας ψιλῆς κατ αγγέλλων, καὶ οὐδὲν ἡγούμενος διαφέρειν, ἢ Πα τέρα ὁμολογεῖν ἢ κτίστην, καὶ ἤτοι Υἱὸν λέ γειν ἢ ποίημα, ποῦ τετάξεται παρ' ἡμῶν; ἢ τῆς ποίας εἶναι μερίδος ἀριθμηθήσεται; τῆς Ἰου δαίων, ἢ τῆς Ἑλλήνων; Οὐ γὰρ δὴ Χριστιανοῖς ἑαυτὸν εἰσποιήσει, ὁ τὴν δύναμιν τῆς εὐσεβείας, καὶ τὸν οἱονεὶ χαρακτῆρα τῆς λατρείας ἡμῶν ἀρνούμε νος. Οὐ γὰρ εἰς δημιουργὸν καὶ ποίημα ἐπιστεύ σαμεν· ἀλλ' εἰς Πατέρα καὶ Υἱὸν διὰ τῆς ἐν τῷ βαπτίσματι χάριτος ἐσφραγίσθημεν. Ὥστε ὁ ταύτας τολμῶν ἀθετεῖν τὰς φωνὰς πᾶσαν ὁμοῦ παραγρά φει τῶν Εὐαγγελίων τὴν δύναμιν, Πατέρα μὴ 29.621 γεννήσαντα, καὶ Υἱὸν μὴ γεννηθέντα κηρύσσων. Ἀλλὰ ταῦτα λέγω, φησὶ, τὴν τοῦ πάθους ἔν νοιαν τὴν ἐκ τῆς τοῦ Πατρὸς φωνῆς ἐγγινομένην ἐκκλίνων. Ἐχρῆν δὲ δήπου τόν γε εὐσεβεῖν ἐγνω κότα, τὸ ἀπεμφαῖνον τῆς ἐν τοῖς ῥήμασι τούτοις διανοίας, εἴ τι ἄρα καὶ ἐνυπῆρχε, παραιτησάμενον, μὴ πᾶσαν ἀθρόως τὴν φωνὴν ἀθετεῖν, μηδὲ τῇ προ φάσει τοῦ ἀπρεποῦς καὶ τὸ ὅσον ἀπ' αὐτῆς χρήσι μον συνεκβάλλειν· ἀλλ' ἀπὸ μὲν τῶν ταπεινῶν καὶ σαρκικῶν νοημάτων ἐν τοῖς περὶ Θεοῦ δόγμασι κα θαρεύειν, γέννησιν δὲ τῇ ἁγιωσύνῃ καὶ τῇ ἀποθείᾳ τοῦ Θεοῦ πρέπουσαν ἐννοεῖν· τὸν μὲν τρόπον, καθ' ὃν ἐγέννησεν ὁ Θεὸς, ὡς ἄῤῥητον καὶ ἀπερινόητον ἀφιέντα, πρὸς δὲ τὴν κατ' οὐσίαν ὁμοιότητα ἐκ τῆς τοῦ γεννᾷν προσηγορίας ὁδηγούμενον. Καίτοιγε φα νερὸν σκοπουμένῳ, ὅτι οὐ σωματικῶν παθῶν κυρίως καὶ πρώτως ἔννοιαν ἐμποιεῖν ταυτὶ πέφυκε τὰ ὀνό ματα, ὁ πατὴρ, λέγω, καὶ ὁ υἱός· ἀλλὰ καθ' ἑαυτὰ μὲν λεγόμενα, τὴν πρὸς ἄλληλα σχέσιν ἐνδείκνυ ται μόνην. Πατὴρ μὲν γάρ ἐστιν ὁ ἑτέρῳ τοῦ εἶναι κατὰ τὴν ὁμοίαν ἑαυτῷ φύσιν τὴν ἀρχὴν παρασχών· υἱὸς δὲ ὁ ἐξ ἑτέρου γεννητῶς τοῦ εἶναι τὴν ἀρχὴν ἐσχηκώς. Ὅταν