1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

36

κυρίως καὶ προσηκόντως Πατὴρ λέγεται ὁ Θεὸς, καὶ ὡς οὐχὶ πάθους, ἀλλ' οἰκειώσεώς ἐστιν ὄνομα, ἢ τῆς κατὰ χάριν, ὡς ἐπὶ τῶν ἀνθρώ πων, ἢ τῆς κατὰ φύσιν, ὡς ἐπὶ τοῦ Μονογενοῦς, ἱκανῶς εἴρηται· δῶμεν δὲ εἶναι τροπικὴν, καὶ ἐκ μετα φορᾶς λέγεσθαι, ὥσπερ καὶ ἄλλας μυρίας καὶ τὴν φωνὴν ταύτην. Ὡς τοίνυν, ὀργιζόμενον, καὶ ὑπνοῦντα, καὶ πετόμενον ἀκούοντες τὸν Θεὸν, καὶ ἄλλων τοιούτων ἀπρεπεῖς κατὰ τὸν πρόχειρον νοῦν τὰς ἐμφάσεις παρεχομένων, οὔτε τὰς φωνὰς τοῦ Πνεύμα τος διαγράφομεν, οὔτε σωματικῶς τῶν λεγομένων ἀκούομεν· τί δήποτε οὐχὶ καὶ, τῆς φωνῆς ταύτης οὕτω συνεχῶς παραληφθείσης ὑπὸ τοῦ Πνεύματος, τὰς θεοπρεπεῖς αὐτῆς ἐννοίας διερευνώμεθα; ἢ μόνην ταύτην τῆς Γραφῆς ἀπαλείψομεν, ἐκ τῆς ἀνθρω πίνης χρήσεως συκοφαντοῦντες αὐτήν; Οὑτωσὶ δὲ σκοπῶμεν. ∆ύο σημαινομένων ἐκ τῆς τοῦ γεννᾷν προσηγορίας κατὰ τὴν ὧδε συνήθειαν, πάθους τε τοῦ γεννῶντος καὶ τῆς πρὸς τὸ γεννώμενον οἰκειώσεως, ὅταν παρὰ τοῦ Πατρὸς τῷ Μονογενεῖ λέγηται τὸ, Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. καὶ τὸ, Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε· πότερον τούτων παρίστασθαι φῶμεν διὰ τοῦ ῥήματος; τὸ ἐμ παθὲς τῶν γεννώντων, ἢ τὴν τῆς φύσεως οἰκειότητα; Ἐγὼ μὲν γὰρ τοῦτό φημι· καὶ οὐδὲ τούτους ἡγουμαί ποτε μὴ οὐχὶ εἰς λαμπρὰν μελαγχολίαν παρενεχθέν τας ἐναντιώσεσθαι. Ὥστε εἰ μὲν οἰκεία τῷ Θεῷ ἡ φωνὴ, τί ἀτιμάζεις ὡς ἀλλοτρίαν; εἰ δὲ ἐκ τῶν ἀν θρωπίνων μετακεκόμισται, τὸ ὑγιὲς αὐτῆς ἐκλεξά μενος, φύγε τὸ χεῖρον τῶν δηλουμένων. Ἔξεστι γὰρ δήπου ἐν πολυσήμῳ τῇ λέξει, πρὸς τὴν ὀρθὴν ἔννοιαν ὁδηγηθέντα διὰ τοῦ ῥήματος, τὸ ταπεινὸν καὶ αἰσχρὸν τῆς ἐμφάσεως ὑπερβῆναι. Καὶ μή μοι λέγε· Τίς δὲ 29.628 ἡ γέννησις; καὶ ποταπή; καὶ πῶς ἂν γένοινο αὕτη; Οὐ γὰρ, ἐπειδὴ ὁ τρόπος ἄῤῥητος καὶ ἀπερινόητος παντελῶς, ἤδη καὶ τὸ πάγιον τῆς εἰς Πατέρα καὶ Υἱὸν πίστεως ἐκβαλοῦμεν. Εἰ γὰρ μέλλοιμεν πάντα τῇ καταλήψει μετρεῖν, καὶ τὸ τοῖς λογισμοῖς ἀπερί ληπτον μηδὲ εἶναι τὸ παράπαν ὑπολαμβάνειν, οἰχήσε ται μὲν ὁ τῆς πίστεως, οἰχήσεται δὲ ὁ τῆς ἐλπί δος μισθός. Πῶς δ' ἂν εἴημεν ἔτι τῶν μακαρισμῶν ἄξιοι. τῶν ἐπὶ τῇ πίστει τῶν ἀοράτων ἀποκειμένων, οἱ μόνοις τοῖς κατὰ λογισμὸν ἐναργέσι πειθόμενοι; Πόθεν ἐματαιώθη τὰ ἔθνη, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία; Οὐκ ἐπειδὴ τοῖς ἐκ τῶν λογισμῶν φαινομένοις ἀκολουθοῦντες, τῷ κηρύγματι τοῦ Πνεύ ματος ἀπειθοῦσι; Τίνας δὲ ὁ Ἡσαΐας ὡς ἀπολωλό τας ὀδύρεται; Οὐαὶ οἱ σοφοὶ ἐν ἑαυτοῖς, καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες. Οὐ τοὺς τοιούτους; Πολλὰ τοίνυν ὑπερβὰς τῶν ἐν μέσῳ, ὅσα τε περὶ τοῦ μὴ γεγεννῆσθαι τὸν Υἱὸν ἐκ τοῦ προφανοῦς διετείνα το, καὶ ὅσα περὶ τοῦ παραδεχθῆναι αὐτῷ τὸ κτίσμα εἶναι καὶ ποίημα τὸν Μονογενῆ ἐτεχνάσατο, ἐπὶ τὰ καιριώτατα τῆς ἀσεβείας τρέψομαι, τοσοῦτον μόνον τοῖς παρεθεῖσιν ἐπισημηνάμενος, ὅτι ἣν προλαβὼν τῷ ἔργῳ κατεσκεύασε βλασφημίαν, ταύτην βουληθεὶς ἐπισκιάσαι τῷ ῥήματι, καὶ τὸ ἀναιδὲς τοῦ λόγου καταπραῧναι, ἔφη κοινοποιεῖν τὸν Μονογενῆ πρὸς τὴν κτίσιν, ἐπιλαθόμενος αὐτὸς τῶν ἑαυτοῦ δογμάτων, ἃ ἐν τοῖς κατόπιν λόγοις γυμνῇ καὶ ἀπα ρακαλύπτῳ τῇ φωνῇ ἐξετίθετο. Ὑφ' ὧν πρὸς ἀν αίσχυντον πάλιν καὶ περιφανεστάτην ἐναντιολογίαν ἐξέπεσε. Γράφει δὲ οὕτως· {ΕΥΝ.} Μηδεὶς δὲ, τὸν Υἱὸν ἀκούων ποίημα, δυσχε ραινέτω, ὡς κοινοποιουμένης τῆς οὐσίας ὑπὸ τῆς τῶν ὀνομάτων κοινωνίας. {ΒΑΣ.} Πῶς οὖν, ὦ σοφώτατε, εἰ τῇ διαφορᾷ τῶν ὀνομάτων τὸ παρηλλαγμένον τῆς οὐσίας ἐξ ἀνάγκης ἕπεται (μεμνήμεθα γὰρ δήπου ἐν τοῖς ἄνω λόγοις ταῦτα διεξιόντος), οὐχὶ νῦν τῇ κοινωνίᾳ τῶν ὀνομάτων τὸ κοινὸν τῆς οὐσίας ἀκολουθήσει; Οὐδὲ γὰρ ἅπαξ, οὐδὲ ἐκ παρέργου τοῦτον τὸν λόγον παραφθεγξάμε νος φαίνεται. Ἐπεὶ καὶ νῦν εὐθὺς, ὥσπερ μεταμε ληθεὶς ἐφ' οἷς εἴρηκεν, ὅτι ἡ τῶν ὀνομάτων κοινωνία οὐ κοινοποιήσει καὶ τὰς οὐσίας, πάλιν ἐπάγει μετὰ μικρὸν, τῶν ἀντιδιατιθεμένων αὐτῷ καθαπτό μενος. 29.629 {ΕΥΝ.} Ὅτι ἐχρῆν, εἴπερ αὐτοῖς ἦν τῆς ἀληθείας φροντὶς, παρηλλαγμένων