1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

38

κατασκευάζει τὸ βλάσφημον. Ἐπειδὴ γὰρ οἴεται τῷ ἀγεννήτῳ τὸ γεν νητὸν κατ' ἐναντίωσιν ἀντικεῖσθαι, τὴν αὐτὴν τῷ φωτὶ πρὸς τὸ φῶς ἀντίθεσιν ἐφαρμόζει, ἵνα διὰ πάν των τὴν τοῦ Πατρὸς οὐσίαν ἀντίπαλον καὶ πολεμίαν τῇ τοῦ Μονογενοῦς ἐπιδείξῃ. ∆ιὰ ταῦτα ἡ καινὴ αὕτη τῶν δογμάτων νομοθεσία· Ὅσον παρήλλακται τὸ γεννητὸν τοῦ ἀγεννήτου, τοσοῦτον ἀνάγκη παρηλ λάχθαι τὸ φῶς πρὸς τὸ φῶς. Καίτοι τῷ μὲν ἀγεν νήτῳ πρὸς τὸ γεννητόν ἐστί τις, κατὰ τὴν θέσιν τῶν ῥημάτων, εἰ καὶ μὴ κατὰ τὴν φύσιν τῶν πραγμάτων, ἀντίθεσις, ὅπερ οὗτοι κατασκευάζουσι· φωτὶ δὲ πρὸς τὸ φῶς οὔτε κατὰ τὴν προφορὰν οὔτε κατὰ τὴν ἔν νοιαν ἐπινοῆσαί τινα δυνατὸν ἐναντίωσιν. Ἀλλὰ γὰρ ἔοικε σοφίσμασιν ἀπατηλοῖς ἑαυτὸν παρακρού εσθαι. Οἴεται γὰρ, ὅτι τὰ τοῖς ἐναντίοις ἑπόμενα 29.633 τὴν αὐτὴν ἔχει πρὸς ἄλληλα μάχην, ἥνπερ ἂν ἔχει καὶ τὰ ἡγούμενα· καὶ ὅταν τῷ ἑτέρῳ τῶν ἐναντίων τὸ ἐναντίον ὑπάρχῃ, καὶ τῷ ἑτέρῳ πάντως τὸ ἐναν τίον ἀκολουθήσει. Οἷον, εἰ τῇ ὁράσει τὸ φῶς ἕπεται, τῇ τυφλότητι τὸ σκότος· εἰ τῷ ζῇν τὸ αἰσθάνεσθαι, τῷ τεθνηκέναι τὸ ἀναισθητεῖν. Τοῦτο δὲ ὡς ἀσθε νὲς καὶ διαπῖπτον τὸ παρατήρημα, παντὶ γνώριμον τῷ καὶ μικρὸν ἐπιστήσαντι. Οὐ γὰρ ἐπειδὴ τῷ ἐγρη γορέναι τὸ ζῇν ἕπεται, τῷ καθεύδειν ἀκολουθεῖ πάν τως τὸ τεθνάναι. Ἀλλ' οὔτε ἐναντίως ἔχει τὸ γεννη τὸν πρὸς τὸ ἀγέννητον. Εἰ γὰρ ἐναντία καὶ φθαρτικὰ ἀλλήλων, ὅπερ εἰς κεφαλὴν τοῖς βλασφημοῦσι τρέ ποιτο, ἀλλ' οὔτε τῇ φύσει πολέμια, οὔτε μὴν τὰ ἑπόμενα τούτοις τὴν αὐτὴν ἀναγκαίως ἕξει διάστασιν, ἣν ἐδείκνυτο ἔχειν καὶ τὰ ἡγούμενα. Ἢ τοίνυν ἀπάλειψόν σου τὸ ῥήματα, ἢ μὴ ἀρνοῦ τὴν ἀσέβειαν. Σὴ γάρ ἐστιν ἡ βλασφημία τοῦ εἰπόντος· Ὅσον παρήλλακται τοῦ γεννητοῦ τὸ ἀγέν νητον, τοσοῦτον ἀνάγκη παρηλλάχθαι τὸ φῶς πρὸς τὸ φῶς. Οὐκοῦν ὡς οὐδέποτε μεθέξει τῆς ἀγεννη σίας ὁ γεννητὸς, οὕτως οὐδέποτε αὐτῷ τοῦ φωτὸς μεταδώσεις. Καὶ ἔσται, κατὰ σὲ, ἡ οὐσία τοῦ Μονογενοῦς ἴσον ἀπέχουσα τοῦ γε ἀγέννητος εἶναι, καὶ τοῦ φῶς νοεῖσθαι καὶ ὀνομάζεσθαι. Ἀλλὰ Ἰωάννης μὲν τῇ μεγαλοφωνίᾳ τοῦ Πνεύματος ἐμβοᾷ σοι λέγων· Ἦν τὸ φῶς τὸ ἀληθινόν· σοὶ δὲ οὐκ ἔστιν ὦτα τοῦ ἀκούειν, οὐδὲ καρδία τοῦ συνιέναι· ἀλλὰ πρὸς τὴν ἀντίπαλον φύσιν, καὶ ἀσυνύπαρκτον τῷ φωτὶ τὴν οὐσίαν τοῦ Μονογενοῦς, τοῖς σοφίσμασιν ἀπελαύνεις. Οὐ γὰρ δὴ ἐκεῖνο ἰσχυρὸν ἐρεῖς, ὅτι καὶ ἐπὶ τοῦ Μονογενοῦς τὴν προσηγορίαν τοῦ φωτὸς οὐκ ἀφείλου. Οὐ γὰρ ἐν ψόφῳ ἀέρος, ἀλλ' ἐν τῇ δυνάμει τῶν σημαινομένων τὸ εὐσεβές. Ὁ δὲ οὐκ ἐπὶ τούτων ἔστη, ἀλλὰ καὶ τὴν ζωὴν καὶ τὴν δύναμιν τῷ αὐτῷ μέτρῳ τῆς εἰς ἐναντίον ἀπο στάσεως συνεπάγει, εἰπών· Ὅσον παρήλλακται τὸ γεννητὸν πρὸς τὸ ἀγέννητον, τοσοῦτον ἀνάγκη παρ ηλλάχθαι τὸ φῶς πρὸς τὸ φῶς, καὶ τὴν ζωὴν πρὸς τὴν ζωὴν, καὶ τὴν δύναμιν πρὸς τὴν δύναμιν. Οὐκοῦν οὔτε ζωὴ, κατὰ σὲ, οὔτε δύναμις ὁ Μονογενής. Ἀλλὰ παραγράφῃ μὲν αὐτὸν τὸν Κύριον λέγοντα· Ἐγώ εἰμι ἡ ζωή· παραγράφῃ δὲ Παῦλον τὸν εἰπόντα· Χριστὸς Θεοῦ δύναμις. Ἃ γὰρ ἐν τοῖς κατόπιν ἐδεί κνυτο, ταῦτα καὶ τοῖς νῦν ἐφαρμόσει. Οὔτε γὰρ ζωὴν οὔτε δύναμιν τῇ ζωῇ καὶ τῇ δυνάμει ἀντικεῖσθαι φαίη τις ἄν· ἀλλὰ θάνατον καὶ ἀδυναμίαν τὴν τελεωτά την ἀντίθεσιν ἐκπληροῦν. Ἅπερ οὗτος, ἐν παν 29.636 ουργίᾳ δόλον τὸν λόγων ἀποκρυψάμενος, βα θέως καὶ περικεκαλυμμένως τὸ φρικτὸν τῆς ἀσεβείας κατασκευάζει, καὶ τοῖς τῶν λόγων τεχνάσμασι πρὸς τὸ ἐναντίον τῷ Πατρὶ τὴν φύσιν τοῦ Μονογενοῦς ἀποστήσας, μόνην καταλείπει τὴν εὐφημίαν τῶν ὀνο μάτων. Τί οὖν ἡμεῖς; πῶς, καὶ ἀγέννητον τὸν Πα τέρα καὶ γεννητὸν τὸν Υἱὸν ὁμολογοῦντες, τὴν κατ' αὐτὸ τὸ εἶναι διαφύγοιμεν ἐναντίωσιν; τί λέγον τες; Ὅτι ἀγαθοῦ μὲν Πατρὸς ἀγαθὸς ὁ Υἱός· φωτὸς δὲ τοῦ ἀγεννήτου φῶς ἐξέλαμψε τὸ ἀΐδιον, καὶ ἐκ τῆς ὄντως ζωῆς ἡ ζωοποιὸς προῆλθε πηγὴ, καὶ ἐκ τῆς αὐτοδυνάμεως ἡ τοῦ Θεοῦ δύναμις ἐξεφάνη· σκότος δὲ, καὶ θάνατος, καὶ ἀσθένεια τῷ ἄρχοντι τοῦ κόσμου τούτου, καὶ τοῖς κοσμοκράτορσι τοῦ σκότους, καὶ τοῖς πνευματικοῖς τῆς πονηρίας, καὶ πάσῃ τῇ ἐχθρᾷ τῆς θείας