1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

40

τὸ ἀγέννη τον, ἀναγκαίως ἡμῖν σύνθετος ὁ Θεὸς ἀποδειχθήσε ται. Ἐγὼ δὲ τί φημί; Ὅτι, εἰ μὴ ἕτερόν τι εἴη τοῦ ἀγεννήτου τὸ φῶς, οὐκέτι τῷ Υἱῷ δυνατὸν ἐπιλέ γεσθαι, ὥσπερ οὐδὲ αὐτὸ τὸ ἀγέννητον. Μάθοι δ' ἄν τις κἀκεῖθεν τῶν σημαινομένων ὑπὸ τῶν φωνῶν τὸ διάφορον. Φῶς οἰκεῖν εἴρηται ὁ Θεὸς, καὶ ἀναβάλλε σθαι φῶς, οὐδήπου ἐνοικεῖν αὐτὸν τῇ ἑαυτοῦ ἀγεννη σίᾳ, οὐδὲ ἔξωθεν ἑαυτῷ περικειμένην ἔχειν, τοῦ λόγου λέγοντος (ἢ ταῦτα μὲν καταγέλαστα)· τὸ δὲ γεννητὸν καὶ ἀγέννητον γνωριστικαί τινές εἰσιν ἰδιό τητες. Εἰ γὰρ μηδὲν εἴη τὸ τὴν οὐσίαν χαρακτη ρίζον, οὐδενὶ ἂν τρόπῳ πρὸς τὴν σύνεσιν ἡμῶν διικνοῖτο. Μιᾶς γὰρ οὔσης θεότητος, ἀμήχανον ἰδιά ζουσαν ἔννοιαν Πατρὸς λαβεῖν ἢ Υἱοῦ, μὴ τῇ τῶν ἰδιωμάτων προσθήκῃ τῆς διανοίας διαρθρουμένης. Ἀλλὰ μὴν πρός γε τὸ σύνθετον ἀναφανήσεσθαι τὸν Θεὸν, εἰ μὴ ταυτὸν ληφθείη τῷ ἀγεννήτῳ τὸ φῶς, ἐκεῖνο εἰπεῖν ἔχομεν, ὅτι, εἰ μὲν ὡς μέρος τῆς οὐ σίας τὸ ἀγέννητον ἐλαμβάνομεν, εἶχεν ἂν αὐτοῦ χώραν ὁ λόγος, σύνθετον εἶναι λέγων τὸ ἐκ διαφόρων συγκείμενον· εἰ δὲ οὐσίαν μὲν Θεοῦ τὸ φῶς τιθέμεθα, ἢ τὴν ζωὴν, ἢ τὸ ἀγαθὸν, ὅλον, ὅπερ ἐστὶ, ζωὴν ὄντα, καὶ ὅλον φῶς, καὶ ὅλον ἀγαθὸν, παρεπό μενον δὲ ἔχει ἡ ζωὴ τὸ ἀγέννητον· πῶς οὐκ ἀσύνθε τος ὁ κατὰ τὴν οὐσίαν ἁπλοῦς; Οὐ γὰρ δὴ οἱ δεικτι κοὶ τῆς ἰδιότητος αὐτοῦ τρόποι τὸν τῆς ἁπλότητος λόγον παραλυπήσουσιν· ἢ οὕτω γε πάντα, ὅσα περὶ Θεοῦ λέγεται, σύνθετον τὸν Θεὸν ἡμῖν ἀναδείξει. Καὶ, ὡς ἔοικεν, εἰ μέλλοιμεν τὴν τοῦ ἁπλοῦ καὶ ἀμεροῦς ἔννοιαν διασώζειν, ἢ οὐδὲν ἐροῦμεν περὶ Θεοῦ πλὴν τὸ ἀγέννητον, καὶ παραιτησόμεθα αὐτὸν ὀνομά ζειν ἀόρατον, ἄφθαρτον, ἀναλλοίωτον, δημιουργὸν, κριτὴν, καὶ πάντα ὅσα νῦν εἰς δοξολογίαν παραλαμβά νομεν· ἢ δεχόμενοι τὰ ὀνόματα ταῦτα, τί καὶ ποιήσο μεν; πότερον εἰς τὴν οὐσίαν ἅπαντα φέροντες κατα θήσομεν; Οὐκοῦν οὐχὶ μόνον σύνθετον, ἀλλὰ καὶ ἐξ ἀνομοιομερῶν αὐτὸν συγκείμενον ἀποδείξομεν, διὰ τὸ ἄλλο καὶ ἄλλο ὑφ' ἑκάστου τούτων τῶν ὀνομάτων σημαίνεσθαι· ἀλλ' ἔξω τῆς οὐσίας ἐκληψόμεθα; Ὅνπερ τοίνυν ἂν ἐπ' ἐκείνων ἑκάστου λόγον ἐπινοή 29.641 σωσι, τοῦτον καὶ ἐπὶ τῆς τοῦ ἀγεννήτου προσηγορίας καταδειξάσθωσαν. Ἐμπλήσας δὲ τὸν λόγον φλυαρίας κενῆς, καὶ πάντων ὁμοῦ τῶν πώποτε περὶ τὴν τοῦ Θεοῦ γνῶσιν ἐσχολακότων κατεπαρθεὶς, ὡς αὐτὸς ὁδόν τινα καινὴν καὶ πρόσφατον τετμηκὼς πρὸς τὸν Θεὸν φέ ρουσαν, ἣν οὐδεὶς τῶν προτέρων ἐξεῦρε, τελευταῖον ἐπάγει, ὡς παρ' αὐτῆς δεδιδαγμένος τοῦ Θεοῦ τῆς οὐσίας, τὴν κατὰ τοῦ Υἱοῦ βλασφημίαν. {ΕΥΝ.} Ὅτι ἡ μὲν ἀνωτέρω βασιλείας καὶ πάν τη γενέσεως ἀνεπίδεκτος, τούτοις παιδεύουσα τὴν μετ' εὐνοίας προσιοῦσαν διάνοιαν, ἀπωθεῖν ὡς ποῤ ῥωτάτω παρακελεύεται νόμῳ φύσεως τὴν πρὸς ἕτερον σύγκρισιν. {ΒΑΣ.} Ἆρα οὐχὶ σαφῶς ἐνδείκνυται, ὅτι αὐτὸς ἠξιώθη τῆς τῶν ἀποῤῥήτων ἀποκαλύψεως, μετ' εὐ νοίας τὴν διάνοιαν προσαγαγὼν τῷ Θεῷ; Καὶ διὰ τοῦτο ἀπωθεῖται ὡς ποῤῥωτάτω τὸν Μονογενῆ τῆς τοῦ Πατρὸς κοινωνίας, μηδὲ εἰς σύγκρισιν αὐτὸν ἀξιῶν παραδέχεσθαι· ἀλλὰ καὶ νόμῳ φύσεως τὴν τοῦ Μονογενοῦς οὐσίαν ἀπὸ τῆς τοῦ Πατρὸς διωρί σθαι φησί. Τί τοῦτο λέγων; Ὅτι ὁ Θεὸς τῶν ὅλων οὐδὲ βουλόμενος ἐδύνατο πρὸς τὴν τῆς οὐσίας οἰκειό τητα τὸν Μονογενῆ παραδέξασθαι, νόμῳ φύσεως τῆς συναφείας τῆς πρὸς αὐτὸν ἐξειργόμενος, οὐκ ὢν, ὡς ἔοικεν, αὐτὸς ἑαυτοῦ κύριος, ἀλλὰ τοῖς τῆς ἀνάγκης ὅροις ὑπεζευγμένος. Τοιαῦτα γάρ ἐστι τὰ τῷ τῆς φύσεως νόμῳ κατειλημμένα, ἀπροαιρέτως εἰς τὸ τῇ φύσει δοκοῦν ὑπαγόμενα. Ὡς γὰρ τῷ πυρὶ φύσει τὸ θερμαίνειν, οὐ προαιρέσει, καὶ ἀναγκαίως ἀνεπίδεκτόν ἐστι τῆς ψυχρότητος, τῷ τῆς φύσεως νόμῳ τὴν πρὸς αὐτὸ κοινωνίαν ἀφῃρημένον· οὕτω βούλεται καὶ τὸν Θεὸν καὶ Πατέρα νόμῳ φύσεως ἠλλοτριωμένην ἔχειν πρὸς τὸν Υἱὸν τὴν οὐσίαν. Καί 29.644 τοιγε οἱ τῆς φύσεως νόμοι οὐχὶ διάστασιν ἀπ' ἀλλή λων Υἱῷ πρὸς Πατέρα, ἀλλ' ἀναγκαίαν καὶ ἄῤῥηκτον τὴν κοινωνίαν ποιοῦσιν. Εἰ μὲν γὰρ βουλήσει ἔλεγε τὸ