1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

44

καὶ ἀνεπιτηδεύτῳ πίστει τῶν πολλῶν ἐμμένειν, ἀλλὰ τεχνικοῖς τισι καὶ σεσοφισμένοις λόγοις πάλιν πρὸς τὸ δοκοῦν ἑαυτῷ παρακρούεσθαι τὴν ἀλήθειαν, ἱκα νῶς ἐξ ὧν εἶπεν ἐδήλωσεν. Ἀτιμάζων γὰρ τὴν τῶν πολλῶν δόξαν, ᾗ δοξάζουσι τὸ Πνεῦμα τὸ ἅγιον, προσ ποιεῖται τὴν τῶν ἁγίων φυλάσσειν διδασκαλίαν, καὶ τοὺς ταύτην αὐτῷ παραδεδωκότας ἀποσιωπᾷ, καὶ νῦν, ἅπερ κἀν τοῖς περὶ τοῦ Μονογενοῦς λόγοις ποιῶν ἀπεδείχθη. Εἶτά φησι παρὰ μὲν τῶν ἁγίων μεμαθη κέναι τὸ τρίτον εἶναι τῇ τάξει καὶ τῷ ἀξιώματι, παρ' ἑαυτοῦ δὲ πεπιστευκέναι τὸ καὶ τρίτον εἶναι τῇ φύσει. Τίνες δὲ οἱ ἅγιοι, καὶ ἐν ποίοις λόγοις τὴν δι δασκαλίαν πεποίηνται, εἰπεῖν οὐκ ἔχει. Ἆρα γέγονεν οὕτω τολμηρὸς ἄνθρωπος, τὰς περὶ τῶν θείων δογμάτων καινοτομίας εἰσηγούμενος; Τίς γὰρ ἀνάγκη, εἰ τῷ ἀξιώματι καὶ τῇ τάξει τρίτον ὑπάρ 29.656 χει τὸ Πνεῦμα, τρίτον εἶναι αὐτὸ καὶ τῇ φύσει; Ἀξιώματι μὲν γὰρ δευτερεύειν τοῦ Υἱοῦ παραδίδω σιν ἴσως ὁ τῆς εὐσεβείας λόγος· φύσει δὲ τρίτῃ χρῆσθαι, οὔτε παρὰ τῶν ἁγίων Γραφῶν δεδιδάγμεθα, οὔτε ἐκ τῶν προειρημένων κατὰ τὸ ἀκόλουθον δυνατὸν συλλογίσασθαι. Ὡς γὰρ ὁ Υἱὸς τάξει μὲν, δεύτερος τοῦ Πατρὸς, ὅτι ἀπ' ἐκείνου· καὶ ἀξιώ ματι, ὅτι ἀρχὴ καὶ αἰτία, τῷ εἶναι αὐτοῦ πατέρα, καὶ ὅτι δι' αὐτοῦ ἡ πρόσοδος καὶ προσ αγωγὴ πρὸς τὸν Θεὸν καὶ Πατέρα· φύσει δὲ οὐκέτι δεύτερος, διότι ἡ θεότης ἐν ἑκατέρῳ μία· οὕτω δη λονότι καὶ τὸ Πνεῦμα τὸ ἅγιον, εἰ καὶ ὑποβέβηκε τὸν Υἱὸν τῇ τε τάξει καὶ τῷ ἀξιώματι (ἵνα καὶ ὅλως συγ χωρήσωμεν, οὐκέτ' ἂν εἰκότως, ὡς ἀλλοτρίας ὑπάρχον φύσεως, ἀκολουθεῖν, ἐκεῖθεν δῆλον. Ἄγγε λοι πάντες ὥσπερ προσηγορίας μιᾶς, οὕτω καὶ φύ σεως πάντως τῆς αὐτῆς ἀλλήλοις τυγχάνουσιν· ἀλλ' ὅμως οἱ μὲν αὐτῶν ἐθνῶν προεστήκασιν, οἱ δὲ ἑνὶ ἑκάστῳ τῶν πιστῶν εἰσι παρεπόμενοι. Ὅσῳ μέντοι προτιμότερον ἔθνος ὅλον ἑνὸς ἀνδρὸς, τοσούτῳ δήπου μεῖζον ὑπάρχειν ἀνάγκη ἀξίωμα τοῦ ἐθνάρχου ἀγγέ λου παρὰ τὸ τοῦ ἑνὸς ἑκάστου τὴν προστασίαν πεπι στευμένου. Τὸ δὲ συνεῖναι ἑκάστῳ τῶν πιστῶν ἄγγελον, οἷον παιδαγωγόν τινα καὶ νομέα τὴν ζωὴν διευθύνοντα, οὐδεὶς ἀντερεῖ, μεμνημένος τῶν τοῦ Κυρίου λόγων, εἰπόντος· Μὴ καταφρονήσητε ἑνὸς τῶν ἐλαχίστων τούτων, ὅτι οἱ ἄγγελοι αὐτῶν διὰ 29.657 παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. Καὶ ὁ Ψαλμῳδός φησι· Παρ εμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτόν· καὶ, Ὁ ἄγγελος ὁ ῥυσάμενός με ἐκ νεότητός μου· καὶ ὅσα τοιαῦτα. Ὅτι δὲ πάλιν εἰσί τινες ἄγγελοι καὶ ὅλων ἐθνῶν προεστῶτες, Μωσῆς ἡμᾶς διδάσκει διὰ τῆς ᾠδῆς λέγων· Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων αὐ τοῦ. Καὶ ὁ σοφὸς ∆ανιὴλ ἐν τῇ τοῦ ἀγγέλου ὀπτασίᾳ ἤκουσεν αὐτοῦ λέγοντος ὅτι, Ἄρχων βασιλείας Περ σῶν εἱστήκει ἐξεναντίας μου· καὶ ἰδοὺ Μιχαὴλ εἷς τῶν ἀρχόντων τῶν πρώτων ἦλθε βοηθῆσαί μοι, καὶ αὐτὸν κατέλιπον ἐκεῖ μετὰ τοῦ ἄρχοντος βασιλέως Περσῶν. Καὶ μετ' ὀλίγα φησὶν ὁ αὐτός· Καὶ ὁ ἄρχων τῶν Ἑλλήνων ἤρχετο. Ἀλλὰ καὶ ἀρχιστράτηγός τις τῆς δυνάμεως Κυρίου λέ γεται, ὁ Ἰησοῦ τῷ τοῦ Ναυῆ ἐπὶ τοῦ Ἰορδάνου φανεωθείς. Καὶ πάλιν τινὲς λέγονται λεγεῶνες τῶν ἀγγέ λων, τοῦ Κυρίου εἰπόντος τοῖς μαθηταῖς· Ἢ δοκεῖ τε ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν Πατέρα μου, καὶ παραστήσει μοι ὧδε πλείους ἢ δώδεκα λεγεῶνας ἀγγέλων; Ὁ τοίνυν ἀρχιστράτηγος τῶν ἐν ταῖς λεγεῶσι κατατεταγμένων ἀγγέλων ἄρχων ἐστὶ δηλονότι. Πρὸς τί οὖν ὁ λόγος ἡμῖν φέρει; Ὅτι οὐ πάν τως, εἴ τι τῇ τάξει καὶ τῷ ἀξιώματι δεύτερόν ἐστι καὶ τρίτον, τοῦτο καὶ τὴν φύσιν ἑτέραν ἔχει. Ὡς γὰρ ἐπὶ τῶν ἀγγέλων ὁ μέν τις αὐτῶν ἄρχων, ὁ δὲ ὑπ ήκοος, ἄγγελοι δὲ ὅμως τῇ φύσει πάντες· καὶ κατὰ μὲν τὸ ἀξίωμα ἡ διαφορὰ, κατὰ δὲ τὴν φύσιν ἡ κοι νωνία (καὶ γὰρ Ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ· φύσις δὲ πάντων ἀστέρων μία· καὶ πολλαὶ μοναὶ πα ρὰ τῷ Πατρὶ, τουτέστιν, ἀξιωμάτων διαφοραί· φύ σις δὲ ὁμοία τῶν δοξαζομένων)· οὕτω δηλονότι καὶ τὸ Πνεῦμα τὸ ἅγιον, εἰ καὶ