1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

48

Πνεῦμα ἅγιον. Κομίζουσι δὲ ἀποδείξεις, πρὸς τὸ κτίσμα εἰρῆ σθαι τὸ Πνεῦμα τὸ ἅγιον, μίαν μὲν ἐκ τοῦ προφήτου λέγοντος· Ὁ στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα· ἑτέραν δὲ τὴν ἐκ τοῦ Εὐαγγελίου ὅτι, Πάντα δι' αὐ 29.669 τοῦ ἐγένετο. Ἡμεῖς δὲ τὸν προφητικὸν λόγον οὐκ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλ' εἰς τὴν κοινὴν ταύτην πνοὴν, τὸ τοῦ ἀέρος πνεῦμα, πεπείσμεθα φέρειν. ∆ῆλον δὲ ἐκεῖθεν. Οὐ γὰρ εἶπεν, Ὁ κτίσας πνεῦμα, ἀλλ' Ὁ κτίζων πνεῦμα. Ὡς γὰρ ἡ βροντὴ οὐκ ἐν ὑποστάσει τινί ἐστι σωματικῇ ἅπαξ κτισθεῖσα, ἀλλ' ἀεὶ πρὸς τὸ τοῦ Θεοῦ βούλημα ἐπὶ φόβῳ τῶν ἀνθρώ πων ἐνεργουμένη γίνεσθαι καὶ διαλύεσθαι πέφυκεν, οὕτω καὶ τὸ πνεῦμα· νῦν μὲν γίνεται δίκην ποταμοῦ ῥέοντος τοῦ ἀέρος· πάλιν δὲ παύεται ἀτρε μοῦντος τοῦ πρότερον κινουμένου, κατὰ τὸ βούλημα τοῦ τὰ πάντα ἐπὶ σωτηρίᾳ καὶ συστάσει τῶν ὅλων οἰκονομοῦντος· ὥστε διὰ πάσης τῆς κτίσεως, ἔκ τε βροντῶν καὶ ἀνέμων καὶ τῆς λοιπῆς δημιουργίας τὸν δημιουργὸν ἀναγγέλλεσθαι. ∆ιόπερ μετὰ τὸ εἰπεῖν· Ὁ στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, φη σίν· Καὶ ἀπαγγέλλων τοῖς ἀνθρώποις τὸν Χρι στὸν αὐτοῦ. Ὡς γὰρ οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ τοῖς δυναμένοις ἐξ αὐτῶν τὴν τοῦ δημιουργοῦ τέχνην ἀναλογίζεσθαι, οὕτω καὶ βροντῆς ἦχοι, καὶ πνευμάτων κινήσεις, τὸν δημιουργὸν αὐτῶν ἀνα κηρύττουσι. Τάχα δ' ἂν τοῦτο καὶ προφητεία εἴη, πρὸς τὴν ἐνανθρώπησιν τοῦ Κυρίου φέρουσα· ὅτε ἡ μὲν φωνὴ, ἡ γενομένη ἐξ οὐρανοῦ, βροντὴ ἐδόκει τοῖς ἀκούσασιν εἶναι, ἥντινα ἀφῆκεν ὁ Θεὸς καὶ Πατὴρ, ὥστε δι' αὐτῆς ἀναγγεῖλαι τὸν Χριστὸν τοῖς ἀνθρώποις· τὰ δὲ πνεύματα τὰ κινούμενα, καὶ τὴν θάλασσαν συνταράσσοντα, εἶτα κοπάσαντα τῷ προστάγματι τοῦ Κυρίου, σαφῶς καὶ αὐτὰ ἀνήγγειλε τοῖς ἀνθρώποις τὸν Χριστὸν αὐτοῦ. Τὸ δὲ, Πάντα δι' αὐτοῦ ἐγένετο, οὐδαμῶς ἡμῖν κτι στὸν εἶναι τὸ Πνεῦμα τὸ ἅγιον παρίστησιν, ὡς συν αριθμουμένου τοῖς πᾶσι τοῦ Πνεύματος. Εἰ γὰρ ἓν Πνεῦμα ἅγιον καὶ μόνον, πῶς ὃ τῆς μοναδικῆς ἐστι φύσεως, τοῖς πᾶσι συμπαραλαμβάνεσθαι δύναται; Καὶ μηδεὶς οἰέσθω ἀθέτησιν εἶναι τῆς ὑποστάσεως τὴν ἄρνησιν τοῦ κτίσμα εἶναι τὸ Πνεῦμα. Εὐσεβοῦς γάρ ἐστι διανοίας τὰ ἀποσιωπηθέντα ἐν ταῖς ἁγίαις Γραφαῖς εὐλαβεῖσθαι ἐπιφημίζειν τῷ ἁγίῳ Πνεύματι, πεπεῖσθαι δὲ τὴν ἐμπειρίαν αὐτοῦ καὶ ἀκριβῆ κα τάληψιν εἰς τὸν ὕστερον ἡμῖν ἀποκεῖσθαι αἰῶνα, ὅταν, διαβάντες τὸ δι' ἐσόπτρου καὶ αἰνίγματος ὁρᾷν τὴν ἀλήθειαν, τῆς πρὸς πρόσωπον θεωρίας ἀξιω θῶμεν. 29.672 ΤΟΥ ΑΥΤΟΥ ΑΝΤΙΡΡΗΤΙΚΟΣ Καὶ κατὰ Εὐνομίου ἀπορίαι καὶ λύσεις ἐκ τῶν θεοπνεύστων Γραφῶν, εἰς τὰ ἀντιλεγόμενα περὶ τοῦ Υἱοῦ ἐν τῇ Καινῇ καὶ Παλαιᾷ ∆ιαθήκῃ, ΛΟΓΟΣ ∆. Εἰ φύσει Θεὸς ὁ Υἱὸς, Θεὸς δὲ φύσει καὶ ὁ Πα τὴρ, οὐκ ἄλλως Θεὸς ὁ Υἱὸς, ἑτέρως δὲ ὁ Πατὴρ, ἀλλ' ὁμοίως· εἰ δὲ οὐ φύσει Θεὸς ὁ Υἱὸς, ὡς οἱ ψευ δῶς λεγόμενοι θεοὶ, λέγεται, καὶ οὐκ ἔστι Θεός. Εἰ εἷς Κύριος ὁ Υἱὸς φύσει, Κύριος δὲ καὶ ὁ Πατὴρ φύσει, δηλονότι οὐχ ἑτέρᾳ φύσει. Κἂν εἷς οὖν ὁ Θεὸς ὁ Πατὴρ λέγεται, Θεὸς δὲ καὶ ὁ Υἱὸς, οὐκ ἄλλῃ φύσει, ἀλλὰ μιᾷ. Εἰ εἷς Κύριος φύσει, πολλῶν θέσει καλουμένων, καὶ εἷς Υἱὸς φύσει, πολλῶν ὀνο μαζομένων υἱῶν θέσει, τὸ, θέσει, κατὰ μίμησιν τοῦ φύσει λέγεται· θέσει γὰρ οὐδὲν ἂν λεχθείη, μὴ προηγουμένου τοῦ φύσει. Εἰ οὖν ἡμεῖς υἱοὶ θέσει Θεοῦ, ἀνάγκη τὸν φύσει Υἱὸν προϋπάρχειν. Εἶτα ἀληθῶς ὀνόματα τῆς οὐσίας ὧν ἐστιν ὀνόματα, γνωρίσματα. Κύριος δὲ καὶ Θεὸς ἀληθῶς καὶ ὁ Πα 29.673 τὴρ καὶ ὁ Υἱός. Ἡ αὐτὴ ἄρα οὐσία, ὥσπερ καὶ τὰ αὐτὰ ὀνόματα. Εἰ μὴ γεννήσεως τὸ μονογενὲς, ἀλλὰ διὰ τὸ ἀσύγκριτον, μονογενὴς καὶ ὁ Πατήρ· ἀσύγκριτος γάρ. Καὶ πᾶν δὲ κτίσμα