1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

49

μὴ ὅμοιον ἄλλῳ μονογενές· πολλοὶ ἄρα μονογενεῖς, καὶ οὐχ εἷς ὁ Υἱὸς τοῦ Θεοῦ. Εἰ δὲ ὁ Υἱὸς οὐχ ἁπλῶς μονο γενὴς, ἀλλὰ Υἱὸς μονογενὴς, καὶ παρὰ Πατρὸς μο νογενὴς, ὁ Υἱὸς καὶ μονογενής ἐστι, καὶ οὐ κτίσμα μονογενές. Εἰ κατὰ μετάδοσιν καὶ συγχώρη σιν τοῦ Πατρὸς, καὶ οὐ κατὰ φύσιν δημιουργὸς ὁ Υἱὸς, οὐδὲν ἂν εἴη τῶν ὑπ' αὐτοῦ δημιουργηθέντων κατὰ φύσιν. Ὧν γὰρ ὁ δημιουργὸς οὐ κατὰ φύσιν, πῶς τὰ δημιουργηθέντα κατὰ φύσιν; Εἰ ἐνεργεῖ Θεὸς ὡς οὐδεὶς ἕτερος, καὶ γεννῶν ὡς οὐχ ἕτερος γεννή σει· ἀσύγκριτος γὰρ πρὸς πάντα κατὰ πάντα ὁ Θεός. Τὸ ποιούμενον οὐκ ἐκ τῆς οὐσίας τοῦ ποιοῦν τος, τὸ δὲ γεννώμενον ἐκ τῆς αὐτῆς οὐσίας τοῦ γεν νῶντος· οὐ ταὐτὸν ἄρα τὸ ποιεῖν καὶ τὸ γεννᾷν. Εἰ ἐκ τοῦ Θεοῦ ὁ Υἱὸς, οὐχ ὡς ἐκ Πατρὸς δὲ, ἀλλ' ὡς ἐξ ἑτέρου, αἴτιος δὲ τοῦ εἶναι καὶ ἡμῖν ὁ Θεός· ἐξ αὐτοῦ γὰρ τὰ πάντα· οὐχ ἑτέρως ἄρα τοῦ Υἱοῦ Πατὴρ, ἑτέρως δὲ ἡμῶν, ἀλλ' ὁμοίως. Καὶ πῶς οὐκ ἄτοπον; Εἰ μηδὲν ὅμοιον καὶ ἴσον Θεῷ πλὴν Υἱοῦ, οὐδὲν ἀπαραλλάκτως τῶν ὑποδειγμάτων εἰρή σεται· ὑπὲρ πᾶν γὰρ ὁ Θεός. Τὸ ἐν μορφῇ Θεοῦ ἐν οὐσίᾳ ἐστὶ Θεοῦ. Οὐ γὰρ ἄλλο μορφὴ, καὶ ἄλλο οὐ σία Θεοῦ, ἵνα μὴ σύνθετος. Ὁ κατὰ μορφὴν οὖν ἴσος, καὶ κατ' οὐσίαν ἐστὶν ἴσος. Εἰ ὁ γεννηθεὶς ἐλάτ των τοῦ γεννήσαντος, οὐκ ἔγκλημα τοῦτο τοῦ γεννη θέντος, ἀσθένεια δὲ τοῦ γεννήσαντος. Ἢ γὰρ φθονήσας οὐκ ἐποίησεν ἴσον, ἢ μὴ δυνηθεὶς οὐκ ἐγέν νησεν ὅμοιον. Εἰ ὁ Πατὴρ πρὸ τοῦ Υἱοῦ ἦν, ἑτέρου τινὸς πάντως πατὴρ ἦν· χωρὶς γὰρ υἱοῦ πατὴρ οὐκ ἂν λεχθείη. Εἰ ὁ τὸν Υἱὸν γνοὺς κατ' οὐσίαν ἔγνω καὶ τὸν Πατέρα (Εἰ γὰρ ἐμὲ ᾔδειτε, φησὶ, καὶ τὸν Πα τέρα μου ᾔδειτε ἄν)· ὁμοούσιος ἄρα Υἱὸς τῷ Πατρί. Οὐδὲν γὰρ ἀσώματον ἐξ ἀνομοίου οὐσίας γνωρίζεσθαι δύναται. Εἰ τὸ πιστεύειν τὸν Χριστὸν Υἱὸν εἶναι Θεοῦ 29.676 ζωὴν αἰώνιον ἔχει, τὸ ἀπιστεῖν ἐξ ἀνάγκης θάνατον. Ὧν αἱ αὐταὶ ἐνέργειαι, τούτων καὶ ἡ οὐσία μία. Ἐνέργεια δὲ Πατρὸς καὶ Υἱοῦ μία, ὡς τὸ, Ποιή σωμεν ἄνθρωπον· καὶ πάλιν· Ἃ γὰρ ἂν ὁ Πατὴρ ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ· ἄρα καὶ οὐ σία μία Πατρὸς καὶ Υἱοῦ. Εἰ ἡ γνῶσις Πατρὸς καὶ Υἱοῦ ζωὴ αἰώνιος, ἀνάγκη καὶ μιᾶς οὐσίας εἶναι. Τὰ γὰρ ἑτερούσια οὐ μιᾷ γνώσει καταλαμβάνεται, οὔτε ὁμοίως ζωοποιεῖν δύναται. Εἰ εἰκὼν ὁ Υἱὸς ἀληθῶς τοῦ Πατρὸς, πᾶσα δὲ εἰκὼν ἢ οὐσίας, ἢ μορφῆς, ἢ σχήματος, ἢ εἴδους, καὶ χρώματός ἐστιν εἰκὼν, Θεὸς δὲ ἐν οὐδενὶ τούτων, ἐν δὲ οὐσίᾳ μόνῃ· ὁ Υἱὸς, εἰκὼν ὢν τῆς οὐσίας, ὁμοούσιός ἐστι τῷ Πατρί. Εἰ ἀσύγκριτος ὁ Πατὴρ κατὰ πάντα πρὸς τὸν Υἱὸν, κατὰ πάντα δὲ καὶ πρὸς τὴν κτίσιν· οὐκ ἄλλως πρὸς τὸν Υἱὸν, ἑτέρως δὲ πρὸς τὴν κτίσιν, ἀλλ' ὁμοίως· οὐκοῦν οὐ μόνον ἀνόμοιος τῷ Πατρὶ, ἀλλὰ καὶ ὅμοιος τῇ κτίσει. Καὶ πῶς οὐκ ἄτοπον; Εἰ, κτίσμα λέγοντες τὸν Υἱὸν, οὐχ ὡς ἓν τῶν κτισμάτων λέγουσι· διὰ τί, γέννημα λεγόντων ἡμῶν, ὡς ἓν τῶν γεννημάτων νοοῦσιν; Εἰ οὐ γεννᾷ Θεὸς, ἵνα μὴ ῥεῦσιν ὑπομείνῃ· οὐδὲ κτίζει, ἵνα μὴ κάμῃ· εἰ δὲ κτίζει ἀπαθῶς, πολλῷ μᾶλλον ἀπαθῶς γεννᾷ. Εἰ ἀπαύγασμα παντὸς φωτὸς γεννᾶται μὲν ἐκ τοῦ φωτὸς, οὔ ποτε δὲ, ἀλλὰ ἀχρόνως καὶ συναϊδίως ἐκείνῳ (οὐ γάρ ἐστι φῶς χω ρὶς ἀπαυγάσματος)· καὶ ὁ Υἱὸς, ἀπαύγασμα τυγχά νων, οὔ ποτε ἔσται, ἀλλὰ συναϊδίως, φωτὸς ὄντος τοῦ Θεοῦ, ὡς ∆αβίδ φησιν· Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς· καὶ ∆ανιήλ· Καὶ τὸ φῶς μετ' αὐτοῦ ἐστιν. Εἰ τὸ γέννημα οὐσία ἐστὶ κατ' αὐτοὺς, ὡς καὶ τὸ ἀγέννητον, γέννημα δὲ ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ οὐσία ἄρα ὁ Υἱὸς τοῦ Θεοῦ. Εἰ βουλήσει καὶ οὐ φύσει ὁ Θεὸς τὸν Υἱὸν ἐγέννησεν, ἢ ἅπαξ βουλη θεὶς, ἀβούλητος τὸ λοιπὸν, ἢ καὶ πάλιν βουληθεὶς, καὶ πάλιν ἐγέννησεν. Εἰ δὲ οὐ μία βούλησις αὐτοῦ, ἀλλὰ διάφορος, οὐκέτι ἁπλοῦς οὐδὲ ἑνὸς ποιητὴς, ἀλλ' ὡς βούλεται καὶ ποιεῖ. Εἰ Θεὸς οὐ γεννᾷ, ἢ διὰ τὸ μὴ δύνασθαι πάντως, ἢ διὰ τὸ μὴ βούλεσθαι. Ἀλλ' εἰ μὲν οὐ δύναται, ἥττων γεννητικῆς καὶ τελείας φύσεως, πρὸς τῷ καὶ ἀδυναμεῖν· εἰ δὲ δυνάμε νος οὐκ ἠβουλήθη, ὃ φύσει ἔσχε, βουλήσει κατέσχεν. Ὥστε εἰ καὶ μήπω ἐγέννησε, βουληθεὶς ἄρα γεννήσει ποτέ. Εἴ ποτε οὐκ ἦν ὁ Υἱὸς, αὐτὸ τὸ ἐκεῖνο, τὸ ποτὲ, ἔσται μὲν μετὰ τὸν γεννήσαντα, πρὸ δὲ τοῦ γεννηθέντος. Οὐκέτι οὖν