1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

50

πρὸ πάντων ὁ Υἱὸς 29.677 χωρὶς τοῦ Πατρὸς, ἀλλὰ καὶ μετὰ τὸ ποτὲ εὑρεθή σεται. Ἡμῶν λεγόντων, Πατρὸς ὄντος ἀεὶ, ἀνάγκη καὶ τὸν Υἱὸν εἶναι ἀεὶ, ἐκεῖνοί φασιν· Οὐκοῦν, ἐπειδὴ καὶ ὁ Υἱὸς ἀεὶ δημιουργὸς, καὶ ἡ δημιουργία ἀεὶ ἔσται, καὶ οὕτως ἔσται καὶ ἡ δημιουργία συναΐδιος Πατρὶ καὶ Υἱῷ. Ἀλλ' ὁ εἰπὼν δημιουργὸν οὐχ ἅμα καὶ τὴν δημιουργίαν λέγει. Οὐ γὰρ τῷ οἰκοδόμῳ συν υπάρχει τὸ οἰκοδόμημα, οὐδὲ τῷ ναυπηγῷ τὸ σκάφος. Ἡ μὲν γὰρ δημιουργία ἐν τῷ δημιουργῷ, τὸ δὲ δημιουργούμενον μετὰ τὸν δημιουργόν. Πατέρα δὲ εἰπεῖν ἀδύνατον, μὴ ὄντος Υἱοῦ. Καὶ ὁ εἰπὼν Πατέρα οὐχ ἁπλῶς Πατέρα, ἀλλά τινος λέγει Πατέρα. Θεὸς, καὶ Κύριος, καὶ παντοκράτωρ, καὶ Σα βαὼθ, καὶ ὢν, καὶ Ἀδωναῒ, καὶ Ἐλωῒ, ὁ Θεὸς ἐν ταῖς Γραφαῖς εἴρηται· ἀγέννητος δὲ οὐδαμεῖς. Εἰ δέ τις καὶ τοῦτο συγχωρήσει, καὶ τὸ ἀγέννητος καὶ τὰ προκείμενα ὀνόματα λέγειν ἁρμόσει καὶ Ἰου δαίοις καὶ πᾶσι· Χριστιανοῖς δὲ μόνοις τὸ Πατὴρ Χρι στοῦ. Εἰ οὖν τὸ μόνον χωρίζον ἡμᾶς τῶν ἄλλων ψευδὲς, καὶ οὐκ ἀληθὲς, καὶ ὄνομα θέσει, καὶ οὐ πρᾶγμα φύσει· ψευδὴς ἡ πίστις ἡμῶν, καὶ ἡ ἐλπὶς ματαία. Οὗ γὰρ ἀβέβαιος ἡ ἀρχὴ, καὶ τὸ τέ λος ἀνίσχυρον. Πάλιν ἐρωτῶσιν· Εἰ ὢν ἐγεννήθη ὁ Υἱὸς, ἢ μὴ ὤν· ἀσαφοῦς καὶ κακοτέχνου τῆς ἐρωτή σεως οὔσης αὐτῶν. Αἰσχυνόμενοι γὰρ τὸ πότε, καὶ ἐν χρόνῳ, ἐρωτῆσαι, τὸ ὢν λέγουσιν. Ἀντερώτησον αὐτούς· Εἰ ὢν ὁ Θεὸς Πατὴρ τὸν Υἱὸν ἐγέννησεν, ἢ μὴ ὢν Πατήρ; Εἰ μὲν γὰρ ὢν Πατὴρ, ὢν ὄντα ἐγέν νησεν· εἰ δὲ οὐκ ὢν, γεννητὸς καὶ οὐ φύσει Πατήρ. Πᾶσαν δὲ φιλονεικίαν αὐτῶν ἀποκλείουσιν αἱ θεῖαι Γραφαὶ, Μωσέως μὲν βοῶντος περὶ τοῦ Υἱοῦ, Ὁ ὤν με ἀπέστειλε· τοῦ δὲ εὐαγγελιστοῦ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Καὶ οὐχ ἅπαξ τὸ ἦν, ἀλλὰ τέταρτον. Καὶ πάλιν ἀλλαχοῦ· Ὁ ὢν ἐκ τοῦ Θεοῦ· καί· Ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρός· καὶ ἐν ἑτέροις· Ὁ ὢν ἐν τῷ οὐρανῷ· Καὶ ἐν τῇ Ἀποκαλύψει· Ὁ ὢν, καὶ ὁ ἦν, καὶ ὁ ἐρχόμενος· καὶ ὁ Παῦλος· Ὃς ὢν ἀπαύγασμα τῆς δόξης· καί· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων· καὶ πάλιν· Ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητός. Εἰ ἀληθινὸς Θεὸς, καὶ φῶς, καὶ ἄτρεπτος, καὶ ἀγαθὸς, καὶ ἅγιος, καὶ Κύριος ὁ Υἱὸς, ταῦτα δὲ καὶ ὁ Πατὴρ ὢν, οὐχ ὁμοίως ἐστὶν, ἀλλὰ μειζόνως· οὐκ οὐσίας ὑπεροχῇ ἀλλὰ ποιότητος ὑπερβολῇ. 29.680 Οὐσία γὰρ οὐσίας μᾶλλον οὐ λέγεται, ποιότης δὲ ποιότητος. Ἄνθρωπος γὰρ ἀνθρώπου μᾶλλον οὐ λέ γεται· ἀγαθὸς δὲ ἀγαθοῦ, καὶ δίκαιος δικαίου. Τῶν γεννητῶν ἡ αὐτὴ φύσις πρὸς τὸν γεννήσαντα, κἂν ἑτέρως ὁ γεννηθεὶς τὸ εἶναι ἔχῃ. Οὐδὲ γὰρ Ἄβελ, ὁ ἐκ συνδυασμοῦ γεννηθεὶς, ἕτερος παρὰ τὸν Ἀδὰμ, τοῦ Ἀδὰμ μὴ γεννηθέντος ἀλλὰ πλασθέντος. Εἰ τὸ αἴτιον τοῦ αἰτιατοῦ μεῖζον καὶ διάφορον κατ' οὐσίαν, πᾶς δὲ πατὴρ αἴτιος, καὶ πᾶς υἱὸς αἰτιατὸς, μείζους καὶ διάφοροι κατ' οὐσίαν οἱ πατέρες τῶν υἱῶν, καὶ οὐ μιᾶς οὐσίας. Ἀλλ' οὐκ ἀληθές. Ἐρωτῶσιν· Εἰ, γεννήσας ὁ Πατὴρ τὸν Υἱὸν, ἐπαύσατο τοῦ γεννᾷν αὐτόν· κἂν λάβωσιν, ὅτι ἐπαύσατο, ἐπάγου σιν· Οὐκοῦν καὶ ἤρξατο γεννᾷν. Πᾶν γὰρ τὸ τέλος ἔχον καὶ ἀρχὴν ἔχει· οὐκ ἄρα οὖν ἦν ἀεὶ ὁ Υἱός. Ἐροῦμεν οὖν· Εἰ τὸ παυόμενον ἀνάγκη καὶ ἀρχὴν ἔχειν, καὶ τὸ ἀρχὴν ἔχον ἀνάγκη καὶ παύεσθαι· ἄγγελοι οὖν καὶ πάντα τὰ ἀσώματα ἀρχὴν τοῦ εἶναι ἔχοντα, ἀνάγκῃ καὶ τέλος τοῦ εἶναι ἕξει. Ἀλλ' ἄτοπον. ∆υνατὸν οὖν, καὶ ἀρξάμενον τοῦ εἶναι, μὴ πεπαῦσθαι, καὶ παυσάμενον, μὴ ἦρχθαι. Εἰ δὲ μὴ, καὶ αὐτὸς ὁ Υἱὸς εἰ ἀρχὴν τοῦ εἶναι ἔχει, καὶ τέλος κατ' αὐτοὺς ἐξ ἀνάγκης ἔχει· ἐπειδὴ πᾶν τὸ ἀρχὴν ἔχον καὶ τέλος ἔχειν βούλονται. Καὶ πῶς οὐ βλάσφημον; Καὶ ἡ πρόγνωσις δὲ τοῦ Θεοῦ, ἀρχὴν οὐκ ἔχουσα, μετὰ τὸ γενέσθαι περὶ ὧν προέγνω, τέλος ἔχει. Ὥστε οὐ τὸ τέλος ἔχον ἀνάγκη καὶ ἀρχὴν ἔχειν. Τὸ ἓν ἐπὶ τῶν ἀσωμάτων, ἢ ἐνεργείᾳ, ἢ βου λήσει, ἢ οὐσίᾳ λέγεται. Ὁ Σωτὴρ οὖν εἰπών· Ἐγὼ καὶ Πατὴρ ἕν ἐσμεν, καθ' ἕν τι τῶν προγεγραμ μένων εἴρηκεν. Οὐκοῦν εἰ μὲν κατ' ἐνέργειαν λέγου σιν, ἀνάγκη καὶ κατ' οὐσίαν λέγειν· τῶν γὰρ ἑτερου σίων οὐκ ἂν εἴη ἡ ἐνέργεια ὁμοία· εἰ δὲ κατὰ βούλη σιν ἓν, οὐχ ὅσα ὁ Πατὴρ βούλεται μόνον, ἀνάγκη καὶ τὸν Υἱὸν βούλεσθαι, ἀλλ' ὅσα καὶ ὁ Υἱὸς βούλεται, ἀνάγκη καὶ τὸν Πατέρα