1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

58

ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν· καὶ ὁ Θωμᾶς ἐπὶ τοῦ Υἱοῦ· Ὁ Κύριός μου, καὶ ὁ Θεός μου. Πρὸς τὰ κτίσματα οὖν καὶ τοὺς ψευδῶς θεοὺς καὶ οὐ κυ ρίως εἰρημένους νοεῖν τὰς ἀντιδιαστολὰς δεῖ, οὐκ εἰς τὸν Πατέρα καὶ τὸν Υἱόν. Εἰς τὸ, «Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν.» Ὁ ἀληθινὸς πρὸς τοὺς ψευδῶς ἀντιδιαστελλόμε νος λέγεται· ὁ δὲ ἀσύγκριτος πρὸς πάντα κατὰ πάντα ὑπερέχων. Εἰπὼν οὖν ὁ Ἱερεμίας περὶ τοῦ Υἱοῦ, Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτὸν, μείζονα καὶ τοῦ Πατρὸς εἶ πεν; Ὅτι δὲ ἀληθινὸς Θεὸς καὶ ὁ Υἱὸς, αὐτὸς ὁ Ἰωάννης ἐν τῇ Ἐπιστολῇ φησιν· Ἵνα γινώσκωμεν τὸν μόνον ἀληθινὸν Θεόν· καί ἐσμεν 29.708 ἐν τῷ ἀληθινῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς, καὶ ζωὴ αἰώνιος. Οὔτε οὖν διὰ τὸ, Οὐ λογισθήσεται ἕτερος πρὸς αὐ τὸν, μείζονα τοῦ Πατρὸς νοητέον· οὔτε μόνον ἀλη θινὸν Θεὸν τὸν Πατέρα, ἀλλ' ἀμφότερα πρὸς τοὺς λε γομένους μὲν ψευδῶς, οὐκ ὄντας δέ. Ὡς καὶ ἐν τῷ ∆ευτερονομίῳ λέγει· Κύριος μόνος ἦγεν αὐτοὺς, καὶ οὐκ ἦν μετ' αὐτῶν Θεὸς ἀλλότριος. Εἰ μόνος ἀόρα τος καὶ σοφὸς ὁ Θεὸς, οὐχ ἅμα καὶ ἐν πᾶσι μείζων πάντων Θεός· ὁ δὲ ἐπὶ πάντων Θεὸς ἐξ ἀνάγκης ὑπερέχων πάντων. Ὁ Ἀπόστολος οὖν ἐπὶ πάντων Θεὸν εἰπὼν τὸν Σωτῆρα, μείζονα καὶ τοῦ Πα τρὸς εἶπεν; Ἀλλ' ἄτοπον. Ὁμοίως οὖν καὶ τοῦτο νοητέον. Ὁ μέγας Θεὸς οὐκ ἂν ἐλάττων εἴη ἑτέρου Θεοῦ. Ὁ Ἀπόστολος οὖν, εἰπὼν περὶ τοῦ Υἱοῦ, Ἀπεκδεχόμεθα τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σω τῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μείζονα τοῦ Πατρὸς ἐνόησε; Τοῦ γὰρ Υἱοῦ τὴν ἐπιφάνειαν καὶ παρου σίαν ἐκδεχόμεθα, οὐ τοῦ Πατρός. Ἀδιακρίτως οὖν εἰς Πατέρα καὶ εἰς Υἱὸν ταῦτα λέγεται, καὶ οὐ παρατετηρημένως. Τὸ, Ἴσα Θεῷ εἶναι, οὐκ ἄλλο ἐστὶ τῷ εἶναι ἴσον Θεῷ. Ὁ οὖν Υἱὸς, οὐχ ἁρπαγμὸν ἡγησάμενος τὸ εἶναι ἴσα Θεῷ, πῶς ἀνόμοιος καὶ ἄνισος Θεῷ; Ἰουδαῖοι δὲ εὐσεβέστεροι Εὐνομίου. Τοῦ γὰρ Σωτῆρος εἰπόντος ἑαυτὸν Υἱὸν Θεοῦ μόνον, ὡς ὀφειλομένου τῷ Υἱῷ, εἰ ἀληθῶς Υἱός ἐστι, καὶ ἴσον αὐτὸν εἶναι τῷ Πατρί· Ἐβούλοντο λιθάσαι, φησὶν, αὐτὸν, οὐχ ὅτι μόνον ἔλυε τὸ Σάββατον, ἀλλ' ὅτι καὶ πατέρα ἴδιον ἔλεγεν εἶναι τὸν Θεὸν, ἴσον ἑαυ τὸν ποιῶν τῷ Θεῷ. Ἴσος οὖν τῷ Πατρὶ καὶ κατὰ τὸν Ἀπόστολον καὶ κατὰ τὴν φωνὴν τοῦ Σωτῆρος, κἂν Εὐνόμιος μὴ θέλῃ. Εἰς τὸ, «Οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' οἷς ἡτοίμασται.» Εἰ μὴ κύριος τῆς κρίσεως ὁ Υἱὸς, καὶ τοὺς μὲν εὐεργετεῖν, τοὺς δὲ κολάζειν, πῶς ἔλεγεν· Ὁ Πατὴρ οὐδένα κρίνει, ἀλλὰ πᾶσαν τὴν κρίσιν ἔδωκε τῷ Υἱῷ; καὶ ἀλλαχοῦ· Ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας· καὶ πά λιν· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς· πρὸς δὲ τὸν Πέτρον· Σοὶ δώσω τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν· πρὸς δὲ τοὺς μαθητάς· Ἀμὴν λέγω ὑμῖν, ὑμεῖς οἱ ἀκολουθήσαντές μοι ἐν 29.709 τῇ παλιγγενεσίᾳ καθήσεσθε ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Λέ λυται οὖν αὐτοῖς τοῖς ἐγγράφοις, τοῦ μὲν Σωτῆρος εἰπόντος· Καὶ τότε ἀποδώσω ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. Καὶ ἀλλαχοῦ· Ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες, εἰς ἀνάστασιν κρίσεως. Ὁ δὲ Ἀπόστολος· Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε κακόν. Τῶν λαμβα νόντων οὖν ἐστιν ἀξίους ἑαυτοὺς ποιῆσαι τῆς ἐκ δεξιῶν καὶ εὐωνύμων καθέδρας τοῦ Κυρίου, οὐ τοῦ δυναμένου διδόναι, κἂν ἄδικος ἡ αἴτησις ᾖ. Εἰς τὸ, «Τίς Θεὸς παρὲξ τοῦ Κυρίου; καὶ τίς Θεὸς πλὴν τοῦ Θεοῦ ἡμῶν;» Ὅτι μὲν οὐ πρὸς τὸν Υἱὸν ταῦτα καὶ τὰ ὅμοια τούτοις, ἀλλὰ πρὸς τοὺς λεγομένους θεοὺς, οὐκ ὄντας δὲ, εἰρήκασιν αἱ Γραφαὶ, ἱκανῶς ἀποδέδεικται, ἀφ' ὧν καὶ Θεὸν καὶ Κύριον πολλάκις ἐν τῇ Παλαιᾷ ∆ιαθήκῃ καὶ τῇ Καινῇ τὸν Υἱὸν ἀπεδείξαμεν εἰρῆ σθαι. Ὁ ∆αβὶδ δὲ σαφέστερον αὐτὸ ποιεῖ, λέγων· Τίς ὅμοιός σοι; καὶ ἐπήγαγεν· Ἐν θεοῖς, Κύριε· καὶ ὁ Μωϋσῆς· Κύριος μόνος ἦγεν αὐτοὺς, καὶ οὐκ ἦν μετ' αὐτῶν Θεὸς ἀλλότριος· καίτοιγε τοῦ Σωτῆρος ὄντος