1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

59

μετ' αὐτῶν, ὥς φησιν ὁ Ἀπόστολος· Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός· ὁ δὲ Ἱερεμίας· Θεοὶ, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπ ωλέσθωσαν ὑποκάτω τοῦ οὐρανοῦ. Οὐδὲ ἐν τούτοις γὰρ ὁ Υἱός· αὐτὸς γὰρ ὁ δημιουργὸς τῶν πάντων. Πρὸς τὰ εἴδωλα οὖν καὶ τὰ σεβάσματα τῶν ἐθνῶν καὶ τὸ προειρημένον, καὶ τὸ, Ἐγὼ Θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἔστι Θεός· καὶ τὸ, Ἔμπροσθέν μου οὐ γέγονεν ἄλλος Θεὸς, καὶ μετ' ἐμὲ οὐκ ἔσται· καὶ τὸ, Ἄκουε, Ἰσραὴλ, Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστι· καὶ ὅσα τοιαῦ τα, νοεῖν δεῖ οὐ πρὸς τὸν Υἱόν. ΚΑΤ' ΕΥΝΟΜΙΟΥ ΛΟΓΟΣ Ε ΠΕΡΙ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ, ΟΤΙ ΟΥ ΚΤΙΣΜΑ. Ὅτι τὰ κοινὰ τῆς κτίσεως ἀκοινώνητα τῷ ἁγίῳ Πνεύματι, καὶ τὰ ἴδια τοῦ Πνεύματος ἀκοινώνητα τῇ 29.712 κτίσει, ἐξ ὧν συνάγεται μὴ εἶναι κτίσμα τὸ Πνεῦμα. Ὅτι τὰ κοινὰ τῷ Πατρὶ καὶ τῷ Υἱῷ, ταῦτα κοινὰ τῷ Πνεύματι· ὅτι ἐν οἷς χαρακτηρίζεται Θεὸς ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἐν τῇ Γραφῇ, ἐν αὐτοῖς χαρακτηρίζεται καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἐξ ὧν συνάγεται τῆς αὐτῆς θεότητος τὸ Πνεῦμα τῷ Πατρί. Ὅτι τὰ μόνῳ προσόν τα τῷ Πατρὶ ὡς Θεῷ, καὶ οὐχ ὡς Πατρὶ, καὶ τῷ Υἱῷ ὡς Θεῷ, καὶ οὐχ ὡς Υἱῷ, ταῦτα μόνῳ πρόσεστι τῷ Πνεύματι, οὐκέτι δὲ καὶ τῇ κτίσει, ὥστε τὰ ἀκοινώνητα ὀνόματα καὶ πράγματα τῇ κτίσει μόνῃ κοινὰ τῇ Τριάδι, ἐξ ὧν συνάγεται ὁμοούσιος ἡ Τριάς. Πᾶν ὅπερ ἐστὶ γενητὸν, τροπῆς καὶ μεταβολῆς ἐστι δεκτικὸν, κατὰ τὸν λέγοντα τῷ Θεῷ Προφήτην· Ὁ ποιῶν πάντα, καὶ μετασκευάζων αὐτά. Τὸ δὲ Πνεῦμα οὔτε τροπῆς οὔτε μετασκευῆς ἐστι δεκτι κόν· οὐκ ἄρα κτίσμα τὸ Πνεῦμα. Τῆς κτίσεως εἰς δύο διαιρουμένης, εἰς σώματα καὶ ἀσώματα, διῄρηται καὶ ἡ περὶ ταύτην τροπή. Καὶ τὰ μὲν σώματα τὴν κατ' οὐσίαν ἐπιδέχεται τροπὴν, τοῦ φθαρτοῦ κόσμου εἰς ἀφθαρσίαν μεταπίπτοντος κατὰ τὴν Γραφὴν, καὶ τῶν θνητῶν ἡμῶν σωμάτων ἀπαθανατιζομένων, ἢ τῶν μηδέπω φθαρέντων, φθαρησομένων δέ· τὰ δὲ ἀσώ ματα καὶ λογικὰ τὴν κατ' ἐνέργειαν, ἤτοι κατὰ γνώ μην ἐπιδέχονται τροπὴν, κατὰ τὸ, Ἀγγέλων ἁμαρ τησάντων οὐκ ἐφείσατο. Εἰ τοίνυν τῶν γενητῶν τὰ μὲν οὐσίᾳ, τὰ δὲ γνώμῃ τροπῆς ἐστι δεκτικὰ, τὸ δὲ Πνεῦμα τὸ ἅγιον οὔτε κατ' οὐσίαν οὔτε κατ' ἐνέρ γειαν τροπῆς ἢ ἀλλοιώσεώς ἐστι δεκτικόν· οὐκ ἄρα κτίσμα τὸ Πνεῦμα. Πᾶν κτίσμα ἁγιαζόμενόν ἐστιν ἅγιον· τὸ δὲ Πνεῦμα τὸ ἅγιον οὐ τῶν ἁγιαζομένων, ἀλλὰ τῶν ἁγιαζόντων· οὐκ ἄρα κτίσμα. Οὐδὲν κτιστὸν κατ' οὐσίαν ἅγιον· τὸ γὰρ κατ' οὐσίαν ἅγιον οὐ δεῖ ται τοῦ ἔξωθεν ἁγιασμοῦ. ∆εῖται οὖν τοῦ ἔξωθεν ἁγιασμοῦ τὸ γενητὸν, ὅταν ἄξιον γένηται τοῦ ἐπισπάσασθαι ἁγιασμόν· οὐ δεῖται δὲ ἁγιασμοῦ τὸ Πνεῦμα, ὅτι ἅγιον κατ' οὐσίαν· οὐκ ἄρα κτίσμα. Πᾶν κτίσμα δοῦλόν ἐστι τοῦ ∆ημιουργοῦ, κατὰ τὸν οὕτω λέγοντα τῷ Θεῷ Προφήτην· Τὰ σύμπαντα δοῦλα σά· τὸ δὲ δοῦλον ἐλευθερίαν καὶ υἱοθεσίαν ἑτέρῳ 29.713 ὀρέγειν οὐ δύναται, ἧς αὐτὸ οὐκ ἔτυχε κατ' οὐ σίαν· τὸ δὲ Πνεῦμα ἐλευθερίαν ὀρέγει καὶ υἱοθεσίαν· τὸ γὰρ Πνεῦμα κράζει ἐν ταῖς καρδίαις ἡμῶν· Ἀββᾶ ὁ Πατήρ· ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλὰ υἱός· οὐκ ἄρα κτίσμα. Οὐδὲν κτίσμα μεθεκτόν ἐστι τῇ λο γικῇ ψυχῇ, ὡς ἐνοικίζεσθαι αὐτῇ οὐσιωδῶς. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον ἐνοικίζεται ἐν αὐτῇ κατὰ τὸν λέ γοντα· Ναὸς Θεοῦ ἐσμεν, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ἡμῖν. Οὐκ ἄρα κτίσμα. Πᾶν λογικὸν κτίσμα ἀρετῆς καὶ κακίας ἐστὶ δεκτικόν. Τὸ δὲ Πνεῦμα οὐδενός ἐστι τούτων δεκτικόν. Οὐκ ἄρα κτίσμα τὸ Πνεῦμα. Καὶ ὅσα μίαν καὶ τὴν αὐτὴν ἐνέργειαν δείκνυσι τῆς ἁγίας καὶ μακαρίας Τριάδος. Ὅτι δημιουργὸν τὸ Πνεῦμα. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα· καὶ ἐν ἑτέρῳ· Καὶ ἔργα τῶν