1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

66

ὑπάρχον· καὶ πῶς τὰ ἀνθρώπινα παραδείγματα προσαρμοστέον θεότητι, καὶ οὐ καθαιρετέον. Οὐδὲ γὰρ ἔλαττόν τι ἕξειν μέλλομεν εἰς τὸ γινώσκειν τὸ Πνεῦμα ὑπάρχον ἐκ Θεοῦ, Πνεῦμα τοῦ στόματος αὐτοῦ ἀκούοντες αὐτό. Ἀλλ' ἱκανὸν καὶ τοῦτο τὸ ὄνομα τὴν ὕπαρξιν αὐτοῦ δηλῶσαι τὴν ἐκ Θεοῦ. Οὐδὲ γὰρ υἱὸς, οὐδ' ἡ γέννησις ἴδιον θεό τητος, ἀλλ' ἐξ ἀνθρωπίνης ὁμοιότητος ἀνῆκται. 29.736 Ὁμοίως δὲ καὶ ἡ τοῦ πνεύματος πρόσρησις. Ταύτῃ τοίνυν καὶ ἐπὶ τοῦ θείου Πνεύματος ἡ θεία Γρα φὴ κέχρηται, ἑτέρως τὸ ἐκ Θεοῦ παραστήσασα· ἐπειδήπερ οὐκ ἐχρῆν διὰ τῆς αὐτῆς ὁμοιώσεως καὶ τοῦτο δηλοῦν, ὡς προείρηται. Σὺ δὲ τοῖς ἀπίστοις ὁμοίως ἀντιδιατάττεις τῇ θείᾳ διδασκαλίᾳ, σπεύδων ἐπὶ τὴν βλασφημίαν. Καὶ ὅτι μὴ γέννησις ἡ τοῦ Πνεύματος πρόοδος ἐκ Θεοῦ κέκληται, διὰ τοῦτο καὶ τὴν ἐκ στόματος Θεοῦ πρόοδον τοῦ Πνεύματος ἀναιρεῖς· καὶ ὅτι μὴ υἱὸς ὀνομάζεται, διὰ τοῦτο οὐδὲ Πνεῦμα αὐτὸ στόματος Θεοῦ εἶναι πιστεύεις, ἀλλ' ἕργον χειρῶν Θεοῦ· καὶ καταφρονῶν τῶν ἀνθρωπίνων παραδειγμάτων, ἀνατρέπεις τὰ ἐξ αὐ τῶν θεῖα δόγματα, δέον ἀκούειν τῶν θείων ῥημάτων σὺν φόβῳ, καὶ δέχεσθαι σὺν εὐσεβείᾳ πᾶν τὸ λεγό μενον, καὶ μὴ μωρότατα κατὰ τῆς εὐσεβείας σο φίζεσθαι. Γεννᾷ Θεὸς οὐχ ὡς ἄνθρωπος· γεννᾷ δὲ ἀληθινῶς· καὶ τὸ γέννημα ἐξ αὐτοῦ ἐκφαίνει, Λό γον, οὐκ ἀνθρώπινον· ἐκφαίνει δὲ Λόγον ἀληθῶς ἐξ ἑαυτοῦ. Καὶ ἐκπέμπει Πνεῦμα διὰ στόματος, οὐχ οἷον ἀνθρωπίνως, ἐπεὶ μηδὲ στόμα Θεοῦ σωματι κόν· ἐξ αὐτοῦ δὲ καὶ τὸ Πνεῦμα, καὶ οὐχ ἑτέ ρωθεν. Ἐργάζεται Θεὸς χερσὶν οὐ σωματικαῖς· ἐρ γάζεται δὲ οὐκ ἐξ αὑτοῦ προάγων τὰ δημιουργή ματα, ἀλλ' ἐνεργητικῶς ὑφιστὰς, ὡς ὁ ἐν χερσὶν ἐργαζόμενος ἄνθρωπος οὐκ ἐξ ἑαυτοῦ προβάλλει τὸ ἔργον. Μὴ δὴ μετακίνει τῶν θείων λογίων τοὺς ὅρους, Υἱοῦ λέγων τὸ Πνεῦμα ποίημα· μήτε περὶ Υἱοῦ ζήτει, διὰ τί μὴ πνεῦμα κέκληται· μήτε περὶ τοῦ Πνεύματος, διὰ τί μὴ υἱός· μήτε ποίημα τὸν Υἱὸν ἢ τὸ Πνεῦμα δυσφημήσῃς. Υἱὸς Θεοῦ καρπὸς ἅγιος ἐξ ἁγίου, ἀΐδιος ἐξ ἀϊδίου, Πνεύματος ἁγίου χορηγὸς, εἰς ὑπόστασιν καὶ μόρφωσιν κτίσεως. Ὁ τὸν Υἱὸν ἀναιρῶν τὴν ἀρχὴν τῆς τῶν ὅλων δημιουρ γίας ἀνεῖλεν. Ἀρχὴ γὰρ τῆς ἁπάντων ὑποστά σεως ὁ τοῦ Θεοῦ Λόγος, δι' οὗ τὰ πάντα γέγονεν. Ὁ τὸ Πνεῦμα περιαιρῶν τὴν τελεσιουργίαν τῶν ποιου 29.737 μένων ἀπέκοψεν. Ἐκπομπῇ γὰρ καὶ μεταδόσει Πνεύ ματος τὰ γινόμενα γίνεται. Οὐκ ἐν χρόνῳ πρόεισι τὸ προϊὸν ἐκ Θεοῦ, κἂν ἐν χρόνῳ τὰς ποιήσεις ἀποδιδῷ. Ἔστιν ὁ Λόγος ἀεὶ, καὶ πρὶν ὑποδείκνυσθαι ὑπὸ Μωσέως αὐτὸν, ὥσπερ λαλούμενον ἀνθρωπίνως, εἰς τὸ τὴν δι' αὐτοῦ γινομένην κτίσιν ἑρμηνευθῆναι κατὰ τύπον ἀνθρώπινον. Ἔστιν ἀεὶ τὸ Πνεῦμα, καὶ πρὶν ἐμφυσώμενον αὐτὸ καὶ μεταδιδόμενον ὑπο γράψῃ Μωσῆς τόπῳ σωματικῷ τὴν δι' αὐτοῦ ζωοποίησιν ὑπογράφων. Ὅτι, εἰ μὴ τὸ Πνεῦμα ἐκ Θεοῦ λέγοι τις, οὐδὲ τὸν Λόγον. Ἀλλὰ τὰ μὲν οἰκειότητος τῆς πρὸς Θεὸν σύμ βολα, καὶ συναφείας τῆς θεϊκῆς ἑρμηνεύματα περι κόπτεις, τὸν Λόγον, τὸ Πνεῦμα· τὰ δὲ τῆς ἔξω θεν καὶ τῆς διεστώσης φύσεως δηλωτικὰ, ταῦτα μόνα προσίεσαι, χειρὸς ἐνέργειαν καὶ ποίησιν ἔρ γων. Εἰ γὰρ τὸ Πνεῦμα μὴ πιστεύῃς ἐκ στόματος Θεοῦ προεληλυθέναι, οὐδ' ἂν τὸν Λόγον πιστεύοις. Ἐπεὶ καὶ ὁ ∆αβὶδ, Λόγον καὶ Πνεῦμα συνδοξάζων, τῷ Λόγῳ Κυρίου τοὺς οὐρανοὺς εἴρηκεν ἐστερεῶσθαι, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσαν τὴν δύναμιν αὐτῶν. Καὶ ὁ Μωσῆς, ὁ Λόγῳ γινόμενα τὰ ἔργα παραστήσας, καὶ Πνεύματι ζωοποιούμενα δέδειχεν ἐν τῇ τοῦ κατ' εἰκόνα ποιήσει ἀνθρώπου. Πῶς ἂν οὖν χωρίζοιτο τὰ ἀχώριστα, Λόγος Θεοῦ, καὶ Πνεῦμα ἐκ Θεοῦ δι' Υἱοῦ; Εἰ δὲ Πνεῦμα ἀπιστεῖται, καὶ Λόγος συναπιστεῖται. Ἄκουε τοῦ Παύλου τὴν μόρφωσιν ἡμῶν τὴν κατὰ Θεὸν ἐν Πνεύματι τελεῖσθαι λέγοντος· Ἡμεῖς δὲ πάντες, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατ οπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύ ματος. ∆ιὰ τοῦ Λόγου ἄρα καὶ ἐν τῷ Πνεύματι τὸ κατ' εἰκόνα ποίημα. Ἀλλὰ ποιεῖ τὸ Πνεῦμα, φῂς, Θεὸς, καὶ ποιεῖ δι' Υἱοῦ·