1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

74

Πνεῦμα; Καὶ ὅσα φιλοπόνως δυνατὸν ἀπὸ τῆς Γρα φῆς τῆς τε Παλαιᾶς εὑρεῖν καὶ ἀπὸ τῆς Καινῆς τε ∆ιαθήκης περὶ τοῦ Πνεύματος καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πατρός. Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ· ἰδοὺ γὰρ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱόν. Καὶ τῆς Μαρίας λεγούσης· Κατὰ τί γνώσομαι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; λέγει αὐτῇ ὁ ἄγγελος· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Καὶ πάλιν ὁ αὐτὸς ἄγ γελος λέγων τῷ Ἰωσήφ· Μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεν νηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου. Καὶ πάλιν ὁ εὐαγγελιστὴς ἑρμηνεύων τὰ ἐν τῷ προφήτῃ λέγει· Ἵνα πληρωθῇ τὸ γεγραμμένον· Ἰδοὺ ὁ Παῖς μου ὁ ἐκλεκτὸς, ὁ ἀγαπητός μου, εἰς ὃν ηὐδό κησεν ἡ ψυχή μου, θήσω τὸ Πνεῦμά μου ἐπ' αὐτόν. Καὶ ἐν Εὐαγγελίῳ γέγραπται· Τὸ Πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ' οὐκ οἶδας πόθεν ἔρχεται, καὶ ποῦ ὑπάγει. Οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύ ματος· καὶ ὁμοίως ἐν τῷ Εὐαγγελίῳ· Εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. Καὶ πάλιν γέγραπται· Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφ εθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ τοῦ Πνεύματος βλασφημία οὐκ ἔχει ἄφεσιν. Καὶ ἐν τῷ βαπτίσματι κατῆλθε τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἔμει νεν ἐπ' αὐτόν· οἱ δὲ ἄγγελοι κατελθόντες διηκόνουν αὐτῷ. Ἵνα γνῷς, ὅτι οἱ ἄγγελοι κατελθόντες δια κονοῦσιν, ἵνα τὴν δουλείαν δείξωσι· τὸ δὲ Πνεῦμα ἔμεινεν ἐπ' αὐτὸν, ἵνα τὴν μονὴν ἀκούσας, ἐλευθε ρίαν νοήσῃς τῆς φύσεως αὐτοῦ. Γέγραπται δέ· Καὶ ὁ Πατὴρ ἐν ἐμοὶ μένων, ποιεῖ τὰ ἔργα αὐτός. Καὶ πάλιν γέγραπται· Ἰησοῦς δὲ πλήρης Πνεύματος ἁγίου ὑπέστρεψεν ἀπὸ Ἰορδάνου, καὶ ἤγετο ἐν τῷ Πνεύματι εἰς τὴν ἔρημον, ἡμέρας τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου· καὶ πάλιν· Λάβετε Πνεῦμα ἅγιον. Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφέωνται· ἄν τινων κρατῆτε, κεκράτηνται. Καὶ πάλιν· Τὴν ἀλήθειαν ὑμῖν λέγω, συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ὁ Παράκλη τος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται. 29.765 Ἐὰν δὲ λέγωσιν· Οὐ λαλεῖ ἀφ' ἑαυτοῦ τὸ Πνεῦμα, ἀλλ' ὅσα ἂν ἀκούσῃ λαλήσει· λέγομεν αὐτοῖς· Οὐδὲ ὁ Υἱὸς ἀφ' ἑαυτοῦ λαλεῖ· Ἀλλ' ὁ πέμ ψας με, φησὶ, Πατὴρ, ἐκεῖνός μοι εἶπε τί εἴπω καὶ τί λαλήσω· πάντα γὰρ ὅσα λαλεῖ τὸ Πνεῦμα καὶ ὁ Υἱὸς, τοῦ Θεοῦ εἰσι λόγια. Καὶ διὰ τοῦτο Πᾶσα Γραφὴ θεόπνευστος καὶ ὠφέλιμός ἐστιν, ἀπὸ τοῦ Πνεύματος λαληθεῖσα. Καὶ γὰρ ἀληθῶς τοῦτο δεί κνυσι μὴ εἶναι τὸ Πνεῦμα κτίσμα, ἐπειδὴ πᾶσα ἡ λογικὴ κτίσις ποτὲ ἀφ' ἑαυτῆς λαλεῖ, ποτὲ τὰ τοῦ Θεοῦ, ὡς ὅταν λέγῃ Παῦλος· Περὶ τῶν παρθέ νων ἐπιταγὴν Κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ Κυρίου. Τοῖς δὲ γεγαμη κόσι παραγγέλλω οὐκ ἐγὼ, ἀλλ' ὁ Κύριος· καὶ ὁ προφήτης· Ὢ Κύριε, πλὴν κρίματα λαλήσω πρὸς σέ· τί ὅτι ἀσεβεῖς εὐοδοῦνται; καὶ πάλιν· Οἴ μοι, μῆτερ, ὡς τίνα μ' ἔτεκες; Ποτὲ δὲ λέγει· Τάδε λέγει Κύριος. Καὶ ποτὲ Μωσῆς· Ἰσχνόφωνος καὶ βραδύγλωσσός εἰμι ἐγώ. Ποτὲ δὲ ὁ αὐτός· Τάδε λέγει Κύριος· Ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσῃ. Τὸ δὲ Πνεῦμα οὐχ οὕτως. Οὐ γὰρ ποτὲ τὰ ἑαυτοῦ λέγει, ποτὲ δὲ τὰ τοῦ Θεοῦ· τοῦτο γὰρ ἦν κτίσματος. Ἀλλὰ πάντα τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ εἰσι λόγια· ὁμοίως καὶ τὰ τοῦ Υἱοῦ. ∆ιὰ τοῦτο οὐδὲ ὁ Υἱὸς λαλεῖ ἀφ' ἑαυτοῦ. Ὁ γὰρ πέμψας με, φησὶ, Πατὴρ, ἐκεῖνός μοι εἶπε τί εἴπω καὶ τί λαλήσω· οὐ μανθάνων, τοῦτο γὰρ ἦν ἀτελοῦς καὶ ἀμαθοῦς· ἀλλ' ὅτι ὅσα ὁ Πατὴρ, διὰ τοῦ Υἱοῦ ἐν Πνεύματι λαλεῖ. Καὶ πάλιν γέγραπται· Οὐδεὶς οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ· οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνω εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ· καὶ πάλιν· Τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. Ἐὰν δὲ λέγωσιν, ὅτι τὸ ἐρευνῶν οὐκ οἶδε, καὶ διὰ τοῦτο ἐρευνᾷ· ἐροῦμεν, ὅτι καὶ ὁ Θεὸς ἐρευνᾷ τὰς καρδίας τῶν ἀνθρώπων. Καὶ διὰ τῶν προφητῶν λέγει· Ἐρευνήσω τὴν Ἱερουσαλὴμ μετὰ τοῦ λύχνου. Καὶ πάλιν γέγραπται· Οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύ ματός ἐστιν, οὗ ἔχετε ἀπὸ