1

 2

 3

2

δώδεκα. Τίς οὖν ἡ μανία τῶν ἠκονημένην γλῶσσαν ἐχόντων κατὰ τῆς ἀληθείας; Οὐ μικροψυχῶ πρὸς τὸν ἔλεγχον, ἀλλ' ἐκδέχομαι τὸ τοῦ Χριστοῦ δικαστήριον. Ἐκεῖ ἀν τικαταστήσονταί μοι οἱ τὴν ἐπήρειαν ταύτην ῥάπτον τες· «Οἶδε Κύριος τοὺς ὄντας αὑτοῦ·» καὶ, «Ὁ συ κοφαντῶν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν.» Εἰ μεταδίδωμι τὴν πίστιν τῶν Πατέρων, τί, παρ εὶς τοὺς Πατέρας, ἐμοὶ πολεμεῖς; Εἰ πιστεύω εἰς Πατέρα, εἰ ὁμολογῶ τὸν Υἱὸν, εἰ μὴ ἀθετῶ τὸ Πνεῦμα. Εἰ ὁ Τριάδα ὁμολογῶν τρεῖς ὀνομάζει θεοὺς, ἀθετεῖ τὸ βάπτισμα, καὶ πολεμεῖ τῇ πίστει. Τί, τὸ ἐμὸν πρόσωπον ὑποθέμενος, πολεμεῖς τῷ Κυρίῳ; Τίς κατέλειπε βαπτίζειν εἰς ὄνομα Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος; ἐγὼ, ἢ ∆εσπότης; Τίνος τὰ ῥήματα; κήρυκος, ἢ τοῦ ἀποστείλαντος; Τί, τὸ ἐμὸν πρόσωπον εὐεπίβατον ταῖς συκοφαντίαις εὑρὼν, δι' ἐμοῦ πολεμεῖς τῇ ἀληθείᾳ; δι' ἐμοῦ κατασείεις τὸ ὀχύρωμα τῆς πίστεως; Ἐγὼ μέν σοι εὐάλωτος· ἡ δὲ πίστις ἄσειστος. «Εἷς Κύριος,» μάνθανε τοῦ Παύλου λέγοντος, μὴ δύο, ἢ τρεῖς. Κἂν ὀνομάσω Κύριον τὸν Υἱὸν, οὐκ εἰς δύο κυρίους, οὐκ εἰς πολλοὺς θεοὺς διεῖλον τὴν κυριότητα. Κύριος ὁ Πατὴρ, Κύριος ὁ Υἱός· «Μία πίστις,» ἐπειδὴ εἷς Κύριος. Ἓν ἑνὶ ἀκολουθεῖ· ἑνὶ Κυρίῳ μία πίστις, μιᾷ πίστει «ἓν βάπτισμα.» Οὕτως ἓν ἐξ ἑνὸς δι' ἑνὸς βεβαιοῦται. Εἰ δὲ οὐκ ἀθετῶ τὸ Πνεῦμα, οὐδὲ ἐν τῇ δουλικῇ αὐτὸ τίθημι τάξει, διὰ τοῦτο τὴν συκοφαντίαν ἐκείνην ἐκδέχομαι. Μὴ λέγε ἃ μὴ λέγω, καὶ ἴδωμέν σου τῆς συκοφαντίας τὸ πιθανόν. Τί ὑποκρύπτεις σεαυτοῦ τὴν ἐπήρειαν; Ψεύδῃ, κατηραμένε, λέγων παρ' ἡμῖν τρεῖς θεοὺς καταγγέλλεσθαι, καὶ οὐ λέγεις ἐκ τοῦ προφανοῦς, ὅτι ἡμεῖς ἐσμεν οἱ τοὺς κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον λέγοντας ἀναθεματίζοντες. Ταύτην τὴν κατηγορίαν δέχομαι. Ἐπὶ τούτῳ πῦρ καὶ ξίφος ἠκονη- μένον ὑφίσταμαι. Κἂν ὁ τροχὸς καταῤῥάσσῃ, κἂν βασανιστήρια ἐπ' ἐμὲ κινῆται, ἐν τῇ αὐτῇ πληροφορίᾳ δέχομαι τὰ βασανιστήρια, ἐν ᾗ καὶ οἱ μάρτυρες οἱ ἐνταῦθα κείμενοι τῶν στεφάνων ἠξιώθησαν. Τοῦτο τοίνυν ἐγκάλει μοι, ὅτι μὴ ἐν τοῖς κτίσμασι συναριθμῶ τὸ Πνεῦμα τὸ ἅγιον. Κἂν δέ τι περισσὸν λέγοις, τῷ κριτῇ λόγον δώσεις. «Ὅταν ἔλθῃ ὁ Παράκλητος,» νῦν ἀνεγινώσκετο· σὺ δὲ ταῖς συκοφαν 31.1493 τίαις ἀφορμὴν εἰς ἐπήρειαν τέθεικας. Παράκλητος, φησὶν, ὁ περὶ σοῦ παρακαλῶν. ∆ι' ὧν εὐεργετεῖ, διὰ τούτων ἀγνωμονεῖς. Οὐ δέχῃ τοίνυν τοῦ Παρακλήτου τὴν εὐεργεσίαν. Ἢ οὐχὶ ὁ Κύριος ἑαυτῷ ταύτην τὴν προσηγορίαν πρέπειν ἐνομοθέτησε; «Πέμψω ὑμῖν καὶ ἄλλον Παράκλητον.» Ὁ καὶ ἄλλον εἰπὼν οὐχ ἑαυτὸν ἔδειξε πρὸ τοῦ ἄλλου; Εἰ ἀπ' ἐμαυτοῦ λαλῶ, μὴ ἀκούετέ μου· εἰ τὰ γεγραμμένα ἀναγινώσκω, ὑπόκυψον τῇ ἀληθείᾳ. Ὁ τέλειος οὔτε μειοῦται, οὔτε αὔξεται. Εἷς ἀγέννητος ὁ Θεός· εἷς ὁ τούτου μονογενὴς ὁ Υἱὸς καὶ Θεός. Ὥσπερ οὐκ ἔνι συναγέννητος Θεὸς ἕτερος, οὕτως οὐδὲ συγγεγεννημένος Υἱὸς ἕτερος; Ὥσπερ οὐ λόγῳ ὁ Πατὴρ, οὕτως οὐδὲ λόγῳ ὁ Υἱός. Θεὸς ὁ Πατὴρ, Θεὸς ὁ Υἱός· Θεὸς τέλειος ὁ Πατήρ· Θεὸς τέλειος καὶ ὁ Υἱός. Ἀσώματος ὁ Πατήρ· ἀσώματος ὁ Υἱὸς, ἀσωμάτου χαρακτὴρ, καὶ εἰκὼν ἀσώματος. Πιστεύεις, ὅτι γεγέννηται; Μὴ ζήτει, Πῶς; Εἰ γὰρ ἐνδέχεται ζητεῖν, ὁ ἀγέννητος πῶς ἀγέννητος, ἐνδέχεται ζητεῖν, καὶ ὁ γεγεννημένος πῶς γεγέννηται· εἰ δὲ οὐ καταλείπει ζήτησιν ὁ ἀγέννητος, πῶς ἀγέννητος· οὕτως οὐδὲ ὁ γεγεννημένος καταλείπει ζητεῖν, πῶς γεγέννηται. Μὴ ζήτει τὰ ἀνεύρετα· οὐ γὰρ εὑρήσεις. Ἐὰν γὰρ ζητῇς, παρὰ τίνος ἔχεις μαθεῖν; Παρὰ γῆς; Οὐχ ὑφεστήκει. Παρὰ θαλάττης; Οὐκ ἦν ὑγρά. Παρ' οὐρανοῦ; Οὐκ ἦν ἐπαρθείς. Παρ' ἡλίου καὶ σελήνης καὶ ἄστρων; Οὐ δεδημιούργηντο. Ἀλλὰ παρ' αἰώνων; Πρὸ αἰώνων ὁ Μονογενής. Μὴ ἐξέταζε τὰ μὴ ἀεὶ ὄντα ὑπὲρ τοῦ ἀεὶ ὄντος. Εἰ δὲ μὴ θέλεις, ἀλλὰ φιλονεικεῖς, καταγελῶ σου τῆς ἀνοίας, μᾶλλον δὲ κλαίω σου τὴν τόλμαν. «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.» Τὸ, «ἦν,» περιγράφει τὸ, «οὐκ ἦν·» καὶ τὸ «Θεὸς,» περιγράφει τὸ, «οὐ Θεός.» Τοῖς γεγραμμένοις πίστευε, τὰ μὴ γεγραμμένα μὴ ζήτει. Οὗτος ὁ Λόγος, ὁ Υἱὸς τοῦ Θεοῦ, ἄνθρωπος ἐγένετο διὰ τὸν ἐκπεσόντα ἄνθρωπον